- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:38-43
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
控诉人宣读了提摩克拉底的法案,揭露其免除监禁的规定具有溯及既往的效力并专断地排除了某些征税相关人员,随后宣读了关于生效日期的狄奥克勒斯法,以此证明该案违背了法不溯及既往的原则。
διὰ ταῦτα πάντʼ ἐφʼ ἑκάστην ἀπαντᾷ τὴν ὁδὸν τῶν ἀδικημάτων, κωλύων καὶ οὐκ ἐῶν βαδίζειν τοὺς ἐπιβουλεύοντας ὑμῖν. ταῦτα πάντα Τιμοκράτης, οὕτω καλῶς καὶ δικαίως κείμενα, ἠφάνισεν, ἐξήλειψεν, ὅσον ἦν ἐπὶ τούτῳ,1 καὶ νόμον εἰσήνεγκεν ἅπασιν ἐναντίον, ὡς ἔπος εἰπεῖν, τοῖς οὖσιν, οὐ παραναγνούς, οὐ λύσας, οὐ δοὺς αἵρεσιν, οὐκ ἄλλο ποιήσας οὐδὲν τῶν προσηκόντων.
正因这一切缘由,立法者堵截了通往不法行为的每一条道路,阻止并禁止图谋不利于你们的人前行。提摩克拉底却在他力所能及的范围内,将这些制定得如此完善而公正的条款尽行废弃与抹杀;他没有将现行法律并列宣读,没有予以废除,没有提供选择,也没有履行任何其他当尽之事,反而提出了一项可以说是与所有现行法律针锋相对的法律。
ὡς μὲν οὖν ἔνοχος τῇ γραφῇ καθέστηκεν, ἐναντίον εἰσενηνοχὼς τοῖς οὖσι νόμοις, οἶμαι πάντας ὑμᾶς ᾐσθῆσθαι· ἵνα δʼ εἰδῆτε παρʼ οἵους νόμους οἷον οὗτος εἰσήνεγκεν, ἀναγνώσεται πρῶτον ὑμῖν τὸν τούτου νόμον, εἶτα τοὺς ἄλλους, οἷς οὗτος ἐναντίος ἐστίν. ἀναγίγνωσκε. ΝΟΜΟΣ. "ἐπὶ τῆς Πανδιονίδος πρώτης, δωδεκάτῃ τῆς πρυτανείας, Τιμοκράτης εἶπεν, καὶ εἴ τινι τῶν ὀφειλόντων τῷ δημοσίῳ προστετίμηται κατὰ νόμον ἢ κατὰ ψήφισμα δεσμοῦ ἢ τὸ λοιπὸν προστιμηθῇ, εἶναι αὐτῷ ἢ ἄλλῳ ὑπὲρ ἐκείνου ἐγγυητὰς καταστῆσαι τοῦ ὀφλήματος, οὓς ἂν ὁ δῆμος χειροτονήσῃ, ἦ μὴν ἐκτείσειν τὸ ἀργύριον ὃ ὦφλεν. τοὺς δὲ προέδρους ἐπιχειροτονεῖν ἐπάναγκες, ὅταν τις καθιστάναι βούληται."
