- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:8-14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
控告人叙述了安德罗提翁等人侵吞公款的案情经过,说明在议事会、公民大会和法庭已确立其归还公款责任的情况下,提摩克拉底如何提出不当法律来包庇他们。
τὸν δʼ εἰς τοιαῦτα καταστήσαντά μʼ ἀδίκως ἀδιάλλακτον ἐχθρὸν ἡγούμην. ἰδὼν δʼ ἠδικηκότα κοινῇ πᾶσαν τὴν πόλιν καὶ περὶ τὴν εἴσπραξιν τῶν εἰσφορῶν καὶ περὶ τὴν ποίησιν τῶν πομπείων, καὶ χρήματα πολλὰ τῆς θεοῦ καὶ τῶν ἐπωνύμων καὶ τῆς πόλεως ἔχοντα καὶ οὐκ ἀποδιδόντα, ἦλθον ἐπʼ αὐτὸν μετʼ Εὐκτήμονος, ἡγούμενος ἁρμόττοντʼ εἰληφέναι καιρὸν τοῦ βοηθῆσαί θʼ ἅμα τῇ πόλει καὶ τιμωρίαν ὑπὲρ ὧν ἐπεπόνθειν λαβεῖν· βουλοίμην δʼ ἂν ἐμέ τε τυχεῖν ὧν βούλομαι τοῦτόν τε παθεῖν ὧν ἄξιός ἐστι.
至于将我无端陷于如此险境之人,我向来视其为不可调和的仇敌。然而,见他在征收特别财产税以及制作巡游祭器两方面皆对全城邦普遍犯下罪行,侵吞属于女神、诸同名英雄以及城邦的大量钱财而不予归还,我便与欧克特蒙一同向他发难,认为自己抓住了既能援助城邦、又能为我所受之害实施报复的绝佳时机。我也希望我能得偿所愿,而此人亦能遭受其应得之惩罚。
τοῦ δὲ πράγματος οὐκέτʼ ὄντος ἀμφισβητησίμου, ἀλλὰ πρῶτον μὲν τῆς βουλῆς κατεγνωκυίας, εἶτα τοῦ δήμου μίαν ἡμέραν ὅλην ἐπὶ τούτοις αὐτοῖς ἀναλώσαντος, πρὸς δὲ τούτοις δικαστηρίοιν δυοῖν εἰς ἕνα καὶ χιλίους ἐψηφισμένων,1 ἐνούσης δʼ οὐδεμιᾶς ἔτʼ ἀποστροφῆς τοῦ μὴ τὰ χρήματʼ ἔχειν ὑμᾶς,2 Τιμοκράτης οὑτοσὶ τοσοῦθʼ ὑπερεῖδεν ἅπαντα τὰ πράγματα, ὥστε τίθησι τουτονὶ τὸν νόμον, διʼ οὗ τῶν ἱερῶν μὲν χρημάτων τοὺς θεούς, τῶν ὁσίων δὲ τὴν πόλιν ἀποστερεῖ, ἄκυρα δὲ τὰ γνωσθένθʼ ὑπὸ τῆς βουλῆς καὶ τοῦ δήμου καὶ τοῦ δικαστηρίου καθίστησιν, ἄδειαν δὲ τὰ κοινὰ διαρπάζειν τῷ βουλομένῳ πεποίηκεν.
然而,事情本已确凿无疑、不再存有争议,首先是议事会已作出有罪裁决,继而是公民大会就此事整整耗费了一整天,此外两个法庭共计一千零一人亦投票判决其有罪,再无任何使你们无法收回钱财的逃避借口,然而眼前的这位提摩克拉底竟对这一切事实轻蔑至此,以至于提出了这一法律,通过该法,他剥夺了神明的神圣财产以及城邦的世俗财产,使议事会、公民大会和法庭所作出的判决归于无效,并使任何企图掠夺公款之人皆得免受惩处。
ὑπὲρ δὴ τούτων ἁπάντων λύσιν εὑρίσκομεν ταύτην οὖσαν μόνην, εἰ γραψάμενοι τὸν νόμον καὶ εἰσαγαγόντες εἰς ὑμᾶς λῦσαι δυναίμεθα. ἐξ ἀρχῆς οὖν ἐν βραχέσιν τὰ πραχθέντα δίειμι πρὸς ὑμᾶς, ἵνα μᾶλλον μάθητε καὶ παρακολουθήσητε τοῖς περὶ τὸν νόμον αὐτὸν ἀδικήμασιν.
