← 狄摩西尼

控诉提摩克拉底

§30-37

法案与现行法的抵触及审判官的责任

演说者指责提摩克拉底将决议案置于法律之上,并在神圣节日期间非法提出与现行法相抵触的法案;在宣读禁止提出冲突法律的法文后,他论证大众审判官才是法律唯一可靠的守护者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30

καίτοι πῶς οὐ δεινόν, εἰδότα μὲν τοὺς νόμους, ὧν ὀλίγῳ πρότερον πάντες ἠκούσατε, κυρίους ὄντας, εἰδότα δʼ οὐκ ἐῶνθʼ ἕτερον νόμον ψήφισμʼ οὐδέν, οὐδʼ ἂν ἔννομον ᾖ, νόμου κυριώτερον εἶναι, γράψαι καὶ θεῖναι νόμον ὑμῖν κατὰ ψήφισμα,1 ὃ καὶ αὐτὸ παρὰ τοὺς νόμους εἰρημένον ᾔδει;

再者,他明明知晓你们方才全体听到的法律是权威有效的,又明明知晓另一条法律不允许任何决议案(哪怕是合法的决议案)优于法律,却竟然依据一项他明知其本身亦是违反法律而提出的决议案,为你们起草并制定了一项法律,这难道不是骇人听闻的吗?

§31

ἢ πῶς οὐ σχέτλιον τὴν μὲν πόλιν ἑκάστῳ ἡμῶν δεδωκέναι ἄδειαν τοῦ μή τι παθεῖν ἀηδὲς ἢ δεινὸν ἐν τούτῳ τῷ χρόνῳ ποιήσασαν ἱερομηνίαν, αὐτὴν δὲ μὴ τετυχηκέναι ταύτης τῆς ἀσφαλείας παρὰ Τιμοκράτους, ἀλλʼ ἐν αὐτῇ τῇ ἱερομηνίᾳ τὰ μέγιστʼ ἠδικῆσθαι; τί γὰρ ἄν τις μεῖζον ἠδίκησʼ ἰδιώτης ἀνὴρ ἢ καταλύων τοὺς νόμους αὐτῆς, διʼ ὧν οἰκεῖται;

或者,城邦通过设立神圣节日,赋予我们每个人在此期间免受任何不快或可怕之事侵害的安全,城邦自身却未能从提摩克拉底那里获得这种安全保障,反而在神圣节日期间遭受了最大的侵害,这难道不是令人痛惜的吗?因为一个普通公民若是摧毁城邦赖以维系的法律,对城邦还能犯下比这更大的罪行吗?

§32

ὅτι2 μὲν τοίνυν οὐδὲν ὧν προσῆκέν τε καὶ κελεύουσιν οἱ νόμοι πεποίηκεν, εἰς τὰ προειρημένα τις σκοπῶν ἂν γνοίη. ὅτι δʼ οὐ μόνον κατὰ τοῦτʼ ἀδικεῖ, εἰ παραβὰς τὸν χρόνον τὸν ἐκ τῶν νόμων καὶ τὸ βουλεύσασθαι καὶ σκέψασθαι περὶ τούτων ὑμᾶς παντελῶς ἀνελὼν οὔσης ἱερομηνίας ἐνομοθέτει, ἀλλὰ καὶ κατʼ ἐκεῖνο, ὅτι πᾶσιν ἐναντίον εἰσενήνοχεν τοῖς οὖσι νόμοις, αὐτίκα δὴ μάλʼ ἀκριβῶς μαθήσεσθε. ἀνάγνωθι δέ μοι λαβὼν τουτονὶ πρῶτον τὸν νόμον, ὃς διαρρήδην οὐκ ἐᾷ νόμον οὐδένʼ ἐναντίον εἰσφέρειν, ἐὰν δέ τις εἰσφέρῃ, γράφεσθαι κελεύει. ἀναγίγνωσκε. ΝΟΜΟΣ. "τῶν δὲ νόμων τῶν κειμένων μὴ ἐξεῖναι λῦσαι μηδένα, ἐὰν μὴ ἐν νομοθέταις. τότε δʼ ἐξεῖναι τῷ βουλομένῳ Ἀθηναίων λύειν, ἕτερον τιθέντι ἀνθʼ ὅτου ἂν λύῃ. διαχειροτονίαν δὲ ποιεῖν τοὺς προέδρους περὶ τούτων τῶν νόμων, πρῶτον μὲν περὶ τοῦ κειμένου, εἰ δοκεῖ ἐπιτήδειος εἶναι τῷ δήμῳ τῷ Ἀθηναίων ἢ οὔ, ἔπειτα περὶ τοῦ τιθεμένου. ὁπότερον δʼ ἂν χειροτονήσωσιν οἱ νομοθέται, τοῦτον κύριον εἶναι. ἐναντίον δὲ νόμον μὴ ἐξεῖναι τιθέναι τῶν νόμων τῶν κειμένων μηδενί. ἐὰν δέ τις λύσας τινὰ τῶν νόμων τῶν κειμένων ἕτερον ἀντιθῇ μὴ ἐπιτήδειον τῷ δήμῳ τῷ Ἀθηναίων ἢ ἐναντίον τῶν κειμένων τῳ, τὰς γραφὰς εἶναι κατʼ αὐτοῦ κατὰ τὸν νόμον ὃς κεῖται ἐάν τις μὴ ἐπιτήδειον θῇ νόμον."

