← 狄摩西尼

控诉提摩克拉底

§80-87

逐条剖析提摩克拉底法案中的脱罪漏洞

演说者逐条分析提摩克拉底的法律条文,揭露其故意略去挑选担保人期间的羁押规定,利用偷换字句逃避双倍及十倍罚金,并通过反复提供担保人的漏洞使违法者免受实际监禁和赔偿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§80

ἐνθυμεῖσθʼ ἀπὸ τοῦ δικαστηρίου καὶ τῆς καταγνώσεως οἷ διεπήδησεν· ἐπὶ τὸν δῆμον, ἐκκλέπτων τὸν ἠδικηκότα καὶ τὴν παράδοσιν αὐτοῦ τὴν τοῖς ἕνδεκα. τίς γὰρ ἀρχὴ παραδώσει τὸν ὀφλόντα; τίς τῶν ἕνδεκα παραλήψεται; κελεύοντος μὲν τούτου ἐν τῷ δήμῳ καθιστάναι τοὺς ἐγγυητάς,1 ἀδυνάτου δʼ ὄντος αὐθημερὸν ἐκκλησίαν ἅμα καὶ δικαστήριον γενέσθαι, οὐδαμοῦ δʼ ἐπιτάττοντος φυλάττειν τέως ἂν καταστήσῃ τοὺς ἐγγυητάς.

请想想他从法庭和判决跳跃到了何处:他跳向了民众大会,企图把违法者以及将其移交十一人审理员的程序暗中夺走。因为有哪个官员会去移交败诉的债务人呢?十一人审理员中又有谁会去接收呢?此人命令在民众大会中提供担保人,而同一天内同时召开公民大会与开庭审判是绝无可能的,并且他绝无一处下令在提供担保人之前予以羁押。

§81

καίτοι τί ποτʼ ἦν διʼ ὃ προσγράψαι σαφῶς ὤκνησεν τὴν δʼ ἀρχὴν τὸν ὀφλόντα φυλάττειν τέως ἂν καταστήσῃ τοὺς ἐγγυητάς; πότερʼ οὐχὶ δίκαιον; εὖ οἶδʼ ὅτι πάντες ἂν φήσαιτε. ἀλλʼ ἐναντίον ἦν τινὶ τοῦτο νόμῳ; οὔκ, ἀλλὰ μόνον κατὰ τοὺς νόμους. τί ποτʼ οὖν ἦν; οὐδὲν ἂν ἄλλο τις εὕροι πλὴν ὅτι οὐχ ὅπως δώσουσι δίκην ὧν ἂν ὑμεῖς καταγνῶτʼ ἐσκόπει, ἀλλʼ ὅπως μή.2

然而,他究竟为何顾虑而不明确补写上: “官员当将败诉之债务人予以羁押,直至其提供担保人为止”? 难道这不合乎正义吗?我深知你们所有人都会说这是公正的。抑或此举违反了某部法律?绝非如此,这恰恰是唯一符合法律的措施。那么究竟是为何呢?任何人除了得出以下结论外绝无他想:他所考虑的,绝非他们应当如何为你们所判决的罪行服罪,而是他们当如何不服罪。

§82

εἶτα πῶς γέγραπται μετὰ ταῦτα; καθιστάναι τοὺς ἐγγυητὰς ἦ μὴν ἐκτείσειν τὸ ἀργύριον ὃ ὦφλεν. ἐνταυθὶ πάλιν τῶν ἱερῶν μὲν χρημάτων τὴν δεκαπλασίαν ὑφῄρηται, τῶν δʼ ὁσίων, ὁπόσων ἐν τῷ νόμῳ διπλασιάζεται, τὸ ἥμισυ. πῶς δὴ τοῦτο ποιεῖ; γράψας ἀντὶ μὲν τοῦ τιμήματος τὸ ἀργύριον, ἀντὶ δὲ τοῦ τὸ γιγνόμενον, ὃ ὦφλεν.

那么在此之后又是如何写的呢? “提供担保人保证确将偿还其所欠之金额。” 在此处,对于圣款,他再次盗匿了十倍的罚金;对于世俗款项,凡法律规定加倍的,他盗匿了一半。那么他是如何做到这点的呢?就是通过写下“金额”以替代“评定之罚金”,并写下“其所欠之额”以替代“依法产生之额”。

