← 狄摩西尼

控诉提摩克拉底

§88-95

免除无担保者责任与破坏战时城邦防务的危害

演说者指出提谟克拉特斯法案的严重缺陷,即对拒不提供担保人的恶劣债务人毫无惩戒,并指责该法破坏了战时军费征集与军事动员体制,危及城邦安全,理应受到严惩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§88

ὃ δέ, πολλῶν ὄντων καὶ δεινῶν ὧν ἐν τῷ νόμῳ τέθηκε, μάλιστʼ ἄξιόν ἐστʼ ἀγανακτῆσαι, βούλομαι πρὸς ὑμᾶς εἰπεῖν. διʼ ὅλου γὰρ τοῦ νόμου τῷ καταστήσαντι τοὺς ἐγγυητὰς ἅπαντα λέγει, τῷ δὲ μὴ καθιστάντι μήτε βελτίους μήτε χείρους, μηδʼ ὅλως προσέχοντι τὸν νοῦν ὑμῖν, οὐδεμίαν οὔτε δίκην οὔτε τιμωρίαν προσγέγραφεν, ἀλλʼ ἄδειαν πεποίηκε τοσαύτην ὅσην οἷόν τε γενέσθαι πλείστην. καὶ γὰρ τὸν χρόνον ὃν διώρισε, τὴν ἐνάτην πρυτανείαν, τῷ καταστήσαντι λέγει τοὺς ἐγγυητάς.

然而,在他于法律中所制定的诸多可怕条款中,有一桩最值得愤慨之事,我想向你们陈述。因为在整部法律中,他所说的一切都是针对已经提供担保人的人,而对于既不提供更好亦不提供更差的担保人、对你们完全不予理会之人,他却未曾追加任何起诉或惩罚,反倒给予了尽可能最大的放任。事实上,他所规定的期限,即第九主席团任期,也是对提供了担保人的人而言的。

§89

γνοίη δʼ ἄν τις ἐκεῖθεν· προσέγραψε δημοσίαν εἶναι τὴν οὐσίαν τὴν τῶν ἐγγυητῶν, ἂν μή τις ἐκτείσῃ· τοῦ δὲ μὴ καταστήσαντος οὐκ ἔνι δήπουθεν ὑπάρχειν ἐγγυητάς. καὶ τοῖς μὲν προέδροις, οἳ κεκληρωμένοι καθίζουσιν ἐξ ὑμῶν, ἐπάναγκες ἐποίησεν, ὅταν καθιστῇ τις, δέχεσθαι· τοῖς δʼ ἀδικοῦσι τὴν πόλιν οὐδεμίαν προσέγραψεν ἀνάγκην, ἀλλʼ ὥσπερ εὐεργέταις αἵρεσιν αὐτοῖς ἔδωκεν εἰ χρὴ δοῦναι δίκην ἢ μή.

人们从下述这点即可明白:他追加规定,若有人未能偿清,担保人的财产当予以没收;但对于未曾提供担保人的人,显然根本不可能存在担保人。而且对于由你们抽签选出并列席的主席团成员,他规定只要有人提供就必须予以接受;而对于危害城邦之人,他却没有追加任何强制义务,反而犹如对待恩人一般,赋予了他们自行选择是否应当服罪的权利。

§90

καίτοι πῶς ἂν ἀσυμφορώτερος ὑμῖν τούτου γένοιτο νόμος ἢ κάκιον ἔχων; ὃς πρῶτον μὲν περὶ τῶν ἐκ τοῦ παρεληλυθότος χρόνου κριθέντων ἐναντία τοῖς ὑφʼ ὑμῶν ἐγνωσμένοις προστάττει, δεύτερον δὲ περὶ τῶν μελλόντων κριθήσεσθαι προστιμᾶν κελεύων τοὺς δικαστὰς τοὺς ὀμωμοκότας, ἄκυρα τὰ προστιμήματα ποιεῖ, πρὸς δὲ τούτοις ἐπιτίμους τοὺς ὀφείλοντας οὐ τὰ προσήκοντʼ ἐκτίνοντας καθίστησιν, ὅλως δʼ ἐπιδείκνυσι μάτην ὀμνύντας, τιμῶντας, δικάζοντας, ὀργιζομένους, ἅπαντα ποιοῦντας ὑμᾶς. ἐγὼ μὲν γάρ, εἰ Κριτίας ὁ γενόμενος τῶν τριάκοντʼ εἰσέφερεν τὸν νόμον, οὐκ ἂν ἄλλον τρόπον οἶμαι γράψαντʼ εἰσενεγκεῖν ἢ τοῦτον.1

