← 狄摩西尼

控诉提摩克拉底

§105-111

梭伦旧法与提谟克拉特斯恶法的对比及罪状总结

演说者宣读了梭伦关于盗窃、虐待父母及逃避兵役的既有法律,以凸显其与提谟克拉特斯恶法的鲜明对比,并总结指控被告蓄意违背法纪立法以包庇罪犯并侵害民众利益。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§105

"ὅ τι ἄν τις ἀπολέσῃ, ἐὰν μὲν αὐτὸ λάβῃ, τὴν διπλασίαν καταδικάζειν, ἐὰν δὲ μή, τὴν διπλασίαν πρὸς τοῖς ἐπαιτίοις. δεδέσθαι δʼ ἐν τῇ ποδοκάκκῃ τὸν πόδα πένθʼ ἡμέρας καὶ νύκτας ἴσας, ἐὰν προστιμήσῃ ἡ ἡλιαία. προστιμᾶσθαι δὲ τὸν βουλόμενον, ὅταν περὶ τοῦ τιμήματος ᾖ. —ἐὰν δέ τις ἀπαχθῇ, τῶν γονέων κακώσεως ἑαλωκὼς ἢ ἀστρατείας ἢ προειρημένον αὐτῷ τῶν νόμων εἴργεσθαι,1 εἰσιὼν ὅποι μὴ χρή, δησάντων αὐτὸν οἱ ἕνδεκα καὶ εἰσαγόντων εἰς τὴν ἡλιαίαν, κατηγορείτω δὲ ὁ βουλόμενος οἷς ἔξεστιν. ἐὰν δʼ ἁλῷ, τιμάτω ἡ ἡλιαία ὅ τι χρὴ παθεῖν αὐτὸν ἢ ἀποτεῖσαι. ἐὰν δʼ ἀργυρίου τιμηθῇ, δεδέσθω τέως ἂν ἐκτείσῃ."

“凡任何人所损失的财物,若追回原物,法庭应判处赔偿双倍价值;若未追回,则除损失额之外另判处双倍价值。如赫利埃亚法庭追加刑罚,须将其足套于木枷拘禁五日五夜。当审理刑罚估定时,任何有意愿者皆可提请追加刑罚。——又,若有人曾被判定犯有虐待父母罪或逃避兵役罪,或已被预先宣告排除于法律之外,却闯入其不当进入之场所而被捉拿解送者,十一人行政官当将其拘押并解送至赫利埃亚法庭,享有法定权利而有意愿者皆可提出控告。若被定罪,赫利埃亚法庭当估定其应受何种刑罚或赔偿何等数额。若被判处罚金,须将其监禁直至足额缴纳。”

§106

ὅμοιός γʼ, οὐ γάρ; ὦ ἄνδρες Ἀθηναῖοι, Σόλων νομοθέτης καὶ Τιμοκράτης. ὁ μέν γε καὶ τοὺς ὄντας βελτίους ποιεῖ καὶ τοὺς μέλλοντας ἔσεσθαι· ὁ δὲ καὶ τοῖς γεγενημένοις πονηροῖς, ὅπως μὴ δώσουσι δίκην, ὁδὸν δείκνυσιν, καὶ τοῖς οὖσιν ὅπως ἄδεια γενήσεται κακουργεῖν εὑρίσκει, καὶ τοῖς μέλλουσιν ἔσεσθαι, τοὺς ἐξ ἁπάντων τῶν χρόνων πονηρούς, ὅπως ἔσονται σῷοι καὶ μηδὲν πείσονται, παρασκευάζων.

雅典人啊,立法者梭伦与提谟克拉特斯可真是相似啊!绝非如此!前者使现存的人以及将要出生的人皆变得更为良善;而后者却给过去已经作恶的人指出免受惩罚的途径,给现在作恶的人寻得肆意为非的免责放任,并为将来的恶人做好安排,确保各个时代的恶棍皆能安然无恙、不受任何制裁。