他因引入与现行法律相抵触之法而使自己难逃公诉之罪,这一点我相信你们大家都已明了。但为了让你们知道他违背了怎样的法律、提出了怎样的条文,书记官将首先为你们宣读他的法律,然后再宣读该法律所抵触的其他法律。宣读吧。 法律 “在潘狄奥尼斯部落担任第一当番主席团期间,于主席团任期的第十二日,提摩克拉底提议:凡拖欠公款之人,若已依法律或决议被追加监禁之刑,或将来被追加监禁之刑,准许其本人或由他人代为就所欠款项提供经民众举手表决认可的担保人,保证必定偿清所欠金额。无论何时有人欲提供担保人,会议主席团必须予以表决。”
"τῷ δὲ καταστήσαντι τοὺς ἐγγυητάς, ἐὰν ἀποδιδῷ τῇ πόλει τὸ ἀργύριον ἐφʼ ᾧ κατέστησε τοὺς ἐγγυητάς, ἀφεῖσθαι τοῦ δεσμοῦ. ἐὰν δὲ μὴ καταβάλῃ τὸ ἀργύριον ἢ αὐτὸς ἢ οἱ ἐγγυηταὶ ἐπὶ τῆς ἐνάτης πρυτανείας, τὸν μὲν ἐξεγγυηθέντα δεδέσθαι, τῶν δὲ ἐγγυητῶν δημοσίαν εἶναι τὴν οὐσίαν. περὶ δὲ τῶν ὠνουμένων τὰ τέλη καὶ τῶν ἐγγυωμένων καὶ ἐκλεγόντων, καὶ τῶν τὰ μισθώσιμα μισθουμένων καὶ ἐγγυωμένων, τὰς πράξεις εἶναι τῇ πόλει κατὰ τοὺς νόμους τοὺς κειμένους. ἐὰν δʼ ἐπὶ τῆς ἐνάτης ἢ δεκάτης πρυτανείας ὄφλῃ, τοῦ ὑστέρου ἐνιαυτοῦ ἐπὶ τῆς ἐνάτης πρυτανείας ἐκτίνειν."
“对于已提供担保人者,若向城邦缴清其提供担保所针对的金额,当免除其监禁之刑。但若其本人或担保人未能在第九任主席团任期内缴清该金额,则被保释者当受监禁,担保人之财产没收入官。至于包税人、其担保人与征税人,以及租赁公有收益产者及其担保人,城邦当依现行法律予以追索。若有人在第九或第十任主席团任期内负债,当于次年第九任主席团任期内缴清。”
ἀκηκόατε μὲν τοῦ νόμου, μνημονεύετε δʼ ἐξ αὐτοῦ μοι πρῶτον μὲν τὸ καὶ εἴ τινι τῶν ὀφειλόντων δεσμοῦ προστετίμηται ἢ τὸ λοιπὸν προστιμηθῇ,2 ἔπειθʼ ὅτι πλὴν περὶ τῶν τελωνῶν καὶ περὶ τῶν μισθουμένων, καὶ ὅσοι ταῦτʼ ἐγγυῶνται, χρῆσθαι κελεύει τῷ νόμῳ. ὅλος μὲν γάρ ἐστιν ἅπασιν ἐναντίος τοῖς οὖσι, μάλιστα δὲ ταῦτα· γνώσεσθε δὲ τοὺς νόμους ἀκούοντες αὐτούς. λέγε. ΝΟΜΟΣ. "Διοκλῆς εἶπεν· τοὺς νόμους τοὺς πρὸ Εὐκλείδου τεθέντας ἐν δημοκρατίᾳ καὶ ὅσοι ἐπʼ Εὐκλείδου ἐτέθησαν καὶ εἰσὶν ἀναγεγραμμένοι, κυρίους εἶναι. τοὺς δὲ μετʼ Εὐκλείδην τεθέντας καὶ τὸ λοιπὸν τιθεμένους κυρίους εἶναι ἀπὸ τῆς ἡμέρας ἧς ἕκαστος ἐτέθη, πλὴν εἴ τῳ προσγέγραπται χρόνος ὅντινα δεῖ ἄρχειν. ἐπιγράψαι δὲ τοῖς μὲν νῦν κειμένοις τὸν γραμματέα τῆς βουλῆς τριάκοντα ἡμερῶν· τὸ δὲ λοιπόν, ὃς ἂν τυγχάνῃ γραμματεύων, προσγραφέτω παραχρῆμα τὸν νόμον κύριον εἶναι ἀπὸ τῆς ἡμέρας ἧς ἐτέθη."
