- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:96-104
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
控方申诉提谟克拉特斯的法律阻碍了包税法律的适用,从而瓦解国家财政的运作,致使公民大会、法廷与议事会陷入瘫痪,并且免除了盗窃、虐待父母及逃避兵役等严重犯罪者的监禁刑罚,因而主张必须判处其死刑。
ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν διοίκησιν ἀναιρεῖ, τήν θʼ ἱερὰν καὶ τὴν ὁσίαν. ὡς δέ, ἐγὼ φράσω. ἔστιν ὑμῖν κύριος νόμος, καλῶς εἴπερ τις καὶ ἄλλος κείμενος, τοὺς ἔχοντας τά θʼ ἱερὰ καὶ τὰ ὅσια χρήματα καταβάλλειν εἰς τὸ βουλευτήριον, εἰ δὲ μή, τὴν βουλὴν αὐτοὺς εἰσπράττειν χρωμένην τοῖς νόμοις τοῖς τελωνικοῖς.
此外,雅典人啊,他彻底废除了公款的行政管理,无论是神圣的还是世俗的。至于他是如何做到的,我来向大家说明。你们有一部现行的法律,制定得比任何法律都好:凡持有神圣资金或世俗资金的人,必须将其缴入议事厅;否则,议事会当运用关于包税人的法律向他们追缴。
διὰ τοίνυν τοῦ νόμου τούτου διοικεῖται τὰ κοινά· τὰ γὰρ εἰς τὰς ἐκκλησίας καὶ τὰς θυσίας καὶ τὴν βουλὴν καὶ τοὺς ἱππέας καὶ τἄλλα χρήματʼ ἀναλισκόμενα, οὗτός ἐσθʼ ὁ νόμος ὁ ποιῶν προσευπορεῖσθαι. οὐ γὰρ ὄντων ἱκανῶν τῶν ἐκ τῶν τελῶν χρημάτων τῇ διοικήσει, τὰ προσκαταβλήματʼ ὀνομαζόμενα διὰ τὸν τοῦ νόμου τούτου φόβον καταβάλλεται.
正是通过这部法律,公共事务才得以管理运行。因为在公民大会、祭祀、议事会、骑兵以及其他各项事务上所花费的款项,正是由这部法律促成额外财源的补充。在包税所得的资金不足以维持行政开支的情况下,正是由于畏惧这部法律,所谓的追加缴款才得以缴纳。
πῶς οὖν οὐχ ἅπαντʼ ἀνάγκη καταλυθῆναι τὰ τῆς πόλεως, ὅταν αἱ μὲν τῶν τελῶν καταβολαὶ μὴ ὦσʼ ἱκαναὶ τῇ διοικήσει, ἀλλʼ ἐνδέῃ πολλῶν, καὶ μηδὲ ταῦτʼ ἀλλʼ ἢ περὶ λήγοντα τὸν ἐνιαυτὸν ᾖ λαβεῖν,1 τὰ δὲ προσκαταβλήματα τοὺς μὴ τιθέντας μὴ ᾖ κυρία δεῖν ἡ βουλὴ μηδὲ τὰ δικαστήρια, ἀλλὰ καθιστῶσιν ἐγγυητὰς ἄχρι τῆς ἐνάτης πρυτανείας;
那么,当来自包税的缴款不足以维持行政、出现大量短缺,且就连这些款项也唯有在岁末将尽时方能收到,而议事会和法庭对未缴纳追加缴款的人又无权予以拘禁,他们反倒可以提供担保人直至第九主席团任期,城邦的一切政务怎能不必然瓦解呢?
τὰς δʼ ὀκτὼ τί ποιήσομεν; εἰπέ, Τιμόκρατες· οὐ σύνιμεν καὶ βουλευσόμεθʼ ἄν τι δέῃ; εἶτʼ ἔτι δημοκρατησόμεθα; οὐ δικάσει τὰ δικαστήρια τά τʼ ἴδια καὶ τὰ δημόσια; καὶ τίς ὑπάρξει τοῖς ἀδικουμένοις ἀσφάλεια; οὐκ εἴσεισιν ἡ βουλὴ καὶ διοικήσει τὰ ἐκ τῶν νόμων; καὶ τί λοιπὸν ἔσθʼ ἡμῖν ἀλλʼ ἢ καταλελύσθαι; ἀλλὰ νὴ Δίʼ ἀμισθεὶ ταῦτα ποιήσομεν. καὶ πῶς οὐ δεινόν, εἰ διὰ τὸν νόμον, ὃν σὺ τέθηκας μισθὸν λαβών, ἄμισθος ὁ δῆμος καὶ ἡ βουλὴ καὶ τὰ δικαστήριʼ ἔσται;
那么在前面的八个主席团任期内,我们该做什么呢?提谟克拉特斯,你说吧:难道我们不在必要之时集会商议了吗?那我们还能维持民主政体吗?难道法庭不审理私人和公共案件了吗?受害者还能得到什么安全保障?难道议事会不入厅依照法律管理政务了吗?除了彻底瓦解之外,我们还剩下什么呢?“可是凭宙斯起誓,我们将无偿从事这些事务!”然而,因你收受贿赂制定的法律,竟让民众、议事会和法庭都变得没有报酬,这难道不是耸人听闻吗?