§107

καίτοι τίνʼ ἂν ἀξίαν δοίης δίκην, ἢ τί σὺ παθὼν ἂν τὰ προσήκοντʼ εἴης πεπονθώς, ὅς, τὰ μὲν ἄλλʼ ἐῶ, ἀλλὰ τοὺς τῷ γήρᾳ βοηθοὺς νόμους λυμαίνει, οἳ καὶ ζῶντας ἀναγκάζουσι τοὺς γονέας τρέφειν, καὶ ἐπειδὰν ἀποθάνωσιν, ὅπως τῶν νομιζομένων τύχωσι παρασκευάζουσιν; ἢ πῶς οὐ κάκιστος ἁπάντων ἀνθρώπων δικαίως ἂν νομίζοιο, ὅστις, ὦ κατάρατε, περὶ πλείονος φαίνει τοὺς κλέπτας καὶ τοὺς κακούργους καὶ τοὺς ἀστρατεύτους τῆς πατρίδος ποιούμενος, καὶ διὰ τούτους καθʼ ἡμῶν νόμον τίθης;

况且,你受何种惩罚才算罪有应得?你经历何种遭遇才算受到了应受的惩处?其他事情且置不论,你竟破坏了援助晚年的法律——正是这些法律强制人们赡养在世的父母,并确保他们在死后获得应有的祭礼!你这遭天谴之徒,公然将盗贼、恶徒和逃兵置于祖国之上,为了这些人而制定危害我们的法律,难道你不理应被视为全人类中最邪恶之徒吗?

§108

βούλομαι τοίνυν ὑμῖν, ἃ ὑπεσχόμην ἐν ἀρχῇ τοῦ λόγου, ἀπολογίσασθαι πεποιηκότʼ ἐμαυτόν.2 ἔφην γὰρ αὐτὸν ἐξελέγξειν κατὰ πάντʼ ἔνοχον ὄντα τῇ γραφῇ, πρῶτον μὲν παρὰ τοὺς νόμους νομοθετοῦντα, δεύτερον δʼ ὑπεναντία τοῖς οὖσι νόμοις γεγραφότα, τρίτον δὲ τοιαῦτα διʼ ὧν βλάπτει τὴν πόλιν. οὐκοῦν ἠκούσατε τῶν νόμων, ἃ κελεύουσι ποιεῖν τὸν τιθέντα νόμον καινόν· καὶ πάλιν ὑμᾶς ἐδίδαξʼ ὅτι τούτων οὐδʼ ὁτιοῦν ἐποίησεν οὗτος.

因此,我想向你们结算交代,我已经履行了在演说之初所作的承诺。因为我曾说过,我将在控状涉及的一切方面证实他有罪:第一,违背立法程序而制定法律;第二,起草了与现行法律相抵触的条文;第三,其内容危害了城邦。你们已经听到了那些法律,它们明文规定制定新法者应当做什么;而我继而向你们阐明,此人对这些规定未曾履行哪怕一丝一毫。

§109

καὶ μὴν κἀκείνων ἠκούετε τῶν νόμων οἷς ἐναντίος ὢν ἐφαίνεθʼ ὁ τούτου· καὶ τούτους ὅτι πρὶν λῦσαι τόνδε τέθηκεν ἐπίστασθε. ἀλλὰ μὴν ὅτι γʼ οὐκ ἐπιτήδειος, ἀκηκόατε· ἄρτι γὰρ λέγων ἐπαυσάμην. οὐκοῦν κατὰ πάντʼ ἀδικεῖ φανερῶς, καὶ οὐδὲν ἔσθʼ ὅ τι φροντίσας οὐδʼ εὐλαβηθεὶς φαίνεται, ἀλλʼ ἔμοιγε δοκεῖ, κἂν εἰ πρὸς τούτοις ἄλλο τι μὴ ποιεῖν ἐγέγραπτʼ ἐν τοῖς οὖσι νόμοις, κἂν τοῦτο ποιῆσαι.

而且,你们也听到了提谟克拉特斯的法律公然与之对立的那些法律;你们深知他在废除旧法之前便制定了此法。此外,这部法律有害无益,你们也已经听到了,因为我方才刚刚讲完这一点。因此,他在一切方面公然违法,显然没有任何顾忌与审慎;依我看,假使现行法律中除此之外还写明不得做别的某件事,他也必定会照做不误。