然而,怎会有比这部法律对你们更不利、或更糟糕的法律呢?首先,关于在过去时期被审判的人,它下令做出与你们所判决的相反之事;其次,关于将要受审的人,它虽然命宣过誓的审判官追加刑罚,却使追加的刑罚归于无效;此外,它使那些不偿还应缴款项的债务人保留公民权,完全证明了你们宣誓、评定、审判、愤怒并付诸一切行动皆是徒劳。就我而言,即便曾是三十人僭主之一的克里提亚提出该法律,我认为他拟定并提出的方式也不会与此有异。

§91

ὅτι τοίνυν ὅλην συγχεῖ τὴν πολιτείαν καὶ καταλύει πάντα τὰ πράγμαθʼ ὁ νόμος, καὶ πολλὰς φιλοτιμίας περιαιρεῖται τῆς πόλεως, καὶ τοῦτο ῥᾳδίως ὑμᾶς νομίζω μαθήσεσθαι. ἴστε γὰρ δήπου τοῦθʼ ὅτι σῴζεται πολλάκις ἡμῶν ἡ πόλις διὰ τὰς στρατείας καὶ τὰς ναυτικὰς καὶ τὰς πεζάς, καὶ πολλὰ καὶ καλὰ πολλάκις ἤδη διεπράξασθε καὶ σώσαντές τινας καὶ τιμωρησάμενοι καὶ διαλλάξαντες.

因此,这部法律扰乱了整个政体,瓦解了一切政务,并剥夺了城邦的诸多荣耀,我认为你们很容易明白这一点。因为你们必然知晓:我们的城邦屡屡通过海陆两军的出征而得救,并且你们以往多次成就了诸多善举,既挽救了某些人,惩治了某些人,又调解了某些人。

§92

πῶς οὖν ἀνάγκη τὰ τοιαῦτα διοικεῖν ἐστιν; διὰ ψηφισμάτων καὶ νόμων τοῖς μὲν εἰσφέρειν ἐπιτάττοντας, τοὺς δὲ τριηραρχεῖν κελεύοντας, τοὺς δὲ πλεῖν, τοὺς δʼ ἕκαστα ποιεῖν ὧν δεῖ.2 οὐκοῦν ταῦθʼ ὅπως γίγνηται δικαστήρια πληροῦτε καὶ καταγιγνώσκετε δεσμὸν τῶν ἀκοσμούντων. σκέψασθε δὴ τὸν τοῦ καλοῦ κἀγαθοῦ τούτου νόμον, ὡς λυμαίνεται ταῦτα καὶ διαφθείρει.

那么,理当如何管理此类政务呢?正是通过法令与法律,命令某些人缴纳财产税,责成某些人担任三列桨座战船长,某些人出海航行,某些人履行各项当行之事。正因如此,为了使这些得以实现,你们坐满法庭,并判处违纪者监禁。现在请审视这位“正人君子”的法律,看它是如何破坏并败坏这些事务的。

§93

γέγραπται γὰρ δήπου, καὶ εἴ τινι τῶν ὀφειλόντων προστετίμηται δεσμοῦ ἢ καὶ τὸ λοιπὸν προστιμηθῇ, εἶναι καταστήσαντι ἐγγυητάς, ἦ μὴν ἐπὶ τῆς ἐνάτης πρυτανείας ἐκτείσειν τὸ ἀργύριον, ἀφεῖσθαι τοῦ δεσμοῦ. τίς οὖν πόρος ἔσται; τίνʼ ἀποσταλήσεται τρόπον ἡ στρατιά; πῶς τὰ χρήματʼ εἰσπράξομεν, ἂν ἕκαστος ὀφλισκάνων ἐγγυητὰς καθιστῇ κατὰ τὸν τούτου νόμον, ἀλλὰ μὴ τὸ προσῆκον ποιῇ;

因为其中确实写着: “若债务人中有人被追加监禁,或今后被追加监禁,准其在提供担保人保证确于第九主席团任期内偿还该金额后,免予监禁。” 那么将有什么财源呢?军队将以何种方式派出?倘若每个被判欠款者都依照此人的法律提供担保人,而不去履行应尽之责,我们又如何征集资金呢?

§94

ἐροῦμεν νὴ Δία τοῖς Ἕλλησιν Τιμοκράτους νόμος ἐστὶ παρʼ ἡμῖν· ἀναμείνατʼ οὖν τὴν ἐνάτην πρυτανείαν· εἶτα τότʼ ἔξιμεν· τοῦτο γὰρ λοιπόν. ἂν δʼ ὑπὲρ ὑμῶν αὐτῶν ἀμύνεσθαι δέῃ, ἆρά γʼ οἴεσθε τοὺς ἐχθροὺς τὰς τῶν παρʼ ἡμῖν πονηρῶν διαδύσεις καὶ κακουργίας ἀναμενεῖν; ἢ τὴν πόλιν, αὑτὴν ἐμποδίζοντας νόμους εἰ θήσεται καὶ τἀναντία τῶν συμφερόντων λέγοντας, δυνήσεσθαί τι ποιῆσαι τῶν δεόντων;

凭宙斯起誓,我们将对希腊人说: “我们这里有一部提谟克拉特斯的法律;因此请等到第九主席团任期,到那时我们方才出兵。” 因为剩下的唯有此途了。但倘若必须为了你们自身而自卫抗敌,你们难道以为敌人会等待我们内部恶徒的推脱与奸计吗?抑或城邦若是制定阻碍自身并与利益背道而驰的法律,还能做成任何当务之急吗?

§95

ἀλλʼ ἀγαπητόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ πάντων καλῶς ἐχόντων ἡμῖν καὶ μηδενὸς ὄντος τοιούτου νόμου, κρατοῖμεν τῶν ἐχθρῶν3 καὶ ταῖς ὀξύτησι δυναίμεθα καὶ τοῖς τοῦ πολέμου καιροῖς ἀκολουθεῖν καὶ μηδενὸς ὑστερίζειν. ἀλλὰ μὴν εἰ φαίνει τοιοῦτον τεθηκὼς νόμον ὃς τὰ τοιαῦτα λυμαίνεται διʼ ὧν ἡ πόλις καὶ σεμνὴ καὶ λαμπρὰ παρὰ πᾶσι καθέστηκεν, πῶς οὐχὶ δικαίως ὁτιοῦν ἂν πάθοις;

可是,雅典人啊,纵使在我们一切顺利且绝无此类法律的情况下,若我们尚能战胜敌人,跟上战事的迅速节奏与良机而毫无落后,便已当感到万幸了。但如今显而易见,你制定了这样一部法律,破坏了使城邦在世人面前庄严显赫的根基,那么无论你遭受何种惩处,难道不都是罪有应得吗?

语法注3 条
  1. 90οὐκ ἂν ἄλλον τρόπον οἶμαι γράψαντʼ εἰσενεγκεῖν ἢ τοῦτον

    小词 ἄν 与不定式 εἰσενεγκεῖν 结合构成与事实相反的虚拟条件句的结句,与前面的非真实条件从句 εἰ Κριτίας ... εἰσέφερεν 相应。分词 γράψαντα 及其不定式的逻辑主语指代从句的主语克里提亚(因受 οἶμαι 支配而转化为不定式的宾格主语)。

  2. 92τοῖς μὲν εἰσφέρειν ἐπιτάττοντας, τοὺς δὲ τριηραρχεῖν κελεύοντας, τοὺς δὲ πλεῖν, τοὺς δʼ ἕκαστα ποιεῖν ὧν δεῖ

    非人称短语 ἀνάγκη ... ἐστιν 后所接不定式 διοικεῖν 的逻辑主语被设想为表示泛指人称的宾格(“人们/我们”),因此修饰它的分词亦采取宾格形式(ἐπιτάττοντας, κελεύοντας 等),与介词短语 διὰ ψηφισμάτων καὶ νόμων 搭配,表明施动者下达命令的具体行动。

  3. 95ἀλλʼ ἀγαπητόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ πάντων καλῶς ἐχόντων ἡμῖν καὶ μηδενὸς ὄντος τοιούτου νόμου, κρατοῖμεν τῶν ἐχθρῶν

    ἀγαπητόν (ἐστι) εἰ ... 是习用结构,意为“如果……便足以令人心满意足/实属万幸”,引导带有 εἰ 与祈愿语气(κρατοῖμεν, δυναίμεθα)的从句。该构文强调即便在完全理想的条件下(πάντων καλῶς ἐχόντων)要克敌制胜也已属不易。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:88-95