§83

διαφέρει δὲ τί; εἰ μὲν ἔγραψε καθιστάναι τοὺς ἐγγυητὰς ἦ μὴν ἐκτείσειν τὸ τίμημα τὸ γιγνόμενον,3 προσπεριειλήφει τοὺς νόμους ἂν καθʼ οὓς τὰ μὲν διπλᾶ, τὰ δὲ καὶ δεκαπλᾶ γίγνεται τῶν ὀφλημάτων· ὥστʼ ἐκ τούτων ἦν ἀνάγκη τοῖς ὀφλοῦσιν τὸ γεγραμμένον τʼ ἐκτίνειν καὶ τὰς ἐκ τῶν νόμων προσούσας ζημίας καταβάλλειν. νῦν δʼ ἐν τῷ γράψαι τὴν κατάστασιν εἶναι τῶν ἐγγυητῶν ἦ μὴν ἐκτείσειν τὸ ἀργύριον ὃ ὦφλεν, ἐκ τῆς λήξεως καὶ τῶν γραμμάτων ἐφʼ οἷς ἕκαστος εἰσήχθη ποιεῖ τὴν ἔκτισιν, ἐν οἷς πᾶσιν ἁπλοῦν ὅ τις ὦφλεν ἀργύριον γέγραπται.

而这有何区别呢?如果他写的是提供担保人保证确将偿还依法产生之评定罚金,他就会把那些规定债务加倍乃至十倍的法律一并包含在内;这样一来,败诉欠款者便必然既要偿还文书上所写的款项,又要缴纳依据法律所追加的罚金。然而如今,在他写下“准予提供担保人保证确将偿还其所欠之金额”之后,他使得赔偿完全依凭起诉书和每个人被带上法庭时所根据的文书来进行,而在所有这些文书中,所写的仅仅是被判欠款者所欠的单倍金额。

§84

μετὰ ταῦτα τοίνυν τηλικοῦτο πρᾶγμʼ ἀνελὼν ἐν τῇ τῶν ῥημάτων μεταθέσει, προσέγραψεν τοὺς δὲ προέδρους ἐπιχειροτονεῖν ἐπάναγκες, ὅταν τις καθιστάναι βούληται, παρὰ πάντα τὸν νόμον οἰόμενος δεῖν σῴζειν τὸν ἠδικηκότα καὶ τὸν ἐν ὑμῖν ἑαλωκότα. δοὺς γὰρ ὅταν βούληται τὴν κατάστασιν αὐτῷ τῶν ἐγγυητῶν, ἐπʼ ἐκείνῳ πεποίηκεν μηδέποτʼ ἐκτεῖσαι μηδὲ δεθῆναι.

在此之后,他在通过调换词句取消了如此重大的事项后,又追加写道: “无论何时若有人意欲提供担保人,主席团必须将此付诸表决,”他通篇法律都自以为应当拯救违法者以及在你们面前被定罪之人。因为他既然准许其随时意欲提供担保人即可提供,便使得他完全可以自行决定既不偿付亦不被监禁。

§85

τίς γὰρ οὐ ποριεῖται φαύλους ἀνθρώπους, οὓς ὅταν ὑμεῖς ἀποχειροτονήσητʼ ἀπηλλάξεται; ἐὰν γάρ τις ὡς οὐ καθιστάντα τοὺς ἐγγυητὰς ἀξιοῖ δεδέσθαι, φήσει καὶ καθιστάναι καὶ καταστήσειν, καὶ δείξει τὸν τούτου νόμον, ὃς καθιστάναι μὲν ὅταν βούληται κελεύει, φυλάττειν δὲ τέως οὐ λέγει, οὐδʼ, ἂν ἀποχειροτονήσηθʼ ὑμεῖς τοὺς ἐγγυητάς, προστάττει δεδέσθαι, ἀλλʼ ὡς ἀληθῶς ὥσπερ ἀλεξιφάρμακόν ἐστι τοῖς ἀδικεῖν βουλομένοις.

因为谁会不找来一些卑劣之徒,一旦你们举手否决,他便可扬长而去?如果有人以未提供担保人为由要求将其监禁,他就会说自己正在提供且将要提供,并出示此人的法律——该法律命令他随其意愿提供,却未规定在此期间予以羁押,甚至在你们投票否决担保人时亦未勒令将其监禁,而是当真犹如企图作恶之人的护身符。

§86

τῷ δὲ καταστήσαντι φησὶ τοὺς ἐγγυητάς, ἐὰν ἀποδιδῷ τῇ πόλει τὸ ἀργύριον. πάλιν ἐνταῦθʼ ἐπέμεινʼ ἐπὶ τοῦ κακουργήματος ὃ μικρῷ πρότερον εἶπον, καὶ οὐκ ἐπελάθετο, οὐδʼ ἔγραψε τὸ τίμημα τὸ γιγνόμενον, ἀλλὰ τὸ ἀργύριον ὃ ὦφλεν, ἐὰν ἀποδιδῷ, ἀφεῖσθαι τοῦ δεσμοῦ.

