- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:1-7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指控提摩克拉底提出的违法提案削弱法庭权威以庇护侵吞公款者,并结合自己过去与安德罗提翁的诉讼纠葛,说明自己参与此项公诉的缘由。
τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες δικασταί, τοῦ παρόντος1 οὐδʼ ἂν αὐτὸν οἶμαι Τιμοκράτην εἰπεῖν ὡς αἴτιός ἐστιν ἄλλος τις αὐτῷ πλὴν αὐτὸς αὑτῷ. χρημάτων γὰρ οὐκ ὀλίγων ἀποστερῆσαι βουλόμενος τὴν πόλιν, παρὰ πάντας τοὺς νόμους νόμον εἰσήνεγκεν οὔτʼ ἐπιτήδειον οὔτε δίκαιον, ὦ ἄνδρες δικασταί· ὃς τὰ μὲν ἄλλʼ ὅσα λυμανεῖται καὶ χεῖρον ἔχειν τὰ κοινὰ ποιήσει, κύριος εἰ γενήσεται, τάχα δὴ καθʼ ἕκαστον ἀκούοντες ἐμοῦ μαθήσεσθε, ἓν δʼ, ὃ μέγιστον ἔχω καὶ προχειρότατον πρὸς ὑμᾶς εἰπεῖν, οὐκ ἀποτρέψομαι.
审判官诸位,关于眼前的这场诉讼,我想即便是提摩克拉底自己也不会说除他自己之外还有别人是给他招致此事的原因。因为他企图剥夺城邦不菲的钱财,竟违背所有的法律,提出了一项既不合宜也不公正的法律,审判官诸位。倘若该法生效,它将带来的一切其他损害以及使公共事务恶化到何种地步,你们稍后听我一一陈述自会明白;然而有一点,即我所掌握的最重大、最现成的要点,我绝不回避向你们说明。
τὴν γὰρ ὑμετέραν ψῆφον, ἣν ὀμωμοκότες περὶ πάντων φέρετε, λύει καὶ ποιεῖ τοῦ μηδενὸς ἀξίαν ὁ τουτουὶ νόμος, οὐχ ἵνα κοινῇ τι τὴν πόλιν ὠφελήσῃ (πῶς γάρ; ὅς γε, ἃ δοκεῖ συνέχειν τὴν πολιτείαν, τὰ δικαστήρια, ταῦτʼ ἄκυρα ποιεῖ τῶν προστιμημάτων τῶν ἐπὶ τοῖς ἀδικήμασιν ἐκ τῶν νόμων ὡρισμένων), ἀλλʼ ἵνα τῶν πολὺν χρόνον ὑμᾶς τινες ἐκκεκαρπωμένων καὶ πολλὰ τῶν ὑμετέρων διηρπακότων μηδʼ ἃ κλέπτοντες φανερῶς ἐλήφθησαν καταθῶσιν.
因为你们在起誓之后就一切事项所投下的选票,此人的法律竟予以废除并使之化为乌有,这绝不是为了在公共方面给城邦带来任何益处(怎么可能呢?毕竟这法律竟使被视为维系城邦政体的法庭,对于法律所规定的针对违法行为的追加刑罚失去效力),而是为了让那些长期盘剥你们、掠夺你们大量财产的某些人,甚至连他们被当场抓获所盗取的财物也不必退还。
καὶ τοσούτῳ ῥᾷόν ἐστʼ ἰδίᾳ τινὰς θεραπεύειν ἢ τῶν ὑμετέρων δικαίων προΐστασθαι, ὥσθʼ οὗτος μὲν ἔχει παρʼ ἐκείνων ἀργύριον καὶ οὐ πρότερον τοῦτον εἰσήνεγκε ὑπὲρ αὐτῶν τὸν νόμον, ἐμοὶ δʼ ἐν χιλίαις ὑπὲρ ὑμῶν ὁ κίνδυνος· τοσοῦτʼ ἀπέχω τοῦ λαβεῖν τι παρʼ ὑμῶν.
