- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:44-50
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出提摩克拉底之法违反了确立不溯及既往原则的狄奥克勒斯法而追溯至既往,进而援引法律揭露其未经六千人秘密投票授予豁免权(adeia)便暗中立法的严重违法行径。
τούτῳ μέντοι τῷ νόμῳ σκέψασθʼ ὡς ἐναντίος ἐστὶν ὃν οὗτος τέθηκεν.1 ὁ μέν γε κελεύει τὸν γεγραμμένον χρόνον ἢ τὴν ἡμέραν ἀφʼ ἧς ἂν τεθῇ κυρίαν εἶναι· ὁ δʼ ἔγραψεν καὶ εἴ τινι προστετίμηται, περὶ τῶν παρεληλυθότων λέγων. καὶ οὐδὲ τοῦθʼ ὥρισεν, ἄρχοντα προσγράψας ἀφʼ οὗ, ἀλλὰ πεποίηκεν οὐ μόνον πρὸ τῆς ἡμέρας ἐν ᾗ τέθηκε κύριον τὸν νόμον, ἀλλὰ καὶ πρὸ τοῦ γενέσθαι τινʼ ἡμῶν· ἀόριστον γὰρ ἅπαντα τὸν παρεληλυθότα προσπεριείληφε χρόνον. καίτοι χρῆν σʼ, ὦ Τιμόκρατες, ἢ τοῦτον μὴ γράφειν ἢ ἐκεῖνον λύειν, οὐχ, ἵνʼ ὃ βούλει σὺ γένηται, πάντα τὰ πράγματα συνταράξαι. λέγʼ ἄλλον νόμον.
然而,请看这人所立之法与上述法律是何等针锋相对。那一法律命令以注明的期限或通过之日为有效,而他却写道: ‘凡已被追加刑罚之人’,谈论的是既往之事。而且他甚至没有加注起算的执政官予以界定,反而不仅使该法在他立法的日子之前有效,甚至在我们任何人出生之前就已经有效;因为他无限制地包揽了过去的全部时间。然而,提摩克拉底啊,你本应要么不提出这项法律,要么废除那项法律,而不应为了实现你个人的意图而将城邦的一切事务搞得天翻地覆。请宣读另一条法律。
ΝΟΜΟΣ. "μηδὲ περὶ τῶν ἀτίμων, ὅπως χρὴ ἐπιτίμους αὐτοὺς εἶναι, μηδὲ περὶ τῶν ὀφειλόντων τοῖς θεοῖς ἢ τῷ δημοσίῳ τῷ Ἀθηναίων περὶ ἀφέσεως τοῦ ὀφλήματος ἢ τάξεως, ἐὰν μὴ ψηφισαμένων Ἀθηναίων τὴν ἄδειαν πρῶτον μὴ ἔλαττον ἑξακισχιλίων,2 οἷς ἂν δόξῃ κρύβδην ψηφιζομένοις.3 τότε δʼ ἐξεῖναι χρηματίζειν καθʼ ὅ τι ἂν τῇ βουλῇ καὶ τῷ δήμῳ δοκῇ."
法律 “任何人不得就剥夺公权之人如何恢复其权利提出动议,亦不得就欠诸神或雅典国库之债务人动议免除债务或延期分期偿还,除非雅典人首先经秘密投票以不少于六千人赞成而表决通过给予豁免权。届时方可依五百人议事会与民众之决意处理事务。”
ἄλλος οὗτος νόμος, οὐκ ἐῶν περὶ τῶν ἀτίμων οὐδὲ τῶν ὀφειλόντων λέγειν οὐδὲ χρηματίζειν περὶ ἀφέσεως τῶν ὀφλημάτων οὐδὲ τάξεως, ἂν μὴ τῆς ἀδείας δοθείσης, καὶ ταύτης μὴ ἔλαττον ἢ ἑξακισχιλίων ψηφισαμένων. οὗτος δʼ ἔγραψεν ἄντικρυς, καὶ εἴ τινι τῶν ὀφειλόντων δεσμοῦ προστετίμηται, εἶναι τὴν ἄφεσιν πορισαμένῳ τοὺς ἐγγυησομένους, οὐ προτεθέντος οὐδενὸς περὶ τούτων, οὐδὲ δοθείσης ἀδείας λέγειν.
这也是另一条法律,它不允许就剥夺公权之人或债务人发言,也不允许就免除或延期偿还债务处理政事,除非获得豁免权,且该豁免权由不少于六千人投票通过。然而,在关于这些事项未作任何预先公示、亦未获发言豁免权的情况下,此人竟公然写道:凡拖欠债务已被追加监禁之刑者,只要提供担保人便可获得释放。
καὶ ὁ μὲν νόμος, οὐδʼ ἐπειδὰν τὴν ἄδειαν εὕρηταί τις, ἔδωκεν ὡς ἂν βούληται πράττειν, ἀλλʼ ὡς ἂν τῇ βουλῇ καὶ τῷ δήμῳ δοκῇ· τῷ δʼ οὐκ ἀπέχρησε τοῦτʼ ἀδικεῖν μόνον, εἰ4 μὴ δοθείσης τῆς ἀδείας λέγει καὶ νόμον εἰσφέρει περὶ τούτων, ἀλλὰ καὶ προσέτʼ οὐκ εἰς τὴν βουλήν, οὐκ εἰς τὸν δῆμον εἰπὼν περὶ τούτων οὐδέν, ἐν παραβύστῳ, τῆς βουλῆς μὲν ἀφειμένης, τῶν δʼ ἄλλων διὰ τὴν ἑορτὴν ἱερομηνίαν ἀγόντων, λάθρα τὸν νόμον εἰσήνεγκεν.
而且,即便在某人获得豁免权之时,法律亦未容许其随心所欲行事,而是依五百人议事会与民众所认为适宜的方式行事。但对此人而言,仅犯下这等罪行——即在未获豁免权的情况下就这些事项发言并提出法律——尚嫌不足,他甚至在既未向议事会、亦未向民众透露一字一句的情况下,于隐蔽的角落里,乘议事会散会、其余众人因节日而过神圣休假日之际,暗中提出了该项法律。
καίτοι χρῆν σʼ, ὦ Τιμόκρατες, εἰδότα τὸν νόμον τόνδʼ ὃν ἀνέγνω, εἴ τι δίκαιον ἐβούλου πράττειν, πρῶτον μὲν πρόσοδον γράψασθαι πρὸς τὴν βουλήν, εἶτα τῷ δήμῳ διαλεχθῆναι, κᾆθʼ οὕτως, εἰ πᾶσιν Ἀθηναίοις ἐδόκει, γράφειν καὶ νομοθετεῖν περὶ τούτων, καὶ τότε τοὺς χρόνους ἀναμείναντα τοὺς ἐκ τῶν νόμων, ἵνα τοῦτον τὸν τρόπον πράττων, εἰ καί τις ἐπεχείρει δεικνύειν οὐκ ἐπιτήδειον ὄντα τῇ πόλει τὸν νόμον, μὴ οὖν ἐπιβουλεύειν γʼ ἐδόκεις, ἀλλὰ γνώμῃ διαμαρτὼν ἀποτυχεῖν.
提摩克拉底啊,你既然明知书记官所宣读的这项法律,若你本欲行正当之事,原当首先向议事会申请提出议案,继而向民众演说,然后再在全体雅典人赞同的前提下就这些事项起草并立法,并遵照法律所定的各项期限予以等待。你若依此方式行事,纵然有人试图证明该法律不利于城邦,你也不会被视为心存图谋,而只会被视为因判断失误而致失败。
νῦν δὲ τῷ λάθρα καὶ ταχὺ καὶ παρὰ τοὺς νόμους ἐμβαλεῖν τὸν νόμον εἰς τοὺς νόμους καὶ μὴ θεῖναι,5 πᾶσαν ἀφῄρησαι σαυτοῦ τὴν συγγνώμην· τοῖς γὰρ ἄκουσιν ἁμαρτοῦσι μέτεστι συγγνώμης, οὐ τοῖς ἐπιβουλεύσασιν, ὃ σὺ νῦν εἴληψαι ποιῶν. ἀλλὰ γὰρ αὐτίκʼ ἐρῶ περὶ τούτων. νῦν δʼ ἀναγίγνωσκε τὸν ἑξῆς νόμον.