χρῆν γὰρ τοῦτό γέ σʼ, ὦ Τιμόκρατες, προσγράψαι τῷ νόμῳ, οὗπερ ἐποίεις κατὰ τῶν τελωνῶν καὶ τῶν ἐγγυητῶν,2 καὶ εἰ κατά τινων ἐν ἄλλῳ τινὶ νόμῳ ἢ ψηφίσματι τὰς αὐτὰς εἴρηται πράξεις ὧν ὀφείλουσιν εἶναι ἃς περὶ τῶν τελωνῶν, καὶ κατὰ τούτων εἶναι τὰς πράξεις κατὰ τοὺς ὑπάρχοντας νόμους.
因为提谟克拉特斯啊,你在对包税人及其担保人做出例外的那个条款处,本应在法律中追加以下内容的: “若在任何其他法律或法令中,针对某些人所欠款项规定了与包税人相同的追征办法,对他们的追征也当依照现行法律执行。”
νῦν δὲ κύκλῳ φεύγων τοὺς νόμους τοὺς τελωνικούς, ὅτι τὸ ψήφισμα τὸ Εὐκτήμονος εἴρηκε πράττειν τοὺς ὠφληκότας κατὰ τούτους τοὺς νόμους, διὰ ταῦτʼ οὐ προσέγραψε τοῦτο. ἐκ δὲ τούτου τοῦ τρόπου τὴν μὲν ὑπάρχουσαν τιμωρίαν λύσας κατὰ τῶν τὰ τῆς πόλεως ἐχόντων, ἑτέραν δʼ οὐ γράψας πάντα τὰ πράγματʼ ἀναιρεῖ, δῆμον, ἱππέας, βουλήν, ἱερά, ὅσια· ἀνθʼ ὧν, ἄνπερ ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, σωφρονῆτε, κολασθεὶς καὶ δοὺς ἀξίαν δίκην τοῖς ἄλλοις παράδειγμα γενήσεται μὴ τιθέναι τοιούτους νόμους.
但如今,他千方百计地规避关于包税人的法律,因为欧克忒蒙的法令已经规定要依照这些法律对定罪者进行追缴,正因如此,他才没有追加这一条。他以这种方式,废除了对持有城邦财产者的既有惩罚,却未曾另立新罚,从而毁灭了所有的政务:民众、骑兵、议事会、圣事、俗事。为此,雅典人啊,倘若你们保持清醒,他就会受罚并付出应得的代价,成为他人的鉴戒,使人不敢再制定此类法律。
οὐ τοίνυν μόνον τὰ δικαστήριʼ ἄκυρα ποιεῖ τῶν προστιμημάτων, τοῖς ἀδικοῦσι τὰ κοινὰ δίδωσιν ἄδειαν, τὰς ὑπὲρ τῆς πόλεως στρατείας λυμαίνεται, τὴν διοίκησιν καταλύει, ἀλλὰ καὶ τοῖς κακούργοις καὶ τοῖς πατραλοίαις καὶ τοῖς ἀστρατεύτοις βοηθοῦντα τέθηκε τὸν νόμον· τὰς γὰρ ὑπαρχούσας ἐκ τῶν νῦν κυρίων νόμων τιμωρίας καταλύει.
因此,他不仅使法庭对追加刑罚无能为力,纵容侵害公共利益的人,破坏为城邦而行的远征,瓦解财政管理,而且他制定这部法律,还是在援助恶棍、虐待父母者和逃避兵役者;因为他废除了现行有效法律所确立的惩罚。
λεγόντων γὰρ τῶν νόμων οὓς ἔθηκε Σόλων, οὐδὲν ὅμοιος ὢν τούτῳ νομοθέτης, ἄν τις ἁλῷ κλοπῆς καὶ μὴ τιμηθῇ θανάτου, προστιμᾶν αὐτῷ δεσμόν, κἄν τις ἁλοὺς κακώσεως τῶν γονέων εἰς τὴν ἀγορὰν ἐμβάλλῃ, δεδέσθαι, κἂν ἀστρατείας τις ὄφλῃ καί τι τῶν αὐτῶν τοῖς ἐπιτίμοις ποιῇ, καὶ τοῦτον δεδέσθαι, Τιμοκράτης ἅπασι τούτοις ἄδειαν ποιεῖ,3 τῇ καταστάσει τῶν ἐγγυητῶν τὸν δεσμὸν ἀφαιρῶν.
