- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:23-29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者引述了现行法律中关于立法必须经过公开陈列和审议延期程序的规定,随即谴责提摩克拉底利用克罗诺斯节休会之机,假借节日名义通过违规决议案,于次日仓促强行通过该违法法律。
"πρὸ δὲ τῆς ἐκκλησίας ὁ βουλόμενος Ἀθηναίων ἐκτιθέτω πρόσθεν τῶν ἐπωνύμων γράψας τοὺς νόμους οὓς ἂν τιθῇ, ὅπως ἂν πρὸς τὸ πλῆθος τῶν ἐκτεθέντων νόμων ψηφίσηται ὁ δῆμος περὶ τοῦ χρόνου τοῖς νομοθέταις. ὁ δὲ τιθεὶς τὸν καινὸν νόμον ἀναγράψας εἰς λεύκωμα ἐκτιθέτω πρόσθεν τῶν ἐπωνύμων ὁσημέραι, ἕως ἂν ἡ ἐκκλησία γένηται. αἱρεῖσθαι δὲ καὶ τοὺς συναπολογησομένους τὸν δῆμον τοῖς νόμοις,1 οἳ ἂν ἐν τοῖς νομοθέταις λύωνται, πέντε ἄνδρας ἐξ Ἀθηναίων ἁπάντων, τῇ ἑνδεκάτῃ τοῦ ἑκατομβαιῶνος μηνός."
“在公民大会之前,任何愿意的雅典人当将自己拟提的法律书写下来,陈列于诸同名英雄像前,以便民众能够根据所陈列法律的多少,就留给立法委员的时间作出表决。提出新法者当将其抄写在白板上,每日陈列于诸同名英雄像前,直至公民大会召开。民众还应当在赫卡通拜翁月第十一天,从全体雅典人中选出五名男子,共同为那些将在立法委员面前被提议废除的法律进行辩护。”
οὗτοι πάντες οἱ νόμοι κεῖνται πολὺν ἤδη χρόνον, ὦ ἄνδρες δικασταί, καὶ πεῖραν αὑτῶν πολλάκις δεδώκασʼ ὅτι συμφέροντες ὑμῖν εἰσιν, καὶ οὐδεