← 狄摩西尼

控诉提摩克拉底

§15-22

提摩克拉底非法立法的经过与正当程序法

演说者谴责提摩克拉底在欧克特蒙胜诉后通过欺诈手段非法立法的行径,并要求当庭宣读规定正当立法程序的现行法律条文,以此揭露其违法的实质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15

ἀνάγκη δὲ πρῶτον ὑπομνῆσαι τοὺς χρόνους ὑμᾶς καὶ τὸν καιρὸν ἐν ᾧ τίθησι τὸν νόμον· καὶ γὰρ ὑβριστικῶς προσεκκεχλευακὼς ὑμᾶς φανήσεται. ἦν μὲν γὰρ σκιροφοριὼν μὴν ἐν ᾧ τὰς γραφὰς ἥττηντʼ ἐκεῖνοι τὰς κατὰ τοῦ Εὐκτήμονος· μισθωσάμενοι δὲ τοῦτον καὶ οὐδὲ παρεσκευασμένοι τὰ δίκαια ποιεῖν ὑμῖν κατὰ τὴν ἀγορὰν λογοποιοὺς καθίεσαν ὡς ἁπλᾶ μὲν ἕτοιμοι τὰ χρήματʼ ἐκτίνειν, διπλᾶ δʼ οὐ δυνήσονται.

首先,我必须向你们提起他提出该法律的日期和时机;因为人们将清楚看到,他竟以傲慢的姿态对你们进行了加倍的戏弄。事实上,正是在斯基罗弗里翁月,他们在针对欧克特蒙的公诉中败诉;而他们雇佣了此人,根本毫无向你们履行公道之事的打算,却在广场上散布造谣者,声称他们愿意赔偿本金,但绝无可能赔偿双倍。

§16

ἦν δὲ ταῦτʼ ἐνέδρα μετὰ χλευασίας καὶ κατασκευασμὸς ὑπὲρ τοῦ λαθεῖν τόνδε τὸν νόμον τεθέντα.1 μαρτυρεῖ δʼ ὅτι ταῦθʼ οὕτως ἔχει τοὔργον αὐτό· τῶν μὲν γὰρ χρημάτων ἐκείνοις τοῖς χρόνοις δραχμὴν οὐ κατέθηκαν ὑμῖν, νόμῳ δʼ ἑνὶ πλείστους ὑπάρχοντας ἀκύρους ἐποίησαν, καὶ τούτῳ τῶν πώποτʼ ἐν ὑμῖν τεθέντων αἰσχίστῳ καὶ δεινοτάτῳ.

然而,这不过是伴随着嘲弄的陷阱与蓄意谋划,其目的正是为了让这项法律在暗中得以通过。事实本身亦证明了这一点:因为在那个时期,他们不曾向你们交纳一德拉克马的款项,却凭着一条法律,使极其众多的现行法律归于无效,而且是通过在你们当中所曾立下的法律中最可耻、最恶劣的一条法律。

§17

βούλομαι δὴ μικρὰ διεξελθὼν περὶ τῶν κειμένων νόμων, καθʼ οὕς εἰσιν αἱ τοιαίδε γραφαί, περὶ αὐτοῦ τοῦ νόμου λέγειν ὃν γέγραμμαι· γενήσεσθε γὰρ εὐμαθέστεροι πρὸς τὰ λοιπὰ ταῦτα προακούσαντες. ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐν τοῖς οὖσι νόμοις ἡμῖν κυρίοις διωρισμένʼ ἀκριβῶς καὶ σαφῶς πάνθʼ ὅσα δεῖ ποιεῖν περὶ τῶν μελλόντων τεθήσεσθαι νόμων.

因此,我希望在简要考察了此类公诉所依据的现行法律之后,再来讨论我所起诉的该法律本身;因为预先听取了这些内容,你们对余下的事情将更容易理解。雅典的男人们,在我们现行有效的法律中,对于今后将要制定的法律所必须遵循的一切步骤,都作出了严密而清晰的规定。

§18

καὶ πρῶτον μὲν ἁπάντων χρόνος ἐστὶ γεγραμμένος, ἐν ᾧ προσήκει νομοθετεῖν· εἶτʼ οὐδὲ τόθʼ ὡς ἂν ἑκάστῳ δοκῇ δέδωκε τοῦτο πράττειν, ἀλλὰ προστάττει πρῶτον μὲν ἐκθεῖναι πρόσθεν τῶν ἐπωνύμων γράψαντα σκοπεῖν τῷ βουλομένῳ, μετὰ ταῦτʼ ἐπὶ πᾶσι τὸν αὐτὸν νόμον τιθέναι2 κελεύει, πρὸς τούτοις λύειν τοὺς ἐναντίους, ἄλλα περὶ ὧν οὐδὲν ἴσως ὑμᾶς κατεπείγει νῦν ἀκοῦσαι. ἂν δέ τις τούτων ἓν παραβῇ, τῷ βουλομένῳ δίδωσι γράφεσθαι.