私下讨好某些人竟比捍卫你们的正当权益容易得多,以至于他从那些人那里得到了金钱,此前并未替他们提出这项法律,而我为了你们却冒着受罚一千德拉克马的危险;我距从你们这里获得任何东西竟是如此之遥远。
εἰώθασιν μὲν οὖν οἱ πολλοὶ τῶν πράττειν τι προαιρουμένων τῶν κοινῶν λέγειν ὡς ταῦθʼ ὑμῖν σπουδαιότατʼ ἐστὶν καὶ μάλιστʼ ἄξιον προσέχειν τούτοις, ὑπὲρ ὧν ἂν αὐτοὶ τυγχάνωσι ποιούμενοι τοὺς λόγους. ἐγὼ δʼ, εἴπερ τινὶ τοῦτο καὶ ἄλλῳ προσηκόντως εἴρηται, νομίζω κἀμοὶ νῦν ἁρμόττειν εἰπεῖν.
通常,多数选择参与公共事务的人总是习惯说,他们碰巧正在发言讨论的事情对你们而言是最重大的,最值得予以关注。但我认为,如果说这话曾由其他人合宜地说出过,那么我现在说出来也是完全恰当的。
τῶν γὰρ ὄντων ἀγαθῶν τῇ πόλει καὶ τοῦ δημοκρατουμένην καὶ ἐλευθέραν εἶναι ὡς ἄλλο τι τῶν νόμων αἰτιώτερόν ἐστιν,2 οὐδʼ ἂν ἕνʼ εἰπεῖν οἶμαι. περὶ τοίνυν αὐτοῦ τούτου νῦν ὑμῖν ἐστιν, πότερον δεῖ τοὺς μὲν ἄλλους νόμους, οὓς ἐπὶ τοῖς ἀδικοῦσι τὴν πόλιν ὑμεῖς ἀνεγράψατε, ἀκύρους εἶναι, τόνδε δὲ κύριον, ἢ τοὐναντίον τοῦτον μὲν λῦσαι, κατὰ χώραν δὲ μένειν τοὺς ἄλλους ἐᾶν. τὸ μὲν οὖν πρᾶγμα περὶ οὗ δεῖ νῦν ὑμᾶς γνῶναι, ὡς ἐν κεφαλαίῳ τις ἂν εἴποι, τοῦτʼ ἐστίν.
因为我想绝不会有任何人能够说,城邦所拥有的福祉以及维持民主与自由的地位,除了法律之外还有别的事物起着更根本的作用。因此,摆在你们面前的正是这同一个问题:究竟是应当让你们针对侵害城邦者所制定的其他法律失效而让这一法律生效,还是相反,应当废除这一法律而让其他法律原样保留。简而言之,这就是你们现在必须作出裁决的事情。
ἵνα δʼ ὑμῶν μηδεὶς θαυμάζῃ τί δή ποτʼ ἐγὼ μετρίως, ὥς γʼ ἐμαυτὸν πείθω, τὸν ἄλλον χρόνον βεβιωκὼς νῦν ἐν ἀγῶσι καὶ γραφαῖς δημοσίαις ἐξετάζομαι, βούλομαι μικρὰ πρὸς ὑμᾶς εἰπεῖν· ἔσται δὲ ταῦτʼ οὐκ ἄπο τοῦ πράγματος. ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, προσέκρουσʼ ἀνθρώπῳ πονηρῷ καὶ φιλαπεχθήμονι καὶ θεοῖς ἐχθρῷ, ᾧ τελευτῶσʼ ὅλη προσέκρουσεν ἡ πόλις, Ἀνδροτίωνα λέγω.
