← 狄摩西尼

控诉提摩克拉底

§59-64

禁止针对个人的立法与提摩克拉底自相矛盾的法令

演说者指出提摩克拉底的法案违背了禁止针对个人立法及法律应一律平等适用的原则,并进一步揭露该提案与提摩克拉底本人早先制定的关于罚金缴清前予以拘禁的法律自相矛盾,使其沦为自身的控告者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§59

λέγʼ ἄλλον νόμον. ΝΟΜΟΣ. "μηδὲ νόμον ἐξεῖναι ἐπʼ ἀνδρὶ θεῖναι, ἐὰν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσιν Ἀθηναίοις ἐὰν μὴ ψηφισαμένων μὴ ἔλαττον ἑξακισχιλίων οἷς ἂν δόξῃ κρύβδην ψηφιζομένοις." οὐκ ἐᾷ νόμον ἀλλʼ ἢ τὸν αὐτὸν τιθέναι1 κατὰ τῶν πολιτῶν πάντων, καλῶς καὶ δημοτικῶς λέγων. ὥσπερ γὰρ τῆς ἄλλης πολιτείας ἴσον μέτεστιν ἑκάστῳ, οὕτω καὶ τούτων ἴσον μετέχειν ἕκαστον ἀξιοῖ. διʼ οὓς μὲν τοίνυν οὗτος εἰσέφερεν, ὑμεῖς οὐδὲν ἐμοῦ χεῖρον γιγνώσκετε· ἄνευ δὲ τούτων αὐτὸς ὡμολόγησεν μὴ ἐπὶ πᾶσι τὸν αὐτὸν τεθηκέναι, πλὴν περὶ τῶν τελωνῶν καὶ τῶν μισθουμένων καὶ τῶν τούτων ἐγγυητῶν χρῆσθαι προσγράψας2 τῷ νόμῳ. οὐκοῦν ὁπότʼ εἰσίν τινες οὓς ἀφορίζεις, οὐκ ἂν ἔτʼ εἴης ἐπὶ πᾶσιν τὸν αὐτὸν τεθηκώς.

请宣读另一条法律。 法律 “亦不得针对个人制定法律,除非该法同样适用于全体雅典人,或者经不少于六千人以无记名投票表决通过。” 这条法律不允许制定任何法律,除非它是同等地适用于全体公民的,这一规定既精妙又符合民主精神。因为正如每个人在城邦其余各项政制中享有平等的份额一样,法律同样认为每个人应当平等地享有这些权利。至于此人究竟是为了哪些人提出该法案,你们与我同样心知肚明;但即便撇开他们不谈,他自己也已承认并未对所有人制定同一部法律,因为他在法案中追加了这样的条款:“除关于包税人、租税承租人及其担保人仍适用既有法律外”。那么,既然有你明确排除在外的人,你就绝不可能说是对所有人制定了同一部法律。

§60

καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἂν εἴποις, ὡς ὅσοις δεσμοῦ προστιμᾶται, τούτων μάλιστʼ ἢ τὰ μέγιστʼ ἀδικοῦσιν οἱ τελῶναι, ὥστε μόνοις αὐτοῖς μὴ μεταδοῦναι τοῦ νόμου. πολὺ γὰρ δήπου μᾶλλον οἱ προδιδόντες τι τῶν κοινῶν, οἱ τοὺς γονέας κακοῦντες, οἱ μὴ καθαρὰς τὰς χεῖρας ἔχοντες, εἰσιόντες δʼ εἰς τὴν ἀγοράν, ἀδικοῦσιν. οἷς ἅπασιν οἱ μὲν ὑπάρχοντες νόμοι δεσμὸν προλέγουσιν, ὁ δὲ σὸς λελύσθαι δίδωσιν. ἀλλʼ ἐνταῦθα πάλιν καταμηνύεις ὑπὲρ ὧν ἐτίθεις· διὰ γὰρ τὸ μὴ τελωνήσαντας ὀφείλειν αὐτούς, ἀλλὰ κλέψαντας, μᾶλλον δʼ ἁρπάσαντας τὰ χρήματα, διὰ τοῦτʼ οὐκ ἐφρόντισας, οἶμαι, τῶν τελωνῶν.