但如今,由于你偷偷摸摸、仓促草率、且违背现有法律将你的法律强塞进法典之中,而非正当立法,你已剥夺了自己获得任何宽恕的余地。因为宽恕只属于非故意犯错之人,而不属于蓄意图谋之人——而你如今正是在蓄意图谋时被当场拿获。关于这些,我稍后自会详述。现在请宣读下一条法律。
ΝΟΜΟΣ. "ἐὰν δέ τις ἱκετεύῃ ἐν τῇ βουλῇ ἢ ἐν τῷ δήμῳ περὶ ὧν δικαστήριον ἢ ἡ βουλὴ ἢ ὁ δῆμος κατέγνω, ἐὰν μὲν αὐτὸς ὁ ὀφλὼν ἱκετεύῃ πρὶν ἐκτεῖσαι, ἔνδειξιν εἶναι αὐτοῦ, καθάπερ ἐάν τις ὀφείλων τῷ δημοσίῳ ἡλιάζηται· ἐὰν δʼ ἄλλος ὑπὲρ τοῦ ὠφληκότος ἱκετεύῃ πρὶν ἐκτεῖσαι, δημοσία ἔστω αὐτοῦ ἡ οὐσία ἅπασα. ἐὰν δέ τις τῶν προέδρων δῷ τινι τὴν ἐπιχειροτονίαν, ἢ αὐτῷ τῷ ὠφληκότι ἢ ἄλλῳ ὑπὲρ ἐκείνου, πρὶν ἐκτεῖσαι, ἄτιμος ἔστω."
法律 “若有人在五百人议事会或民众会中,就法庭、议事会或民众已作判决之事提出请愿,若债务人本人在清偿前请愿,当对其提起告发程序,犹如拖欠公款之人充当陪审官一般;若他人代表债务人在清偿前请愿,该人之全部财产当没收入官。若主席团成员中有任何人于清偿前准许为任何人——无论是债务人本人还是代表他的他人——进行表决,当剥夺其公权。”
- 44τούτῳ μέντοι τῷ νόμῳ σκέψασθʼ ὡς ἐναντίος ἐστὶν ὃν οὗτος τέθηκεν
置于句首的与格短语 τούτῳ μέντοι τῷ νόμῳ(指方才宣读的狄奥克勒斯法)是从属分句中形容词 ἐναντίος 的补足语,通过倒装(hyperbaton)前置以示强调。从属分句的骨干为 ὡς ἐναντίος ἐστὶν [ὁ νόμος] ὃν οὗτος τέθηκεν,先行词 ὁ νόμος 被省略,仅保留关系代词 ὃν。
- 45ἐὰν μὴ ψηφισαμένων Ἀθηναίων τὴν ἄδειαν πρῶτον μὴ ἔλαττον ἑξακισχιλίων
这是阿提卡法学文献特有的一种变通句式:条件连词 ἐὰν μή 并未直接引导定式动词,而是支配了一个属格绝对构式(ψηφισαμένων Ἀθηναίων...),语义上相当于条件状语从句 εἰ μὴ ψηφίσαιντο(“除非雅典人表决通过……”)。短语 μὴ ἔλαττον ἑξακισχιλίων 则作为属格主语 Ἀθηναίων 的同位语限定成分,指明不少于六千人的法定人数。
- 45οἷς ἂν δόξῃ κρύβδην ψηφιζομένοις
由关系代词 οἷς 与无人称动词 δόξῃ(“被某人认为妥当/赞成”)以及与格分词 κρύβδην ψηφιζομένοις(“以秘密投票方式表决者”)构成的限定结构。虽然先行词 ἑξακισχιλίων 为属格,但从句内部受 δόξῃ 的支配而采用与格,用以界定“经秘密投票表决赞成者(不少于六千人)”的决议生效条件。
- 47τῷ δʼ οὐκ ἀπέχρησε τοῦτʼ ἀδικεῖν μόνον, εἰ
指示代词与格 τῷ δʼ 指提摩克拉底,充当无人称动词 ἀπέχρησε 的间接宾语(“对他而言……尚嫌不足”)。其后由 εἰ 引导的从句并非表示纯粹假设的条件从句,而是在表示“充分”、“满足”或情感类的动词后,表示既成事实的名词性从句用法(相当于 ὅτι,“即……这一事实”)。
- 49τῷ λάθρα καὶ ταχὺ καὶ παρὰ τοὺς νόμους ἐμβαλεῖν τὸν νόμον εἰς τοὺς νόμους καὶ μὴ θεῖναι
带定冠词不定式的与格短语(τῷ ... ἐμβαλεῖν ... καὶ μὴ θεῖναι),在句中作为主句动词 ἀφῄρησαι 的原因或手段状语(“因将法律强行塞入……而未按程序制定”)。演说者在此刻意将表示暴力插手、暗中塞入的 ἐμβαλεῖν 与表示合法合规立法的 θεῖναι 相对比。
