- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:73-79
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
控告人指出提摩克拉底的法案溯及既往并推翻既判决决,其专横无异于寡头政体并严重侵犯司法权威,同时揭露了该法案在今后保释程序规定上的虚伪与欺瞒。
περὶ μὲν δὴ τῶν μελλόντων εἴ τι δίκαιον ἔπεισεν ὑμᾶς, οὐκ ἂν ἠδίκει· περὶ δʼ ὧν δικαστήριον ἔγνωκεν καὶ τέλος ἔσχηκεν, πῶς οὐ δεινὰ ποιεῖ νόμον εἰσφέρων διʼ οὗ ταῦτα λυθήσεται; ὥσπερ ἂν εἴ τις ἐάσας κύριον τὸν τούτου γενέσθαι νόμον γράψειʼ ἕτερον τοιόνδε1 καὶ εἴ τινες, ὠφληκότες χρήματα καὶ δεσμοῦ προστετιμημένον αὐτοῖς,2 ἐγγυητὰς κατέστησαν κατὰ τὸν νόμον, μὴ εἶναι τὴν διεγγύησιν αὐτοῖς, μηδὲ τὸ λοιπὸν ἐξεγγυᾶν μηδένα.
诚然,关于未来的事情,他若是说服你们通过某种公正的措施,他本不算是作恶;但是关于法庭已经作出判决并已告终结的事项,他提出一部借以撤销这些决定的法律,岂能不是骇人听闻的行径?这正如有人任凭此人的法律生效,却又起草了另一部如下内容的法律: “若有人已被判处罚款并追加监禁,且已依法提供了担保人,则对其保释不具有效力,今后任何人亦不得获准保释。”
ἀλλʼ οὔτε ταῦτα ποιήσειεν ἂν οὐδεὶς ὑγιαίνων, οἶμαι, σύ τʼ ἐκεῖνα λύων ἠδίκεις. χρῆν γὰρ αὐτόν, εἰ τὸ πρᾶγμʼ ἐνόμιζεν δίκαιον, ἐπὶ τοῖς ὕστερον γενησομένοις θεῖναι τὸν νόμον, καὶ μὴ συνενεγκόντʼ εἰς ταὐτὸ τὰ μέλλοντα τοῖς παρεληλυθόσιν καὶ τὰ μὴ δῆλα τοῖς φανεροῖς ἀδικήμασιν, εἶτʼ ἐπὶ πᾶσι γράψαι τὴν αὐτὴν γνώμην. πῶς γὰρ οὐ δεινὸν τῶν αὐτῶν ἠξιωκέναι δικαίων τοὺς ἐξεληλεγμένους ἀδικοῦντας τὴν πόλιν πρότερον καὶ τοὺς μηδʼ εἰ κρίσεως ἄξιον ἐργάσονταί τι δήλους;
然而,我想任何神志清醒的人都不会做出这种事,而你废止那些判决则是非正义的。因为如果他认为这件事情公正,就应当针对今后发生的事情立定法律,而不该把未来的事项与过去的事项混为一谈,把未经证实的行径与显而易见的罪行等同视之,然后对所有情况写下相同的规定。把过去已被证实侵害了城邦的人,与甚至尚不清楚是否会做出任何值得审判之事的人,视同享有完全相同的权利,岂能不是令人发指的吗?
καὶ μὴν κἀκεῖθεν ἴδοι τις ἂν ὡς δεινὸν πεποίηκεν τὸ θεῖναι περὶ τῶν παρεληλυθότων τὸν νόμον, εἰ λογίσαιτο παρʼ αὑτῷ τί ποτʼ ἐστὶν ᾧ νόμος ὀλιγαρχίας διαφέρει, καὶ τί δή ποθʼ οἱ μὲν ὑπὸ νόμων ἐθέλοντες ἄρχεσθαι σώφρονες καὶ χρηστοὶ νομίζονται, οἱ δʼ ὑπὸ τῶν ὀλιγαρχιῶν ἄνανδροι καὶ δοῦλοι.