而且,你无论如何也不能说,在那些被追加监禁之刑的人当中,包税人所犯的罪过最深或最大,以至于唯独剥夺他们享有该法的权利。因为比起他们,那些背叛城邦公物的人、虐待父母的人、双手未净却擅入广场的人,其罪过无疑严重得多;对于所有这些人,现行法律均明文规定予以监禁,而你的法律却准许他们获释。然而,在这里你又再次暴露了你究竟是为谁立法的:正因为那些人欠债并非由于包税,而是由于盗窃——毋宁说是掠夺——了公款,我想,这才是你完全不顾及包税人的原因。

§61

πολλοὺς δʼ ἄν τις ἔχοι νόμους ἔτι καὶ καλῶς ἔχοντας δεικνύναι, οἷς πᾶσιν ἐναντίος ἐστὶν ὃν οὗτος τέθηκεν. ἀλλʼ ἴσως ἐγὼ μέν, εἰ περὶ πάντων ἐρῶ, ἐξωσθήσομαι περὶ τοῦ μηδʼ ἐπιτήδειον ὅλως ὑμῖν εἶναι τὸν νόμον εἰπεῖν,3 ὑμῖν δʼ ὁμοίως ἔνοχος φανεῖται τῇ γραφῇ, καὶ εἰ ἑνὶ τῶν ὄντων νόμων ἐναντίος ἐστίν. πῶς οὖν μοι δοκεῖ; τοὺς μὲν ἄλλους ἐᾶν, περὶ δʼ οὗ πρότερόν ποτʼ αὐτὸς οὗτος ἔθηκεν νόμου διελθόντʼ ἐπʼ ἐκεῖνʼ ἰέναι τὸ μέρος τῆς κατηγορίας ἤδη, ὡς καὶ μεγάλʼ ἂν βλάπτοι γενόμενος κύριος τὴν πόλιν.

人们尽可举出许多其他优良完备的法律,而此人所立之法与所有这些法律尽皆抵触。但我若将它们全部陈述,恐怕就会被剥夺论述该法对你们而言全然不利的机会;而在你们看来,即便它只与现行法律中的一条相抵触,也同样足以坐实违宪立法的罪名。那么,依我之见该当如何?那就是略去其余法律,而在探讨了他自己此前所制定的那条法律之后,立即转入控告的下一部分,即论证若让它获得效力,将对城邦带来何等巨大的危害。

§62

τὸ μὲν οὖν τοῖς τῶν ἄλλων ἐναντίον εἰσενηνοχέναι νόμον δεινὸν μέν, ἀλλʼ ἄλλου δεῖται κατηγόρου· τὸ δʼ ὑφʼ αὑτοῦ πρότερον κειμένῳ νόμῳ τἀναντία θεῖναι, τοῦτʼ ἤδη ποιεῖ κατήγορον αὐτὸν αὑτοῦ γεγενῆσθαι. ἵνʼ οὖν τοῦτʼ εἰδῆτε γιγνόμενον, ἀναγνώσεται τὸν νόμον ὑμῖν αὐτὸν ὃν οὗτος ἔθηκεν· ἐγὼ δὲ σιωπήσομαι. λέγε.

提出与他人所立之法相抵触的法律固然恶劣,但这尚需假手于另一位控告者;而制定与自己此前制定的法律相矛盾的条文,则立刻使他成为了控告自己的原告。因此,为了让你们知道确有此事,书记员将向你们宣读此人亲自制定的那部法律,而我将保持沉默。请宣读。

§63

ΝΟΜΟΣ. "Τιμοκράτης εἶπεν· ὁπόσοι Ἀθηναίων κατʼ εἰσαγγελίαν ἐκ τῆς βουλῆς ἢ νῦν εἰσιν ἐν τῷ δεσμωτηρίῳ ἢ τὸ λοιπὸν κατατεθῶσι, καὶ μὴ παραδοθῇ ἡ κατάγνωσις αὐτῶν τοῖς θεσμοθέταις ὑπὸ τοῦ γραμματέως τοῦ κατὰ πρυτανείαν κατὰ τὸν εἰσαγγελτικὸν νόμον, δεδόχθαι τοῖς νομοθέταις εἰσάγειν τοὺς ἕνδεκα4 εἰς τὸ δικαστήριον τριάκονθʼ ἡμερῶν ἀφʼ ἧς ἂν παραλάβωσιν, ἐὰν μή τι δημοσίᾳ κωλύῃ, ἐὰν δὲ μή, ὅταν πρῶτον οἷόν τʼ ᾖ. κατηγορεῖν δʼ Ἀθηναίων τὸν βουλόμενον οἷς ἔξεστιν. ἐὰν δʼ ἁλῷ, τιμάτω ἡ ἡλιαία περὶ αὐτοῦ ὅ τι ἂν δοκῇ ἄξιος εἶναι παθεῖν ἢ ἀποτεῖσαι. ἐὰν δʼ ἀργυρίου τιμηθῇ, δεδέσθω τέως ἂν ἐκτείσῃ ὅ τι ἂν αὐτοῦ καταγνωσθῇ."