不过,为了让你们当中没有任何人奇怪,为何我平日自以为生活本分,如今却出现在公众诉讼和公诉审判中受审视,我希望向你们略述几句;这并非题外之话。雅典人诸位,因为我与一个卑劣、好生事端且为神明所憎恶的人发生了冲突,全城邦最终也与他发生了冲突——我指的是安德罗提翁。
καὶ τοσούτῳ δεινότερʼ Εὐκτήμονος ἠδικήθην ὑπʼ αὐτοῦ, ὥσθʼ ὁ μὲν Εὐκτήμων εἰς χρήματʼ ἔσθʼ ἃ κακῶς ἔπαθεν, ἐγὼ δʼ, εἰ κατώρθωσεν ἐκεῖνος ἣν ἐπʼ ἔμʼ ἦλθεν ὁδόν, οὐχ ὅτι τῶν ὄντων ἂν ἀπεστερήμην, ἀλλʼ οὐδʼ ἂν ἔζων,3 οὐδʼ ὃ κοινὸν ἅπασίν ἐστιν, ἀπαλλαγῆναι τοῦ βίου, ῥᾴδιον ἦν ἄν μοι. αἰτιασάμενος γάρ μʼ ἃ καὶ λέγειν ἄν τις ὀκνήσειεν εὖ φρονῶν, τὸν ἐμαυτοῦ πατέρʼ ὡς ἀπέκτονα,4 ἀσεβείας γραφὴν κατασκευάσας εἰς ἀγῶνα κατέστησεν. ἐν δὲ τούτῳ τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μεταλαβὼν ὦφλε χιλίας, ἐγὼ δʼ, ὥσπερ ἦν δίκαιον, μάλιστα μὲν διὰ τοὺς θεούς, ἔπειτα δὲ καὶ διὰ τοὺς δικάζοντας ὑμῶν ἐσώθην,
我受到他的侵害比起欧克特蒙要可怕得多:欧克特蒙只是在钱财上遭受了某些损失,而我,要是那人针对我所采取的手段得逞,我不仅会被剥夺全部家产,甚至连性命都难保,就连人人所共有的事——离开人世——对我而言也不会是容易的。因为他诬告了我那明理之人甚至难以启齿的罪名,诬称我杀害了自己的父亲,罗织不敬神罪的公诉将我推上法庭。然而在那场诉讼中,由于他未能获得五分之一的选票,被处以一千德拉克马的罚款,而我,正如理所应当的那样,首先由于神明、其次也由于你们当中担任审判官的人而得以保全。
- 1τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες δικασταί, τοῦ παρόντος
句首的属格 τοῦ ἀγῶνος... τοῦ παρόντος 既可理解为依附于后文 αἴτιός ἐστιν 的原因或关涉属格,但在句法上更起到先题提示的“关涉属格(genitive of reference)”作用,置于句首标示全句论题。
- 5τῶν γὰρ ὄντων ἀγαθῶν τῇ πόλει καὶ τοῦ δημοκρατουμένην καὶ ἐλευθέραν εἶναι ὡς ἄλλο τι τῶν νόμων αἰτιώτερόν ἐστιν
属格短语 τῶν ... ἀγαθῶν 与冠词不定式 τοῦ ... εἶναι 并列,作为依附于 αἰτιώτερον 的关涉/原因属格置于句首。其核心骨架为 οὐδʼ ἂν ἕνʼ εἰπεῖν οἶμαι ὡς ἄλλο τι τῶν νόμων αἰτιώτερόν ἐστιν(我想绝无人会说有别的事物是比法律更为根本的原因),先行的属格结构预先限定了法律作为原因所关涉的范畴。
- 7οὐχ ὅτι τῶν ὄντων ἂν ἀπεστερήμην, ἀλλʼ οὐδʼ ἂν ἔζων
οὐχ ὅτι ... ἀλλʼ οὐδέ 属于希腊语惯用关联句式,意为“不仅……甚至连……都不……”(相当于拉丁语 non modo ... sed ne ... quidem)。此处与带 ἄν 的直陈式过去时非真实条件句结果从句(ἀπεστερήμην, ἔζων)结合,表示“不仅我会被剥夺财产,甚至连性命都难保”。
- 7αἰτιασάμενος γάρ μʼ ἃ καὶ λέγειν ἄν τις ὀκνήσειεν εὖ φρονῶν, τὸν ἐμαυτοῦ πατέρʼ ὡς ἀπέκτονα
分词 αἰτιασάμενος 兼具双重宾格(人称宾格 μʼ 与事物宾格 ἃ...),并由作同位解释的 ὡς 从句(ὡς ἀπέκτονα)加以说明。其中原本属于 ὡς 从句内部宾语的 τὸν ἐμαυτοῦ πατέρʼ 被预先提取(prolepsis)至从句之外,置于主导句法的位置。
