- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:51-58
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者要求宣读数条关于禁止请愿及维护既判力的现行法律,论证提摩克拉底的法案与这些法律直接冲突。他进而谴责该提案使民主法庭的正当判决归于无效,实际上是将民主政体下的司法裁决等同于三十人僭主政权的非法行径。
ἔστι μὲν ἔργον, ὦ ἄνδρες δικασταί, εἰ περὶ πάντων τῶν νόμων οἷς οὗτος ἐναντίον εἰσενήνοχεν ἐροῦμεν·1 ἄξιον δʼ, εἰ περί του καὶ ἄλλου, καὶ περὶ τοῦδʼ ὃν νῦν ἀνέγνω διελθεῖν. ὁ γὰρ τὸν νόμον τοῦτον, ὦ ἄνδρες Ἀθηναῖοι, θεὶς ᾔδει τὴν φιλανθρωπίαν καὶ τὴν πραότητα τὴν ὑμετέραν, καὶ διὰ ταύτην ἑώρα περὶ πολλῶν ὑμᾶς ἑκόντας ἤδη ποτὲ μεγάλα ζημιωθέντας.
审判官诸君,若要就此人提出违背的所有法律一一论述,实为一件浩繁之事;但若说还有哪条法律值得探讨,那么刚刚宣读的这条法律确实极值剖析。雅典人啊,因为制定这条法律的人深知你们的仁爱与温厚,并且看到正因如此,你们在许多事情上早已屡屡自愿遭受巨大的损失。
βουλόμενος δὴ μηδεμίαν πρόφασιν τοῦ τὰ κοινὰ κακῶς ἔχειν ὑπολιπεῖν, τοὺς μετὰ τῶν νόμων κρίσει καὶ δικαστηρίῳ μὴ δίκαια ποιεῖν ἐγνωσμένους οὐκ ᾤετο δεῖν τῆς εὐηθείας τῆς ὑμετέρας ἀπολαύειν, τὸ δεῖσθαι καὶ μετὰ συμφορᾶς ἱκετεύειν ἔχοντας ἀφορμήν, ἀλλʼ ὅλως ἀπεῖπεν μήτʼ αὐτῷ μήτʼ ἄλλῳ μηδενὶ μήθʼ ἱκετεύειν μήτε λέγειν ὑπὲρ τῶν τοιούτων, ἀλλὰ ποιεῖν τὰ δίκαια σιγῇ.
因此,他为了不给城邦公事的恶化留下任何借口,认为凡依法定程序经法庭判决裁定为行事不义之人,绝不当利用你们的厚道,借身遭不幸之机进行恳求和请愿;相反,他彻底禁止本人或任何其他人为这类人请愿或代言,而是必须默默履行正当的义务。
εἰ τοίνυν τις ἔροιθʼ ὑμᾶς ποτέροις μᾶλλον ἂν εἰκότως ποιήσαιθʼ ὁτιοῦν, τοῖς δεομένοις ἢ τοῖς ἐπιτάττουσιν, οἶδʼ ὅτι φήσαιτʼ ἂν τοῖς δεομένοις· τὸ μὲν γὰρ χρηστῶν, τὸ δʼ ἀνάνδρων ἀνθρώπων ἔργον ἐστίν. οὐκοῦν οἱ νόμοι μὲν ἅπαντες προστάττουσιν ἃ χρὴ ποιεῖν, οἱ τιθέντες δὲ τὰς ἱκετηρίας δέονται. εἰ τοίνυν ἱκετεύειν οὐκ ἔξεστιν, ἦ που νόμον γʼ ἐπίταγμʼ ἔχοντʼ εἰσφέρειν;2 ἐγὼ μὲν οὐκ οἶμαι. καὶ γὰρ αἰσχρὸν περὶ ὧν μηδὲ χαρίζεσθαι δεῖν ὑπειλήφατε, περὶ τούτων ἀκόντων ὑμῶν ἐᾶν ἅ τινες βούλονται πραχθῆναι. λέγε τὸν μετὰ τοῦτον ἐφεξῆς.