此外,只要人们在心中深思一下,法律究竟在哪一点上有别于寡头政体,以及究竟为何甘愿受法律支配的人被视为明智善良,而受寡头统治支配的人被视为懦弱卑贱,便亦可从这一角度看出他就过去的事情立法是何等荒谬。
εὕροι γὰρ ἂν ὡς ἀληθῶς τοῦτο προχειρότατον, ὅτι τῶν μὲν ἐν ταῖς ὀλιγαρχίαις ἕκαστος καὶ τὰ πεπραγμένα λῦσαι καὶ περὶ τῶν μελλόντων ἃν αὐτῷ δοκῇ προστάξαι κύριός ἐστιν, οἱ δὲ νόμοι περὶ τῶν μελλόντων ἃ χρὴ γίγνεσθαι φράζουσιν, μετὰ τοῦ πεῖσαι τεθέντες ὡς συνοίσουσι τοῖς χρωμένοις. Τιμοκράτης τοίνυν ἐν δημοκρατουμένῃ τῇ πόλει νομοθετῶν τὴν ἐκ τῆς ὀλιγαρχίας ἀδικίαν εἰς τὸν αὑτοῦ νόμον μετήνεγκεν, καὶ περὶ τῶν παρεληλυθότων αὑτὸν κυριώτερον τῶν καταγνόντων δικαστῶν ἠξίωσε ποιῆσαι.
因为人们会发现,极其显然的事实确实在于:在寡头政体中,统治者中的每一个人不仅有权撤销既往之事,亦有权就未来的事项发号施令、为所欲为;而法律则是就未来应当发生之事做出规定,且是在说服人们确信其有益于遵行者之后才被确立的。然而,提摩克拉底在一个民主政体的城邦中立法,却把寡头政体的专横不义移植到自己的法律中,并妄图在涉及过去的事情上,使自己比定罪的审判官更具权威。
καὶ οὐ τοῦτο μόνον πεποίηκεν ὑβριστικόν, ἀλλὰ καὶ γέγραπται, ἢ τὸ λοιπὸν ἐάν τινι προστιμηθῇ δεσμοῦ, εἶναι καταστήσαντι τοὺς ἐγγυητάς, ἦ μὴν ἐκτείσειν, ἀφεῖσθαι. καίτοι χρῆν αὐτόν, εἰ τὸ δεδέσθαι δεινὸν ἡγεῖτο, μηδενὶ προστιμᾶν ὃς ἂν ὑμῖν ἐγγυητὰς καθιστῇ δεσμοῦ νομοθετῆσαι, μὴ προλαβόντα κατεγνωκότας ὑμᾶς τὸν δεσμὸν μηδʼ ἐχθρῶς διαθέντα πρὸς ὑμᾶς τὸν ἑαλωκότα, τηνικαῦτα ποιεῖν τὴν ἐξεγγύησιν.3 νυνὶ δʼ, ὥσπερ ἐνδεικνύμενος ὅτι, κἂν ὑμῖν δοκῇ δεδέσθαι τινά, αὐτὸς ἀφήσει, τοῦτον τὸν τρόπον τὸν νόμον εἰσήνεγκεν.
而且,他所犯下的狂妄之举不仅于此,该法中还写道: “或今后若有人被追加监禁,准许其在提供确将偿付之担保人后予以释放。” 然而,如果他认为遭受监禁是件可怕的事,他本应立定法律规定:对向你们提供担保人者,一律不得追加监禁;而不是在你们已经判定予以监禁、且已被定罪者已与你们结下仇怨之后,才在那时施行保释。而如今,他以这种方式提出法律,就仿佛是在公然宣称:即便你们认为某人应当被监禁,他自己也定要予以释放。
ἆρʼ οὖν τῷ δοκεῖ συμφέρειν τῇ πόλει τοιοῦτος νόμος ὃς δικαστηρίου γνώσεως αὐτὸς κυριώτερος ἔσται, καὶ τὰς ὑπὸ τῶν ὀμωμοκότων γνώσεις τοῖς ἀνωμότοις προστάξει λύειν; ἐγὼ μὲν οὐκ οἶμαι. φαίνεται τοίνυν ὁ τούτου νόμος ταῦτʼ ἔχων ἀμφότερα. ὥστʼ εἴπερ ὑμῶν ἑκάστῳ μέλει τι τῆς πολιτείας καὶ δεῖν οἴεται κυρίαν εἶναι τὴν αὑτοῦ γνώμην περὶ ὧν ἂν ὀμωμοκὼς ψηφίσηται, λυτέος καὶ οὐκ ἐατέος οὗτος ὁ τοιοῦτος νόμος κύριος νυνὶ γενέσθαι.