法律 “提摩克拉底动议:凡因议事会弹劾而现已关押在监狱中,或今后被关押之雅典人,且按弹劾法其判决尚未由主席团书记官移交司法执政官者,立法委员会决定,自接管之日起三十日内,由十一长官将其引入法庭审理,公事受阻者除外;若受阻,则在条件许可时第一时间审理。凡有资格之雅典人,愿控告者皆可控告。如罪名成立,民众法庭当就其应受之刑或应缴纳之款裁定刑度;若判处金钱罚款,当予监禁,直至其缴纳所判罚金为止。”

§64

ἀκούετʼ, ὦ ἄνδρες δικασταί; λέγʼ αὐτοῖς αὐτὸ τοῦτο πάλιν. ΝΟΜΟΣ. "ἐὰν δʼ ἀργυρίου τιμηθῇ, δεδέσθω τέως ἂν ἐκτείσῃ." πέπαυσο. ἔστιν οὖν ὅπως ἂν ἐναντιώτερά τις δύο θείη τοῦ δεδέσθαι, τέως ἂν ἐκτείσωσι, τοὺς ἁλόντας, καὶ τοῦ καθιστάναι τοὺς αὐτοὺς τούτους ἐγγυητάς, ἀλλὰ μὴ δεῖν; ταῦτα τοίνυν κατηγορεῖ Τιμοκράτης Τιμοκράτους, οὐ Διόδωρος, οὐδʼ ἄλλος ὑμῶν οὐδεὶς τοσούτων ὄντων τὸ πλῆθος.

审判官诸君,你们听到了吗?请将这同一句话再向他们宣读一遍。 法律 “若判处金钱罚款,当予监禁,直至其缴纳为止。” 停。难道有人还能立出比这两条更为自相矛盾的规定吗:一条是被判有罪者当予监禁直至缴清罚金,另一条则是准许这同一批人提供担保而无须监禁?因此,对提摩克拉底提起这项控告的正是提摩克拉底自己,而不是狄奥多洛,也不是你们如此庞大人数中的任何其他人。

语法注4 条
  1. 59οὐκ ἐᾷ νόμον ἀλλʼ ἢ τὸν αὐτὸν τιθέναι

    οὐκ... ἀλλʼ ἤ 是表示强烈排他限定的固定句式,意为“除……之外不再……”或“唯有……”。与否定词 οὐκ 呼应,构成了“除制定同等地适用于全体公民之法外,不许设立任何法律”的排他性规定。

  2. 59πλὴν περὶ τῶν τελωνῶν καὶ τῶν μισθουμένων καὶ τῶν τούτων ἐγγυητῶν χρῆσθαι προσγράψας

    πλὴν... χρῆσθαι 引用了法案中的除外条款(不定式结构),意为“除关于包税人等……适用既有规定外”。分词 προσγράψας 表示手段或依据,即“通过在法案中追加这一条款”。

  3. 61ἐξωσθήσομαι περὶ τοῦ μηδʼ ἐπιτήδειον ὅλως ὑμῖν εἶναι τὸν νόμον εἰπεῖν

    ἐξωσθήσομαι(动词 ἐξωθέω“推挤、排除”的将来被动态)后接介词短语 περὶ τοῦ... εἰπεῖν(带冠词不定式)。这是法庭辩论中的习用语,意为“我将被剥夺/失去论述该法律对你们完全不利的机会与时间”。

  4. 63δεδόχθαι τοῖς νομοθέταις εἰσάγειν τοὺς ἕνδεκα

    法令文书的标准程式:完成时被动态不定式 δεδόχθαι(“经立法委员会决议”)统领全句,其宾语从句采用带宾格的不定式结构,即宾格主语 τοὺς ἕνδεκα 搭配不定式 εἰσάγειν(“由十一长官将其引入审理”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:59-64