那么,如果有人问你们,对于祈求者和发号施令者,你们更有理由依从哪一方,我知道你们必定会回答依从祈求者;因为前者是善人的举动,而后者是怯懦之徒的作为。那么,一切法律都在命令人们必须做何事,而奉上请愿之枝的人则是在祈求。既然连请愿都不被允许,难道竟能提出包含强行命令的法律不成?我绝不以为可以。因为,对于你们甚至认为不应当施予恩惠的事情,违背你们的意愿而任由某些人所图谋的事情得以施行,这是极其可耻的。 请宣读紧接其后的法律。
ΝΟΜΟΣ. "ὅσων δίκη πρότερον ἐγένετο ἢ εὔθυνα ἢ διαδικασία περί του ἐν δικαστηρίῳ, ἢ ἰδίᾳ ἢ δημοσίᾳ, ἢ τὸ δημόσιον ἀπέδοτο, μὴ εἰσάγειν περὶ τούτων εἰς τὸ δικαστήριον μηδʼ ἐπιψηφίζειν τῶν ἀρχόντων μηδένα, μηδὲ κατηγορεῖν ἐώντων ἃ οὐκ ἐῶσιν οἱ νόμοι.3"
法律 “凡此前在法庭上已作判决之诉讼、账目审查、或关于任何事项之权利归属确定之争,无论系私人诉讼抑或公诉,或凡属国库已变卖之财产,任何行政长官均不得就这些事项向法庭立案引入诉讼,亦不得交付表决,亦不得准许对法律所不容许之事提起控告。”
Τιμοκράτης τοίνυν, ὥσπερ μαρτυρίαν ὧν ἀδικεῖ γράφων, εὐθὺς ἀρχόμενος τοῦ νόμου τἀναντίʼ ἔθηκε τούτοις. ὁ μέν γʼ οὐκ ἐᾷ περὶ ὧν ἂν ἅπαξ γνῷ δικαστήριον πάλιν χρηματίζειν· ὁ δʼ ἔγραψεν, καὶ εἴ τινι προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα, τὸν δῆμον τούτῳ χρηματίζειν, ὅπως ἃ μὲν ἔγνω τὸ δικαστήριον λυθήσεται, καταστήσει δʼ ἐγγυητὰς ὁ ὀφλών. καὶ ὁ μὲν νόμος μηδʼ ἐπιψηφίζειν φησὶ τῶν ἀρχόντων παρὰ ταῦτα μηδένα· ὁ δʼ ἔγραψε τοῖς προέδροις ἐπάναγκες, ἐάν τις καθιστῇ, προσάγειν, καὶ προσέγραψεν ὁπότʼ ἄν τις βούληται.
提摩克拉底就如同亲笔写下自己所犯罪行的证据一般,从自己法律的一开头就设立了与这些完全相反的条文。前述法律不允许就法庭一旦判决的事项重新议事;而他却写道,凡依法令或决议已被追加刑罚之人,民众当为之议事,以便使法庭的判决归于无效,而债务人则提供担保人。而且法律规定行政长官中任何人均不得违反这些规则交付表决;他却规定若有人提供担保,主席团成员必须将议案提上日程,并追加写道: ‘无论何时,只要有人愿意。’
λέγʼ ἄλλον νόμον. ΝΟΜΟΣ. "τὰς δίκας καὶ τὰς διαίτας, ὅσαι ἐγένοντο ἐπὶ τοῖς νόμοις ἐν δημοκρατουμένῃ τῇ πόλει, κυρίας εἶναι." οὔ φησι Τιμοκράτης, οὔκουν ὁπόσοις γʼ ἂν δεσμοῦ προστιμηθῇ. λέγε. ΝΟΜΟΣ. "ὁπόσα δʼ ἐπὶ τῶν τριάκοντα ἐπράχθη ἢ δίκη ἐδικάσθη, ἢ ἰδίᾳ ἢ δημοσίᾳ, ἄκυρα εἶναι."
请宣读另一条法律。 法律 “城邦在民主政体治理下依各项法律所作出之一切判决与仲裁,均属有效。” 提摩克拉底却说无效——至少对所有被追加监禁之刑者而言是无效的。请宣读。 法律 “三十人僭主政权下所实行之一切作为或审理之一切诉讼,无论系私人诉讼抑或公诉,均归无效。”
ἐπίσχες. εἰπέ μοι, τί δεινότατον πάντες ἂν ἀκούσαντες φήσαιτε, καὶ τί μάλιστʼ ἂν ἀπεύξαισθε; οὐχὶ ταῦτα τὰ πράγμαθʼ ἅπερ ἦν ἐπὶ τῶν τριάκοντα μὴ γενέσθαι; ἔγωγʼ οἶμαι. ὁ γοῦν νόμος οὑτοσί, εὐλαβούμενος, ὡς ἐμοὶ δοκεῖ, τὸ τοιοῦτον ἀπεῖπε τὰ πραχθέντʼ ἐπʼ ἐκείνων μὴ κύριʼ εἶναι. οὑτοσὶ τοίνυν τὴν αὐτὴν κατέγνω παρανομίαν τῶν ἐπὶ τῆς δημοκρατίας πεπραγμένων ἥνπερ τῶν ἐπʼ ἐκείνων ὑμεῖς· ὁμοίως γοῦν ἄκυρα ποιεῖ.