首先,法律明文规定了适合立法的特定时间;其次,即便在那个时间,法律也不允许按各自的心意随心所欲地行事,而是下令首先必须书写成文,陈列于诸同名英雄像前,供任何愿意之人审阅,在此之后,要求对所有的人制定同样的法律,此外还要求废除互相抵触的法律,以及其他一些目前或许没有必要急于让你们听取的事项。若有人违犯了其中任何一项,法律便赋予任何愿意之人提起公诉的权利。

§19

εἰ μὲν οὖν μὴ πᾶσιν ἦν ἔνοχος τούτοις Τιμοκράτης, καὶ παρὰ πάντα ταῦτʼ εἰσενηνόχει τὸν νόμον, ἓν ἂν αὐτοῦ τις ἐποιεῖτο κατηγόρημα, ὅ τι δήποτε τοῦτʼ ἦν· νῦν δʼ ἀνάγκη καθʼ ἕκαστον, χωρὶς περὶ ἑκάστου διελόμενον, λέγειν. πρῶτον μὲν οὖν, ὅπερ ἠδίκησε πρῶτον, τοῦτʼ ἐρῶ, ὡς παρὰ πάντας τοὺς νόμους ἐνομοθέτει, εἶτα τῶν ἄλλων ἑξῆς ὅ τι ἂν βουλομένοις ὑμῖν ἀκούειν ᾖ. καί μοι λαβὲ τουτουσὶ τοὺς νόμους καὶ ἀνάγνωθι· φανήσεται γὰρ τούτων οὐδὲν πεποιηκώς. προσέχετʼ, ἄνδρες δικασταί, τὸν νοῦν ἀναγιγνωσκομένοις τοῖς νόμοις. ΕΠΙΧΕΙΡΟΤΟΝΙΑ ΝΟΜΩΝ. "ἐπὶ δὲ τῆς πρώτης πρυτανείας τῇ ἑνδεκάτῃ ἐν τῷ δήμῳ, ἐπειδὰν εὔξηται ὁ κῆρυξ, ἐπιχειροτονίαν ποιεῖν τῶν νόμων, πρῶτον μὲν περὶ τῶν βουλευτικῶν, δεύτερον δὲ τῶν κοινῶν, εἶτα οἳ κεῖνται τοῖς ἐννέα ἄρχουσιν, εἶτα τῶν ἄλλων ἀρχῶν. ἡ δὲ χειροτονία ἔστω ἡ προτέρα, ὅτῳ δοκοῦσιν ἀρκεῖν οἱ νόμοι οἱ βουλευτικοί, ἡ δʼ ὑστέρα, ὅτῳ μὴ δοκοῦσιν· εἶτα τῶν κοινῶν κατὰ ταὐτά. τὴν δʼ ἐπιχειροτονίαν εἶναι τῶν νόμων κατὰ τοὺς νόμους τοὺς κειμένους."

因此,如果提摩克拉底并非对所有这些条款都负有罪责,且并非违反了这一切程序而引入该法,人们本可以只针对他提出单一的一项指控,不论那是什么;但现在,我们不得不分别将每一项区分开来,逐一加以陈述。首先,我将说明他最先犯下的罪行,即他是如何违反所有的法律来进行立法的,然后依次陈述其余事项,只要是你们愿意听取的。请为我拿起这些法律并宣读它们;因为事实将表明,他根本未曾遵守其中的任何一条。审判官们,请在宣读法律时专心听取。 法律的表决确认“在第一行政管区主席团任期内的第十一天,在公民大会上,传令官祈祷完毕之后,当就各项法律举行表决确认:首先关于议事会法律,其次关于通用法律,再者关于为九执政官设立的法律,再者关于其他各官职的法律。第一次表决是针对认为议事会法律充分适用的,第二次表决针对认为不充分适用的;随后对通用法律亦依同样方式进行。对法律的表决确认当依照现行法律举行。”

