← 狄摩西尼

控诉提摩克拉底

§65-72

自相矛盾立法的危害与推翻判决条款的宣读

演说者痛斥提摩克拉底厚颜提出与其早先立法自相矛盾的法案,指出该法案不仅损害公众利益且姑息罪犯,并让书记员宣读法案开端,以揭露其企图推翻既往合法判决的溯及效力之恶行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§65

καίτοι τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκεῖ λήμματος ἢ τί ποιεῖν ἂν ὀκνῆσαι κέρδους εἵνεκα,1 ὅστις ἐναντίʼ αὐτὸς αὑτῷ νομοθετεῖν ἠξίωσεν, οὐδὲ τοῖς ἄλλοις τῶν νόμων ἐώντων;2 ἐμοὶ μὲν γὰρ εἵνεκʼ ἀναιδείας ὁ τοιοῦτος δοκεῖ πᾶν ἂν ἑτοίμως ἔργον ποιῆσαι. ὥσπερ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν περὶ τἄλλα κακούργων τοὺς ὁμολογοῦντας ἄνευ κρίσεως κολάζειν οἱ νόμοι κελεύουσιν, οὕτω δίκαιον καὶ τούτου, ἐπειδὴ τοὺς νόμους κακουργῶν εἴληπται, μὴ δόντας λόγον μηδʼ ἐθελήσαντας ἀκοῦσαι καταψηφίσασθαι· ὡμολόγηκε γὰρ θατέρῳ νόμῳ τόνδε τιθεὶς ἀδικεῖν.

况且,在法律甚至不允许〔立定〕与其他人〔相抵触之法〕的情况下,一个竟敢自己立定与自己相抵触之法的人,在你们看来会抵制何种不义之财,又会为了利益而对做何事有所顾忌呢?在我看来,这样的人出于无耻,完全会欣然做出任何勾当。因此,雅典人啊,正如法律规定对其他犯有恶行而供认不讳之人无须审讯便予以惩处一样,既然此人在破坏法律上人赃俱获,你们不再给他辩白的机会,也不愿听他申辩而直接投票定罪,也是理所应当的;因为他在制定这部法律时与自己的另一部法律相悖,便已承认了罪责。

§66

ὅτι μὲν τοίνυν καὶ παρὰ τούτους τοὺς νόμους καὶ παρὰ τοὺς προειρημένους, καὶ μικροῦ δέω παρὰ πάντας εἰπεῖν τοὺς ὄντας ἐν τῇ πόλει, τέθηκε τὸν νόμον, οἶμαι δῆλον ἅπασιν ὑμῖν εἶναι. θαυμάζω δʼ αὐτοῦ τί ποτε καὶ τολμήσει λέγειν περὶ τούτων. οὔτε γὰρ ὡς οὐκ ἐναντίος ἔσθʼ ὁ νόμος τοῖς ἄλλοις δεικνύειν ἕξει, οὔθʼ ὡς διʼ ἀπειρίαν ἰδιώτην αὐτὸν ὄντα τοῦτʼ ἔλαθεν δύναιτʼ ἂν πεῖσαι· πάλαι γὰρ μισθοῦ καὶ γράφων καὶ νόμους εἰσφέρων ὦπται.

由此可见,他制定此法违背了这些法律,违背了前面提到的法律,我几乎可以说违背了城邦现存的全部法律,这对你们大家来说是显而易见的。然而我感到好奇的是,关于这些他究竟敢说些什么。因为他既不能证明这部法律不与其余法律相抵触,也无法说服你们说这是因为他缺乏经验、是个素人而疏忽所致;因为大家早就看到他为了酬劳而草拟决议并提出法案。

§67

καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔνεστιν αὐτῷ, ἀδίκημα μὲν εἶναι τὸ πρᾶγμʼ ὁμολογῆσαι, συγγνώμης δὲ τυχεῖν ἀξιοῦν· οὐ γὰρ ἄκων οὐδʼ ὑπὲρ ἠτυχηκότων οὐδʼ ὑπὲρ συγγενῶν καὶ ἀναγκαίων αὐτῷ τεθηκὼς φαίνεται τὸν νόμον, ἀλλʼ ἑκὼν ὑπὲρ μεγάλʼ ἠδικηκότων ὑμᾶς, οὐδὲν προσηκόντων αὐτῷ, πλὴν εἰ συγγενεῖς ὑπολαμβάνειν φησὶν τοὺς μισθουμένους αὐτόν.