停一下。请告诉我,各位听闻之后会认为何事最为可怕,又最祈求免遭何事?难道不就是绝不希望重演三十人僭主统治时期的那些局面吗?我正是这样认为的。不管怎样,据我看来,眼下这条法律正是出于防范此类事情,才宣告在那伙人统治下的所作所为归于无效。然而,这人如今对民主政体下的作为所下的不法判定,恰恰等同于你们对三十人僭主统治下的作为所作的判定;因为他同样使之归于无效。
καίτοι τί φήσομεν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτον κύριον τὸν νόμον ἐάσαντες γενέσθαι; πότερον τὰ δικαστήρια, ἃ δημοκρατουμένης τῆς πόλεως ἐκ τῶν ὀμωμοκότων πληροῦται, ταὔτʼ ἀδικήματα τοῖς ἐπὶ τῶν τριάκοντʼ ἀδικεῖν;4 καὶ πῶς οὐ δεινόν; ἀλλὰ δικαίως ἐψηφίσθαι; τίνος οὖν εἵνεκα τὸν λύσοντα ταῦτα νόμον θέσθαι φήσομεν; πλὴν εἰ τοῦτό τις εἴποι, μανέντες· ἄλλο γὰρ οὐκ ἔστιν εἰπεῖν.
雅典人啊,设若我们听任这条法律获得效力,我们又该作何解释?难道我们要说,在城邦由民主治理之时从宣誓者中组成的法庭,所犯下的不义之举竟与三十人政权统治下的人所犯的一样吗?这难道不是骇人听闻吗?难道我们要说那些判决是正当表决通过的吗?那么,我们凭什么理由说我们制定了一条法律来废除这些判决呢?除非有人说:‘因为我们发疯了’;因为除此以外实在无话可说。
- 51ἔστι μὲν ἔργον, ὦ ἄνδρες δικασταί, εἰ περὶ πάντων τῶν νόμων οἷς οὗτος ἐναντίον εἰσενήνοχεν ἐροῦμεν
ἔστιν ἔργον 为惯用表达,意为“是一件浩繁/艰难之事”。其后接的条件从句 εἰ ... ἐροῦμεν 使用直陈式将来时,含有当下的意图或必然趋势(“如果我们打算谈论……”)。
- 53ἦ που νόμον γʼ ἐπίταγμʼ ἔχοντʼ εἰσφέρειν;
此处为举轻明重的反问推论(a minori ad maius)。承接前文 εἰ τοίνυν ἱκετεύειν οὐκ ἔξεστιν(“如果连请愿都不被允许”),ἦ που 之后省略了谓语 ἔξεστιν,意为“(哀求尚且不可,)难道提出带有强令性质的法律反倒可行吗?”,表示强烈的反诘否定。
- 54μηδὲ κατηγορεῖν ἐώντων ἃ οὐκ ἐῶσιν οἱ νόμοι
法律文本中的古雅程式:ἐώντων 为动词 ἐάω 的现在主动第三人称复数命令式(带有古阿提卡铭文法律中常见的 -ντων 词尾),支配 κατηγορεῖν,意为“也不得准许对法律所不容许之事提起控告”。此处作命令式而非分词属格理解。
- 58ταὔτʼ ἀδικήματα τοῖς ἐπὶ τῶν τριάκοντʼ ἀδικεῖν
ταὔτʼ ἀδικήματα 是由不定式 ἀδικεῖν 所支配的同源宾语(cognate accusative)。与格短语 τοῖς ἐπὶ τῶν τριάκοντα 充当比较/关联与格(“犯下与三十人统治时期之人相同的罪行”),直接将民主法庭的裁判与僭主时期的不法之举相提并论。