那么,难道有人会认为这样一部自身凌驾于法庭判决之上、并勒令未经宣誓之人去撤销宣誓者之判决的法律是有益于城邦的吗?我绝不这么认为。然而,此人的法律显然兼具这二者。因此,如果你们每个人都在意政制,并认为自己在宣誓后所作判决应当具有权威,那么这种法律就必须予以废止,绝不能任其在当下生效。
οὐ τοίνυν ἀπέχρησεν αὐτῷ τὰ δικαστήριʼ ἄκυρα ποιῆσαι τῶν προστιμημάτων, ἀλλʼ οὐδʼ ἃ δίκαιʼ ὡρίσατʼ αὐτὸς ἐν τῷ νόμῳ καὶ προσέταξε τοῖς ὠφληκόσιν, οὐδὲ ταῦθʼ ἁπλῶς οὐδʼ ἀδόλως φανήσεται γεγραφώς, ἀλλʼ ὡς ἂν μάλιστά τις ὑμᾶς ἐξαπατῆσαι καὶ παρακρούσασθαι βουλόμενος. σκέψασθε γὰρ ὡς γέγραφεν. Τιμοκράτης εἶπεν φησὶ καὶ εἴ τινι τῶν ὀφειλόντων τῷ δημοσίῳ προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα δεσμοῦ ἢ τὸ λοιπὸν προστιμηθῇ, εἶναι αὐτῷ ἢ ἄλλῳ ὑπὲρ ἐκείνου ἐγγυητὰς καταστῆσαι, οὓς ἂν ὁ δῆμος χειροτονήσῃ, ἦ μὴν ἐκτείσειν.
由此可见,使法庭对追加刑罚的判决失去效力,对他而言还嫌不足;甚至连他在法律中亲自规定的正义条款以及对负债者所下达的指令,也将显出他绝非写得坦荡真诚,反倒完全像是一个极力想欺骗愚弄你们的人所为。因为请审视他是如何写的: 提摩克拉底动议,他说,“凡依据法律或决议已被追加监禁之公款债务人,或今后被追加监禁者,准许其本人或他人代其提供经人民举手表决通过之担保人,保证确将偿还。”
- 73ὥσπερ ἂν εἴ τις ἐάσας κύριον τὸν τούτου γενέσθαι νόμον γράψειʼ ἕτερον τοιόνδε
此处为 ὥσπερ ἂν εἰ + 希求式(γράψειε,省略作 γράψειʼ)句式,用于引导假想的比喻(“正如有人起草……”)。分词 ἐάσας 兼具条件意味(“听凭……生效后”),表示先于主动词 γράψειε 的动作。
- 73δεσμοῦ προστετιμημένον αὐτοῖς
此为使用非人称中性完成时被动分词(προστετιμημένον)的宾格绝对结构(“已被追加监禁”)。动词 προστιμάω 意为“在主刑之外追加罚则”,刑罚内容由属格 δεσμοῦ 表达,承受者由与格 αὐτοῖς 表达。
- 77μὴ προλαβόντα κατεγνωκότας ὑμᾶς τὸν δεσμὸν μηδʼ ἐχθρῶς διαθέντα πρὸς ὑμᾶς τὸν ἑαλωκότα, τηνικαῦτα ποιεῖν τὴν ἐξεγγύησιν
承接前文 χρῆν αὐτόν 的宾格加不定式结构,其中 ποιεῖν 为核心不定式。否定词 μή(及连接后一分词的 μηδέ)否定以 ποιεῖν 为核心的不定式分句,τηνικαῦτα(“在那个时候”)复指与逻辑主语宾格 αὐτόν 一致的两个分词(προλαβόντα 与 διαθέντα),意为“他不应当在你们已经宣判监禁、且使被定罪者对你们怀有敌意之后,才在那时施行保释”。