而且,他甚至不可能采取这样一种策略:承认事情确属违法,却要求获得宽恕;因为他显然既非出于无心,也非为了身遭不幸之人,抑或为了自己的亲属密友而制定此法,而是蓄意为了那些极大地侵害了你们、且与他毫无瓜葛的人而立法的——除非他声称把付给他酬金的人当成了亲属。

§68

ὡς τοίνυν οὐδʼ ἐπιτήδειον νόμον ὑμῖν οὐδὲ συμφέροντʼ εἰσενήνοχεν, τοῦτʼ ἤδη πειράσομαι νυνὶ δεικνύειν. οἶμαι δὴ πάντας ἂν ὑμᾶς ὁμολογῆσαι, δεῖν τὸν ὀρθῶς ἔχοντα νόμον καὶ συνοίσειν μέλλοντα τῷ πλήθει πρῶτον μὲν ἁπλῶς καὶ πᾶσι γνωρίμως γεγράφθαι, καὶ μὴ τῷ μὲν εἶναι ταυτὶ περὶ αὐτοῦ νομίζειν, τῷ δὲ ταυτί. ἔπειτʼ εἶναι δυνατὰς τὰς πράξεις ἃς δεῖ γίγνεσθαι διὰ τοῦ νόμου· εἰ γὰρ αὖ καλῶς μὲν ἔχοι, μὴ δυνατὸν δέ τι φράζοι, εὐχῆς, οὐ νόμου διαπράττοιτʼ ἂν ἔργον.

那么,他所提出的法律对你们既不合适也无利益,我现在就将着手证明这一点。我想你们大家都会承认,一部良好的、注定有益于大众的法律,首先必须写得简明易懂、人尽皆知,而不致使一人对它有这般理解,另一人又有那般理解;其次,依靠法律所需采取的行动必须切实可行;因为若是一部法律形式完备,却规定了不可能办到的事,那它起到的就只是祈愿的作用,而非法律的功用了。

§69

πρὸς δὲ τούτοις μηδενὶ τῶν ἀδικούντων φαίνεσθαι μηδεμίαν διδόντα ῥᾳστώνην. εἰ γὰρ δημοτικόν τις ὑπείληφεν τὸ πράους εἶναι τοὺς νόμους, τίσιν τούτοις προσεξεταζέτω, κἄνπερ ὀρθῶς βούληται σκοπεῖν, εὑρήσει τοῖς κρίνεσθαι μέλλουσιν, οὐ τοῖς ἐξεληλεγμένοις· ἐν μὲν γὰρ τοῖς ἄδηλον εἴ τις ἔστʼ ἀδίκως διαβεβλημένος, τοῖς δʼ οὐδὲ λόγος λείπεται τὸ μὴ οὐ πονηροῖς εἶναι.3

此外,它还绝不能对作恶之人显露出给予任何通融。因为如果有人认为法律宽和是符合民主原则的,那就请他进一步审查这宽和究竟应当施加给谁;如果他愿意正当考量,就会发现它应当施加给即将受审的人,而不是已经定罪的人。因为在前者当中,尚不清楚是否有人蒙受了不公正的诬告;而对后者而言,甚至连证明自己不是恶徒的片语只字都不复存在了。

§70

τούτων τοίνυν ὧν διεξελήλυθʼ ἐγὼ νῦν οὐδʼ ὁτιοῦν οὗτος ἔχων ὁ νόμος φανήσεται, τἀναντία δʼ ἑξῆς πάντα. πολλαχόθεν μὲν οὖν ἄν τις ἔχοι τοῦτο διδάσκειν, μάλιστα δὲ τὸν νόμον αὐτὸν ὃν τέθηκε διεξιών. ἔστι γὰρ οὐ τὸ μὲν αὐτοῦ καλῶς κείμενον, τὸ δʼ ἡμαρτημένον, ἀλλʼ ὅλος ἐξ ἀρχῆς, ἀπὸ τῆς πρώτης συλλαβῆς μέχρι τῆς τελευταίας, ἐφʼ ὑμῖν κεῖται.4

然而,在我方才详述的这些原则中,这部法律将被证明毫无半点具备,反而是自始至终皆与之一一背道而驰。人们尽可从诸多角度阐明这一点,但最有效的莫过于逐条审查他亲自制定的法律本身。因为这部法律并非一部分制定得好而另一部分有所失误,而是自始至终,从第一个音节到最后一个音节,全然立足于损害你们的利益之上。