只要看一看前面所说的事情,任何人都会明白,凡是理应做且法律所命令的事情,他一件也没有做。然而,他不仅在此事上有罪——即违反法律规定的期限,完全剥夺了你们就这些事项进行商议和审视的机会,而在神圣节日期间立了法——而且还在于,他所引入的法律与所有现行法律相冲突,对此你们马上就能极其确切地知晓。请拿起这第一条法律为我宣读,它明确规定不准引入任何相反的法律,并命令若有人引入,便当对其提起公诉。宣读吧。 法律“现行法律中,除在立法委员面前外,任何人不得废除任何一条。彼时,任何愿意的雅典人在提出另一条法律以替代其所拟废除之法律的前提下,得予以废除。会议主席团当就这些法律主持举手表决,首先就现行法律表决其对雅典民众是否合宜,继而就拟提之法律表决。凡立法委员投票赞成者,该法即具效力。不得制定与任何现行法律相抵触之法律。若有人废除某条现行法律后,另提一条对雅典民众不合宜之法律,或与现行法律中任何一条相抵触之法律,则当依关于制定不合宜法律之现行法律,对其提起公诉。”

§34

ἠκούσατε μὲν τοῦ νόμου· πολλῶν δὲ καλῶς κειμένων νόμων τῇ πόλει οὐδενὸς ἧττον ἡγοῦμαι καὶ τοῦτον ἀξίως ἐπαίνου γεγράφθαι. σκέψασθε γὰρ ὡς δικαίως καὶ σφόδρʼ ὑπὲρ τοῦ δήμου κεῖται. οὐκ ἐᾷ τοῖς ὑπάρχουσι νόμοις ἐναντίον εἰσφέρειν, ἐὰν μὴ λύσῃ τὸν πρότερον κείμενον. τίνος εἵνεκα; πρῶτον μὲν ἵνʼ ὑμῖν ἐξῇ τὰ δίκαια ψηφίζεσθαι μετʼ εὐσεβείας.

你们已经听到了这项法律。在城邦妥善制定的众多法律中,我认为这一条受到赞誉的程度绝不亚于任何其他法律。请看它是何等公正且何等坚决地为了民众而制定的。它不允许引入与现行法律相抵触的法律,除非先废除先前制定的法律。这是为了什么呢?首先,是为了让你们能够虔敬地投下公正的裁决票。

§35

εἰ γὰρ εἴησαν δύʼ ἐναντίοι νόμοι, καί τινες ἀντίδικοι παρʼ ὑμῖν ἀγωνίζοιντο ἢ περὶ δημοσίων ἢ περὶ ἰδίων πραγμάτων, ἀξιοίη δʼ ἑκάτερος νικᾶν μὴ τὸν αὐτὸν δεικνύων νόμον, οὔτʼ ἀμφοτέροις ἔνι δήπου ψηφίσασθαι· πῶς γάρ; οὔτε θατέρῳ ψηφιζομένους εὐορκεῖν·3 παρὰ γὰρ τὸν ἐναντίον, ὄντα δʼ ὁμοίως κύριον, ἡ γνῶσις συμβαίνει.

因为倘若有两条相反的法律,而某些诉讼当事人在你们面前就公务或私事进行争辩,双方各自出示不同的法律并要求获胜,那么显然不可能对双方都投赞成票——怎么可能呢?而若投票支持其中一方,投票者也无法恪守誓言;因为裁决结果必然与另一条同样具有效力的相反法律相违背。

§36

τοῦτό τʼ οὖν ὑπὲρ ὑμῶν φυλαττόμενος ταῦτα προεῖπε καὶ ἔτι πρὸς τούτῳ βουλόμενος φύλακας ὑμᾶς τῶν νόμων καταστῆσαι· ᾔδει γὰρ ἐκεῖνο, ὅτι τὰς ἄλλας ἃς γέγραφʼ αὐτῶν φυλακὰς ἔστι πολλαχῇ διακρούσασθαι. τοὺς συνηγόρους, οὓς χειροτονεῖτε, δύναιτʼ ἂν πεῖσαί τις σιωπᾶν. ἐκτιθέναι κελεύει τοῦ προειδέναι πάντας· τάχʼ ἄν, εἰ τύχοι, τοὺς μὲν ἀντειπόντας ἂν εἰ προαίσθοιντο, λάθοι,4 οἱ δʼ οὐδὲν προσέχοντες ἀναγνοῖεν ἄν.