§21

"ἐὰν δέ τινες τῶν νόμων τῶν κειμένων ἀποχειροτονηθῶσι, τοὺς πρυτάνεις, ἐφʼ ὧν ἂν ἡ ἐπιχειροτονία γένηται, ποιεῖν περὶ τῶν ἀποχειροτονηθέντων τὴν τελευταίαν τῶν τριῶν ἐκκλησιῶν· τοὺς δὲ προέδρους, οἳ ἂν τυγχάνωσι προεδρεύοντες ἐν ταύτῃ τῇ ἐκκλησίᾳ, χρηματίζειν ἐπάναγκες πρῶτον μετὰ τὰ ἱερὰ περὶ τῶν νομοθετῶν, καθʼ ὅ τι καθεδοῦνται, καὶ περὶ τοῦ ἀργυρίου, ὁπόθεν τοῖς νομοθέταις ἔσται· τοὺς δὲ νομοθέτας εἶναι ἐκ τῶν ὀμωμοκότων τὸν ἡλιαστικὸν ὅρκον."

“若现行法律中有若干条被投票否决,举行表决确认时的行政管区主席团当就所否决的法律召集三次公民大会中的最后一次;在该次公民大会中恰巧担任大会主席团成员者,必须在献祭之后首先处理有关立法委员的事项,即他们将以何种条件就座审议,以及有关经费问题,即发给立法委员的款项从何处出;立法委员当选自已宣誓履行赫利埃亚陪审官誓词之人。”

§22

"ἐὰν δʼ οἱ πρυτάνεις μὴ ποιήσωσι κατὰ τὰ γεγραμμένα τὴν ἐκκλησίαν ἢ οἱ πρόεδροι μὴ χρηματίσωσι, ὀφείλειν τῶν μὲν πρυτάνεων ἕκαστον χιλίας δραχμὰς ἱερὰς τῇ Ἀθηνᾷ, τῶν δὲ προέδρων ἕκαστος ὀφειλέτω τετταράκοντα δραχμὰς ἱερὰς τῇ Ἀθηνᾷ. καὶ ἔνδειξις αὐτῶν ἔστω πρὸς τοὺς θεσμοθέτας, καθάπερ ἐάν τις ἄρχῃ ὀφείλων τῷ δημοσίῳ· οἱ δὲ θεσμοθέται τοὺς ἐνδειχθέντας εἰσαγόντων εἰς τὸ δικαστήριον κατὰ τὸν νόμον, ἢ μὴ ἀνιόντων εἰς Ἄρειον πάγον, ὡς καταλύοντες τὴν ἐπανόρθωσιν τῶν νόμων.3"

“若行政管区主席团未依照明文召集公民大会,或大会主席团成员未予立案讨论,则行政管区主席团每人当欠下归于雅典娜女神的一千德拉克马神圣债务,而大会主席团成员每人当欠下归于雅典娜女神的四十德拉克马神圣债务。对于他们,当如同对待欠下国库债务而任官者一般,向司法律令官提起检举;司法律令官当依照法律将被检举者引渡至法庭,否则不得升入战神山议事会,因其破坏了法律的修正机制。”

语法注3 条
  1. 16ὑπὲρ τοῦ λαθεῖν τόνδε τὸν νόμον τεθέντα

    介词 ὑπέρ 后接属格冠词引导的不定式 τοῦ λαθεῖν,用于表达目的(“为了……”)。不定式 λαθεῖν 源自动词 λανθάνω(避人耳目、不被发觉),其后带补充性分词 τεθέντα(τίθημι 的第一不定过去被动分词)及其宾格逻辑主语 τόνδε τὸν νόμον,构成 λανθάνω +分词的固定结构,意为“使该法律在神不知鬼不觉中得以制定”。

  2. 18ἐπὶ πᾶσι τὸν αὐτὸν νόμον τιθέναι

    与格短语 ἐπὶ πᾶσι 意为“对所有人普遍地”或“一律适用于所有人”。这一表述体现了雅典法中禁止针对特定个人制定专门法律(νόμος ἐπʼ ἀνδρί)的核心原则,要求一切立法必须是无差别适用于全体公民的普遍性法律。

  3. 22ἢ μὴ ἀνιόντων εἰς Ἄρειον πάγον, ὡς καταλύοντες τὴν ἐπανόρθωσιν τῶν νόμων

    动词形式 ἀνιόντων 为现在时第三人称复数命令语气(词尾 -ντων),表示法律上的禁止命令(“不得升入”)。随后的主格复数分词 καταλύοντες 与该分句的主语 οἱ θεσμοθέται(司法律令官们)一致,与连接词 ὡς(意为“因被视为……”)连用,陈述了阻碍其升入战神山议事会的法律罪由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:15-22