§71

λαβὲ δʼ αὐτοῖς τὴν γραφὴν αὐτήν, καὶ μέχρι τοῦ πρώτου μέρους ἀνάγνωθι τὸν νόμον· ῥᾷστα γὰρ οὕτως ἐγώ τε διδάξω καὶ ὑμεῖς μαθήσεσθʼ ἃ λέγω. ΝΟΜΟΣ. "ἐπὶ τῆς Πανδιονίδος πρώτης δωδεκάτῃ τῆς πρυτανείας τῶν προέδρων ἐπεψήφισεν Ἀριστοκλῆς Μυρρινούσιος, Τιμοκράτης εἶπεν· καὶ εἴ τινι τῶν ὀφειλόντων τῷ δημοσίῳ προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα δεσμοῦ ἢ τὸ λοιπὸν προστιμηθῇ, εἶναι αὐτῷ ἢ ἄλλῳ ὑπὲρ ἐκείνου ἐγγυητὰς καταστῆσαι."

书记员,请拿过起诉书来,向他们宣读该法直至第一部分;因为唯有这样,我解释起来最省力,你们理解我的话也最容易。 法律 “在潘狄奥尼斯部落担任第一主席团任期第十二日,由主席团成员米里努斯区的阿里斯托克勒斯主持表决,提摩克拉底动议:凡依据法律或决议已被追加监禁之公款债务人,或今后被追加监禁者,准许其本人或他人代其提供担保人。”

§72

ἐπίσχες· αὐτίκα γὰρ καθʼ ἕκαστον ἀναγνώσει. τουτὶ πάντων, ὦ ἄνδρες δικασταί, τῶν γεγραμμένων ἐν τῷ νόμῳ σχεδόν ἐστι δεινότατον. οἶμαι γὰρ οὐδὲ ἕνʼ ἀνθρώπων ἄλλον τολμῆσαι, νόμον εἰσφέροντʼ ἐπὶ τῷ χρῆσθαι τοὺς πολίτας αὐτῷ, τὰς κατὰ τοὺς πρότερον κυρίους νόμους κρίσεις γεγενημένας ἐπιχειρῆσαι λύειν. τοῦτο τοίνυν οὑτοσὶ Τιμοκράτης ἀναιδῶς καὶ οὐδʼ ἀποκρυψάμενος πεποίηκεν, γράψας διαρρήδην καὶ εἴ τινι τῶν ὀφειλόντων τῷ δημοσίῳ προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα δεσμοῦ ἢ τὸ λοιπὸν προστιμηθῇ.

停。因为你片刻之后就要逐段宣读。审判官诸君,这几乎是该法所载全部内容中最令人发指的一条。因为我想,从来没有任何其他人敢在提出一部供公民使用的法律时,企图废止依据先前有效法律所作出的判决。然而,眼前的这位提摩克拉底却厚颜无耻、毫不掩饰地做出了这种事,他公然写道: “凡依据法律或决议已被追加监禁之公款债务人,或今后被追加监禁者”。

语法注4 条
  1. 65τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκεῖ λήμματος ἢ τί ποιεῖν ἂν ὀκνῆσαι κέρδους εἵνεκα

    在支配动词 δοκεῖ(第三人称单数直陈式现在时)之下,两个不定式短语 ἀποσχέσθαι(支配属格 τίνος λήμματος)与 ὀκνῆσαι(支配宾格 τί)呈并列结构。小词 ἄν 分别修饰这两个不定式以表示潜在或可能,构成“在你们看来,他会克制而不去获取何种利益,又会为了获利而犹豫不去做何事”的反问句。

  2. 65τῶν νόμων ἐώντων

    由名词 τῶν νόμων 与分词 ἐώντων(ἐάω 的现在主动分词属格)构成的属格独立结构,并由 οὐδέ 否定。在文境中作让步状语(“在法律甚至不允许立定与其他人相抵触之法的情况下”)。

  3. 69τὸ μὴ οὐ πονηροῖς εἶναι

    带冠词的不定式(τὸ εἶναι)前置双重否定词 μὴ οὐ,依附于主句中的否定表达 οὐδὲ λόγος λείπεται(“甚至连借口/辩解都不复存在”)。在古典希腊语语法中,在含有否定含义的主句之后,阻碍或否认类动词后接不定式常使用 μὴ οὐ,意为“(无法辩解)他们不是恶人”。

  4. 70ἐφʼ ὑμῖν κεῖται

    动词 κεῖται 表示法律被制定的状态,而介词短语 ἐφʼ ὑμῖν(ἐπί 加与格)在此处并非表示“由你们决定”,而是根据上下文(尤其是前句的 τἀναντία πάντα)表示敌对或不利(“针对你们/对你们不利地被制定出来”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:65-72