“对于已提供担保人者,”他说,“若其向城邦偿还该金额。” 在此处,他再次坚持我方才所提到的奸计,并未遗忘,亦未写上“依法产生之评定罚金”,而是写若偿还“其所欠之金额”,便免予监禁。

§87

ἐὰν δὲ μὴ καταβάλῃ τὸ ἀργύριον ἢ αὐτὸς ἢ οἱ ἐγγυηταὶ ἐπὶ τῆς ἐνάτης πρυτανείας, τὸν μὲν ἐξεγγυηθέντα δεδέσθαι, τῶν δʼ ἐγγυητῶν δημοσίαν εἶναι τὴν οὐσίαν. ἐν δὴ τῷ τελευταίῳ τούτῳ παντελῶς αὐτὸς αὑτοῦ κατήγορος, ὡς ἀδικεῖ, γεγονὼς φανήσεται. οὐ γὰρ ὅλως τὸ δεδέσθαι τινὰ τῶν πολιτῶν αἰσχρὸν ἢ δεινὸν νομίσας ἀπεῖπε μὴ δεῖν,4 ἀλλὰ τὸν καιρὸν ἐν ᾧ τὸν ἠδικηκότʼ ἐνῆν παρόντα λαβεῖν ἐκκλέψας, τοὔνομα μὲν τῆς τιμωρίας ἔλιπεν τοῖς ἀδικουμένοις ὑμῖν, τὸ δʼ ἔργον ἀφείλετο. καὶ παρʼ ἀκόντων ἔδωκʼ ἄφεσιν τοῖς τὰ ὑμέτερʼ ἀξιοῦσιν ἔχειν βίᾳ, καὶ μόνον οὐ προσέγραψε δίκην ἐξεῖναι λαχεῖν αὐτῷ κατὰ τῶν δικαστῶν τῶν προστιμησάντων τοῦ δεσμοῦ.

“但若其本人或担保人未在第九主席团任期内缴纳该金额,获保释者当被监禁,担保人之财产当予没收。” 正是在这最后一条中,他将完全显明为控告自己行不义之举的人。因为他绝非由于认为任何公民遭受监禁全然可耻或可怕才下令不得监禁,而是通过窃夺原本可以当场缉拿违法者的良机,给遭受不公的你们仅仅留下了惩罚的虚名,却剥夺了惩罚的实效。并且他违背你们的意愿,把宽宥给予了那些妄图强占你们财产的人,他只差没有明文补上一条:准许其向追加其监禁刑罚的审判官提起诉讼。

语法注4 条
  1. 80κελεύοντος μὲν τούτου ἐν τῷ δήμῳ καθιστάναι τοὺς ἐγγυητάς, ἀδυνάτου δʼ ὄντος αὐθημερὸν ἐκκλησίαν ἅμα καὶ δικαστήριον γενέσθαι, οὐδαμοῦ δʼ ἐπιτάττοντος φυλάττειν τέως ἂν καταστήσῃ τοὺς ἐγγυητάς

    这是一连串属格绝对结构(genitive absolute),用以说明前文修辞反问句(“哪个官员会去移交?”“谁会去接收?”)的原因与背景。κελεύοντος 与 οὐδαμοῦ δʼ ἐπιτάττοντος 的逻辑主语是提摩克拉底(τούτου),而中间的 ἀδυνάτου δʼ ὄντος 则为无人称属格绝对结构(“由于绝无可能”)。

  2. 81οὐχ ὅπως δώσουσι δίκην ὧν ἂν ὑμεῖς καταγνῶτʼ ἐσκόπει, ἀλλʼ ὅπως μή

    由动词 ἐσκόπει(图谋、考虑)引导的表示努力或目的的 ὅπως 从句结构。它构成了鲜明的对照:“不是考虑他们当如何服罪,而是考虑他们当如何不服罪”。末尾的 ἀλλʼ ὅπως μή 省略了动词短语(δώσουσι δίκην),承接前文并作了否定性的反转。

  3. 83τὸ τίμημα τὸ γιγνόμενον

    带有定语位置现在分词 γιγνόμενον 的法律术语性表达。它指的并非起诉书上最初记录的本金数额(τὸ ἀργύριον ὃ ὦφλεν),而是“依法累计产生/计算出的(双倍或十倍的)最终评定罚金”。演说者借此论证提摩克拉底故意回避该表述,以使债务人只需偿还单倍原始金额。

  4. 87ἀπεῖπε μὴ δεῖν

    具有禁止或否定含义的动词 ἀπεῖπε(禁止、拒绝)后接不定式短语,并附带有赘言性/同情性否定词 μή(pleonastic negative)。其含义为“他下令禁止监禁”(δεῖν 为动词 δέω“捆绑、监禁”的现在主动不定式),此处 μή 是用来加强 ἀπεῖπε 本身所含的否定意味,而非构成双重否定表肯定。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:80-87