§110

πανταχόθεν μὲν τοίνυν δῆλός ἐσθʼ ὅτι ταῦτʼ ἔγραψʼ ἐπιβουλεύσας καὶ οὐ γνώμῃ διαμαρτών, μάλιστα δʼ ἐκ τοῦ πάντα τὸν νόμον μέχρι τῆς ὑστάτης συλλαβῆς τοιοῦτον εἶναι· οὐδὲ γὰρ οὐδʼ ἄκων οὐδὲν ἔθηκεν ὀρθῶς ἔχον, οὐδʼ ὡς ὑμῖν ἔμελλε λυσιτελήσειν. πῶς οὖν οὐκ εἰκὸς μισεῖν καὶ τιμωρεῖσθαι τοῦτον, ὅστις τοῦ μὲν δήμου ἠδικημένου ἠμέλησεν, ὑπὲρ δὲ τῶν ἠδικηκότων καὶ ὕστερον ἀδικησόντων τοὺς νόμους ἔθηκεν;

由此可见,他起草这些条文显然是出于蓄谋破坏,而非判断上的失误,这尤其体现在整个法律直至最后一个音节都是这般性质;因为他哪怕无意之中也未曾制定任何合理的、或对你们有利的条款。既然他漠视受害民众的利益,反而为了已经犯罪和将来犯罪的人制定法律,憎恨并惩罚这个人难道不是理所当然的吗?

§111

θαυμάζω δʼ, ὦ ἄνδρες δικασταί, τῆς ἀναιδείας αὐτοῦ, τὸ ἡνίκα μὲν ἦρχεν αὐτὸς μετʼ Ἀνδροτίωνος, τὸν ἔλεον τοῦτον ἐπὶ τῷ πλήθει τῷ ὑμετέρῳ μὴ ποιήσασθαι,3 τῷ ἀπειρηκότι τὰ ἑαυτοῦ χρήματʼ εἰσφέροντι, ἐπειδὴ δʼ Ἀνδροτίωνʼ ἔδει ἃ πάλαι ὑφῄρητο τῆς πόλεως χρήματα καταθεῖναι, τὰ μὲν ἱερά, τὰ δʼ ὅσια, τότε θεῖναι τὸν νόμον ἐπʼ ἀποστερήσει τῶν μὲν ὁσίων τῆς διπλασίας, τῶν ἱερῶν δὲ τῆς δεκαπλασίας. καὶ οὕτω πρὸς τὸ πλῆθος τὸ ὑμέτερον προσενήνεκται ὁ αὐτίκα δὴ μάλʼ ὑπὲρ τοῦ δήμου φήσων τὸν νόμον τοῦτον θεῖναι.

审判官诸位,令我对其厚颜无耻感到震惊的是:当他自己与安德罗提翁共同任职之时,面对耗尽自身家产缴纳贡税的你们大众,他不曾施加这等怜悯;然而一旦安德罗提翁必须偿还从城邦窃据已久的资金——不论神圣还是世俗的款项——他便立刻制定法律,企图剥夺城邦在世俗资金上的双倍追索权以及在神圣资金上的十倍追索权。这个片刻之后就要声称自己是为了民众而制定此法的人,对待你们大众的行径竟是如此!

语法注3 条
  1. 105προειρημένον αὐτῷ τῶν νόμων εἴργεσθαι

    προειρημένον 是无人称动词构成的独立宾格(accusative absolute),意为“鉴于事先已被宣告/禁止”,后接与格 αὐτῷ(对其而言)以及不定式 εἴργεσθαι(被排斥/隔离),属格 τῶν νόμων 是受 εἴργεσθαι 支配的分离属格(“被排除于法律[法定权利]之外”)。

  2. 108ἀπολογίσασθαι πεποιηκότʼ ἐμαυτόν

    动词 ἀπολογίζομαι(结算交代、陈述核算)在此支配反身代词宾格 ἐμαυτόν 及完成时主动分词 πεποιηκότα,构成宾语与补足语结构,表示“向你们交代核实我自己已经履行了(所承诺之事)”。

  3. 111τὸ ἡνίκα μὲν ἦρχεν αὐτὸς μετʼ Ἀνδροτίωνος, τὸν ἔλεον τοῦτον ἐπὶ τῷ πλήθει τῷ ὑμετέρῳ μὴ ποιήσασθαι

    冠词不定式短语(τὸ ... μὴ ποιήσασθαι ... τότε θεῖναι)在此作为前文原因属格 τῆς ἀναιδείας αὐτοῦ(他的厚颜无耻)的同位语,或作为表示惊异的动词 θαυμάζω 的内容宾格,具体指明其在任时不对民众施恩、却在安德罗提翁受追缴时立法庇护的鲜明反差。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:105-111