针对这一切,我们发现唯一的解决之道,乃是若能对该法律提起违法公诉,将其带到你们面前予以废除。因此,我将从头向你们简述事情的原委,以便你们能更好地理解并把握关于该法律本身的种种罪行。
ψήφισμʼ εἶπεν ἐν ὑμῖν Ἀριστοφῶν ἑλέσθαι ζητητάς, εἰ δέ τις οἶδέν τινʼ ἢ τῶν ἱερῶν ἢ τῶν ὁσίων χρημάτων ἔχοντά τι τῆς πόλεως, μηνύειν πρὸς τούτους. μετὰ ταῦτʼ ἐμήνυσεν Εὐκτήμων ἔχειν Ἀρχέβιον καὶ Λυσιθείδην τριηραρχήσαντας χρήματα Ναυκρατιτικά, τίμημα τάλαντʼ ἐννέα καὶ τριάκοντα μνᾶς. προσῆλθε τῇ βουλῇ, προβούλευμʼ ἐγράφη. μετὰ ταῦτα γενομένης ἐκκλησίας προὐχειροτόνησεν ὁ δῆμος.
阿里斯托丰曾向你们提议一项决议案,选举调查官,若有人知晓何人占有属于城邦的神圣或世俗财产,当向他们检举。此后,欧克特蒙检举曾任三列桨座战船船长的阿尔克比奥斯和吕西忒得斯占有一批来自瑙克拉提斯的财物,估价为九塔兰同三十明那。他前往议事会,预案得以起草。随后公民大会召开,民众进行了初步表决。
ἀναστὰς Εὐκτήμων ἔλεγʼ ἄλλα τε πολλὰ καὶ διεξῆλθεν πρὸς ὑμᾶς ὡς ἔλαβʼ ἡ τριήρης τὸ πλοῖον ἡ Μελάνωπον ἄγουσα καὶ Γλαυκέτην καὶ Ἀνδροτίωνα πρεσβευτὰς ὡς Μαύσωλον, ὡς ἔθεσαν τὴν ἱκετηρίαν ὧν ἦν τὰ χρήμαθʼ ἅνθρωποι, ὡς ἀπεχειροτονήσαθʼ ὑμεῖς μὴ φίλιʼ εἶναι3 τότε, ἀνέμνησεν ὑμᾶς, τοὺς νόμους ἀνέγνω καθʼ οὓς τοῦτον τὸν τρόπον πραχθέντων τῆς πόλεως γίγνεται τὰ χρήματα.
欧克特蒙起立发言,陈述了许多其他事项,向你们详细叙述了那艘载着梅拉诺普斯、格劳克忒斯和安德罗提翁出使毛索洛斯的三列桨座战船是如何捕获那艘货船的;那些财物的主人又是如何放置求庇护者的橄榄枝的;你们当时又是如何举手投票决议那些财物不属于友邦财产的;他向你们重申了这些过往,并宣读了法律,依此法律,在如此情形下所获之财物当归城邦所有。
ἐδόκει δίκαια λέγειν ὑμῖν ἅπασιν. ἀναπηδήσας Ἀνδροτίων καὶ Γλαυκέτης καὶ Μελάνωπος (καὶ ταυτὶ σκοπεῖτʼ ἂν ἀληθῆ λέγω) ἐβόων, ἠγανάκτουν, ἐλοιδοροῦντο, ἀπέλυον τοὺς τριηράρχους, ἔχειν ὡμολόγουν, παρʼ ἑαυτοῖς ζητεῖν ἠξίουν τὰ χρήματα. ταῦτʼ ἀκουσάντων ὑμῶν, ἐπειδή ποτʼ ἐπαύσανθʼ οὗτοι βοῶντες, ἔδωκε γνώμην Εὐκτήμων ὡς δυνατὸν δικαιοτάτην, ὑμᾶς μὲν εἰσπράττειν τοὺς τριηράρχους, ἐκείνοις δʼ εἶναι περὶ αὐτῶν εἰς τοὺς ἔχοντας ἀναφοράν·4 ἐὰν δʼ ἀμφισβητῆταί τι, ποιεῖν διαδικασίαν, τὸν δʼ ἡττηθέντα, τοῦτον ὀφείλειν τῇ πόλει. γράφονται τὸ ψήφισμα· εἰς ὑμᾶς εἰσῆλθεν· ἵνα συντέμω, κατὰ τοὺς νόμους ἔδοξεν εἰρῆσθαι καὶ ἀπέφυγεν. ἐνταῦθα τί προσῆκεν; τὰ μὲν χρήματʼ ἔχειν τὴν πόλιν, τὸν δʼ ἀποστεροῦντα κολάζειν· νόμου δʼ οὐδʼ ὁτιοῦν οὐδενὸς δήπου προσέδει. μέχρι μὲν δὴ τούτων οὐδὲν ἠδίκησθʼ ὑπὸ Τιμοκράτους τουτουί. μετὰ ταῦτα δὲ πάντʼ ἀνεδέξατʼ ἐφʼ αὑτὸν τὰ προειρημένα, καὶ πάντʼ ἠδικημένοι φανήσεσθʼ ὑπὸ τούτου· ταῖς γὰρ ἐκείνων τέχναις καὶ πανουργίαις μισθώσας αὑτὸν καὶ παρασχὼν ὑπηρέτην ἐφʼ αὑτὸν ἤγαγεν τἀδικήματα, ὡς ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω.
在你们所有人看来,他所言皆合乎情理。这时安德罗提翁、格劳克忒斯和梅拉诺普斯一跃而起(请核实我所言是否属实),大喊大叫、愤愤不平、肆意谩骂,宣称免除战船船长的责任,承认自己持有该款项,并要求向他们自己索取这笔钱。你们听了这番话,待他们终于停止叫嚣之后,欧克特蒙提出了一个极尽公正的提案:由你们向战船船长追索,而战船船长则对实际持有款项者拥有追偿权;若有任何争议,则举行裁决诉讼,败诉者当向城邦清偿这笔债务。 他们对该决议案提起公诉;案件提交到了你们面前;长话短说,该决议案被认定为依法提出,从而被判无罪。在那个时候,理当如何?城邦本该收回钱财,剥夺者应当受到惩罚;显然根本不需要任何法律。直到这一步为止,你们并未受到眼前这位提摩克拉底的任何侵害。然而此后,他将前述一切罪责揽于一身,你们将被证明在一切方面都受到了他的侵害;因为他将自己雇佣给那些人的伎俩与奸计,甘当仆从,从而将罪责引向了自身,这一点我将向你们确凿地证明。
- 9δικαστηρίοιν δυοῖν εἰς ἕνα καὶ χιλίους ἐψηφισμένων
在属格绝对结构中,主语 δικαστηρίοιν δυοῖν 为双数属格,而分词 ἐψηφισμένων 为复数属格与之相应。介词短语 εἰς ἕνα καὶ χιλίους 表示人数的总计(“合计达一千零一人”),指两个通常各约五百人的法庭联合组成一千零一人的联合法庭做出了表决。
- 9τοῦ μὴ τὰ χρήματʼ ἔχειν ὑμᾶς
修饰名词 ἀποστροφῆς(逃避途径、借口)的冠词属格不定式短语。由于由表示阻碍、回避的名词引导,不定式带有多余的否定词 μή,整体意为“使你们无法收回(占有)这笔款项的逃避借口”。
- 12ἀπεχειροτονήσαθʼ ὑμεῖς μὴ φίλιʼ εἶναι
动词 ἀποχειροτονέω(举手表决否决、拒绝)本身含有否定意义,其补足语不定式带有否定词 μή,表示公民大会表决认定该批财物“并非友邦财产(即敌性财产)”。这是依附于否定或拒绝类动词的不定式带 μή 的典型用法。
- 13ἀναφοράν
法律术语,意为“追偿权”或“责任转嫁”。指在公法上负有首要责任的战船船长先向城邦清偿,同时获得向实际占有货物的使节们进行追偿的法定权利。