因此,立法者为了你们防范此事,预先作出了这些规定;此外,他还希望将你们确立为法律的守护者。因为他深知这一点:他为法律所写下的其他防范措施,往往可以通过多种方式被规避。你们投票选出的辩护人,有人可以说服他们保持沉默;他下令陈列法律是为了让所有人预先知晓,但可能碰巧那些若事先察觉就会提出反对的人未能注意到,而那些毫不关心的人反而读到了。

§37

ἀλλὰ γράψασθαι νὴ Δίʼ ἕκαστον ἔστιν, ὃ κἀγὼ νυνὶ πεποίηκα· κἀνταῦθα, ἂν ἀπαλλάξῃ τις τὸν ἐπιστάντα, ἡ πόλις παρακέκρουσται. τίς οὖν μόνη φυλακὴ καὶ δικαία καὶ βέβαιος τῶν νόμων; ὑμεῖς οἱ πολλοί· οὔτε γὰρ τὸ γνῶναι καὶ δοκιμάσαι τὸ βέλτιστον ἐξελέσθαι δύναιτʼ ἂν ὑμῶν οὐδὲ εἷς, οὔτʼ ἀπαλλάξας καὶ διαφθείρας πεῖσαι τὸν χείρω θέσθαι νόμον ἀντὶ τοῦ κρείττονος.

指着宙斯起誓,诚然人人都可以提起公诉,就像我此刻所做的那样;然而即使在此处,若有人收买并打发了出面指控之人,城邦也就受到了欺骗。那么,法律唯一公正而牢靠的守护者是什么呢?就是作为大众的你们;因为没有任何单个人能够剥夺你们辨别和检验何者为最优的能力,也绝不可能通过收买和腐化你们,说服你们去制定较劣的法律以取代较优的法律。

语法注4 条
  1. 30εἰδότα μὲν τοὺς νόμους, ὧν ὀλίγῳ πρότερον πάντες ἠκούσατε, κυρίους ὄντας, εἰδότα δʼ οὐκ ἐῶνθʼ ἕτερον νόμον ψήφισμʼ οὐδέν, οὐδʼ ἂν ἔννομον ᾖ, νόμου κυριώτερον εἶναι, γράψαι καὶ θεῖναι νόμον ὑμῖν κατὰ ψήφισμα

    不定式 γράψαι καὶ θεῖναι 作为无人称表达 πῶς οὐ δεινόν [ἐστιν] 的主语,宾格分词 εἰδότα μὲν ... εἰδότα δὲ ... 则修饰其逻辑主语(提摩克拉底)。在后一个分词从句中,οὐκ ἐῶντα 修饰宾语 ἕτερον νόμον,并统领一个宾格加不定式结构(ψήφισμʼ οὐδὲν ... νόμου κυριώτερον εἶναι),形成层层嵌套的句式。

  2. 31οὐ μόνον κατὰ τοῦτʼ ἀδικεῖ, εἰ παραβὰς τὸν χρόνον τὸν ἐκ τῶν νόμων ... ἐνομοθέτει, ἀλλὰ καὶ κατʼ ἐκεῖνο, ὅτι

    紧接在 κατὰ τοῦτο 之后、带有未完成过去时直陈式 ἐνομοθέτει 的 εἰ 从句引导了指责的事实依据(“在于他立了法这一点”)。在表达情感或指责的措辞之后,εἰ 从句常用于指示既成事实,在此与后文由 ἀλλὰ καὶ κατʼ ἐκεῖνο, ὅτι... 引出的 ὅτι 从句构成实质上的并列对应。

  3. 35οὔτε θατέρῳ ψηφιζομένους εὐορκεῖν

    在否定词 οὔτε 之后,宾格分词 ψηφιζομένους(含有条件意味,“即便投票支持其中一方”)用作不定式 εὐορκεῖν 的逻辑主语。它与前面的 οὔτʼ ἀμφοτέροις ἔνι ... ψηφίσασθαι 相对仗,在句法上呈现出无论采取哪种选择都必然违背司法誓言的困境。

  4. 36τοὺς μὲν ἀντειπόντας ἂν εἰ προαίσθοιντο, λάθοι

    在主句动词 λάθοι ἄν 的统领下,充当宾语的分词短语 τοὺς ἀντειπόντας 带有 ἄν,与从属的虚拟条件从句 εἰ προαίσθοιντο(希求法)相呼应,表达出潜在或虚拟归结的含义:“那些若事先察觉本会提出反对的人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:30-37