你们已经听到了这项法律。请为我牢记其中的内容,首先是这句: ‘凡拖欠款项之人,若已被追加监禁之刑,或将来被追加监禁之刑’;其次是他命令此法适用于所有人,唯独将包税人、公产租赁人及其担保人排除在外。因为尽管该法整体上与所有现行法律相抵触,但〔上述〕这些尤为抵触;只要听一听这些法律本身,你们就会明白。宣读吧。 法律“狄奥克勒斯提议:在欧克莱德斯之前民主政体下所立之法,以及欧克莱德斯执政之年所立并刻碑公布之法,皆属有效。自欧克莱德斯之后所立及今后所立之法,除另行附加生效时间条款者外,皆自各法通过之日起生效。对于现行诸法,五百人议事会书记官当于三十日内加注此项;对于今后诸法,凡任书记官者,皆当随即加注该法自通过之日起生效。”
καλῶς ἐχόντων τῶν νόμων, ὦ ἄνδρες δικασταί, τῶν ὑπαρχόντων, ὅδʼ ὁ νῦν ἀναγνωσθεὶς νόμος ὡσπερεὶ διώρισεν καὶ βεβαιοτέρους ἐποίησεν αὐτούς. κελεύει γὰρ ἕκαστον ἀφʼ ἧς ἡμέρας ἐτέθη κύριον εἶναι, πλὴν εἴ τῳ χρόνος προσγέγραπται, τούτῳ δὲ τὸν γεγραμμένον ἄρχειν. διὰ τί; ὅτι πολλοῖς τῶν νόμων προσεγέγραπτο τὸν δὲ νόμον εἶναι κύριον τόνδʼ ἀπὸ τοῦ μετὰ τὸν νῦν ἄρχοντα. ὕστερον δὲ γράφων ὁ τιθεὶς ἐπὶ τούτοις τόνδε τὸν νόμον τὸν ἀνεγνωσμένον, οὐκ ἐνόμιζε δίκαιον εἶναι τοὺς αὐτοὺς τῶν νόμων ἀναγεγραμμένους ὕστερον ἢ ἐτέθησαν3 κυρίους εἶναι ἀνενεγκεῖν ἐπὶ τὴν ἡμέραν, ἀφʼ ἧς ἐτέθησαν, καὶ πρότερον ποιῆσαι κυρίους ἢ ὁ θεὶς ἕκαστον ἠξίωσεν.
陪审官诸位,尽管现行法律本身已属完备,但方才宣读的这条法律可以说是明确界定并巩固了它们。因为它命令各项法律自通过之日起生效,除非某法附加了生效期限,而对于附加期限者,则以该书面注明的期限为生效之始。这是为什么呢?因为在许多法律上曾加注有: ‘本法自现任执政官之后任起生效。’ 在这些规定之后起草并制定上述被宣读之法的立法者认为,对于这些记载为在通过之后才生效的相同法律,若将其追溯至通过之日,使其在立法者原定生效期之前便具有约束力,这是不公正的。
- 38ὅσον ἦν ἐπὶ τούτῳ
带有介词短语 ἐπὶ τούτῳ(指提摩克拉底,阳性;或指此事,中性)的习惯用法,构成限制性副词短语,意为“就他而言”或“在他力所能及的范围内”。
- 41δεσμοῦ προστετίμηται ἢ τὸ λοιπὸν προστιμηθῇ
名词 δεσμοῦ 作为刑罚属格,依附于动词 προστιμάω(判处附加刑)。连词 ἤ 将完成时直陈语气 προστετίμηται(过去已被判处)与不定过去时虚拟语气 προστιμηθῇ(将来可能被判处)并列,明确指出了该法案兼具溯及既往与面向未来的适用范围。
- 43οὐκ ἐνόμιζε δίκαιον εἶναι τοὺς αὐτοὺς τῶν νόμων ἀναγεγραμμένους ὕστερον ἢ ἐτέθησαν κυρίους εἶναι ἀνενεγκεῖν ἐπὶ τὴν ἡμέραν, ἀφʼ ἧς ἐτέθησαν
依赖于 οὐκ ἐνόμιζε 的长宾语从句结构(宾格加不定式):主语为 ὁ τιθεὶς。不定式 ἀνενεγκεῖν(溯及、追溯)支配直接宾语 τοὺς αὐτοὺς τῶν νόμων,受支配不定式短语 ὕστερον ἢ ἐτέθησαν κυρίους εἶναι 的分词 ἀναγεγραμμένους(记载为在通过之后才生效的)修饰,整体语义为“认为将这些记载为在通过之后才生效的相同法律追溯至其通过之日是不公正的”。