事实上,梭伦这位全然不同于此人的立法者所制定的各项法律明文规定:凡被判定犯有盗窃罪且未被处以死刑者,须追加监禁刑;凡被判定犯有虐待父母罪而擅入广场者,当予以监禁;凡被判定逃避兵役而做出任何与享有完全公民权者相同行为的人,此人亦当予以监禁;提谟克拉特斯却通过提供担保人免除监禁,给这一切人提供了免受惩罚的放任。
ὥστʼ ἔμοιγε δοκεῖ (καὶ γὰρ εἰ φορτικώτερον εἶναι τὸ ῥηθησόμενον δόξει, λέξω καὶ οὐκ ἀποτρέψομαι) κατὰ τοῦτʼ αὔτʼ ἄξιον αὐτὸν εἶναι θανάτῳ ζημιῶσαι, ἵνʼ ἐν Ἅιδου τοῖς ἀσεβέσιν θῇ τοῦτον τὸν νόμον, ἡμᾶς δὲ τοὺς ζῶντας τοῖσδε τοῖς ὁσίοις καὶ δικαίοις ἐᾷ τὸ λοιπὸν χρῆσθαι. ἀνάγνωθι δὲ καὶ τούτους τοὺς νόμους. ΝΟΜΟΙ ΚΛΟΠΗΣ, ΚΑΚΩΣΕΩΣ ΓΟΝΕΩΝ, ΑΣΤΡΑΤΕΙΑΣ.
因此依我看(即便即将说出的话似乎显得粗鲁,我也要说出而不退缩),仅凭这一点,就理应对他处以死刑,好让他在哈得斯为不虔敬之徒制定这部法律,而让我们活着的人今后得以继续使用这些虔敬而公正的法律。请把这些法律也宣读出来。 “关于盗窃、虐待父母、逃避兵役的法律。”
- 98ἀλλʼ ἢ περὶ λήγοντα τὸν ἐνιαυτὸν ᾖ λαβεῖν
短语 ἀλλʼ ἤ 是惯用句式,用于否定或限制语境之后,意为“除……之外(别无……)”。承接前文的 μηδὲ ταῦτʼ(就连这些款项也……),表达“除了临近年底之时以外,就连这些款项也无法收取”。
- 100χρῆν γὰρ τοῦτό γέ σʼ, ὦ Τιμόκρατες, προσγράψαι τῷ νόμῳ, οὗπερ ἐποίεις κατὰ τῶν τελωνῶν καὶ τῶν ἐγγυητῶν
οὗπερ 为表示地点的关系副词(οὗ 加上加强小词 περ),意为“正是在……的地方”,在此指法律条文中做出关于包税人及其担保人规定(例外排除)的具体位置。未完成过去时 ἐποίεις 表示他在起草该法时的行为过程。
- 103λεγόντων γὰρ τῶν νόμων οὓς ἔθηκε Σόλων, οὐδὲν ὅμοιος ὢν τούτῳ νομοθέτης, ἄν τις ἁλῷ κλοπῆς καὶ μὴ τιμηθῇ θανάτου, προστιμᾶν αὐτῷ δεσμόν, κἄν τις ἁλοὺς κακώσεως τῶν γονέων εἰς τὴν ἀγορὰν ἐμβάλλῃ, δεδέσθαι, κἂν ἀστρατείας τις ὄφλῃ καί τι τῶν αὐτῶν τοῖς ἐπιτίμοις ποιῇ, καὶ τοῦτον δεδέσθαι, Τιμοκράτης ἅπασι τούτοις ἄδειαν ποιεῖ
句首的 λεγόντων γὰρ τῶν νόμων 是属格独立结构,支配了转述梭伦三部法律的冗长间接引语(分别针对盗窃、虐待父母及逃避兵役,包含由条件句引导、后接不定词 προστιμᾶν 与 δεδέσθαι 的结构)。主句直至末尾的 Τιμοκράτης ἅπασι τούτοις ἄδειαν ποιεῖ 才出现,构成了梭伦法律的严格规定与提谟克拉特斯纵容免责之间的鲜明句法对比。
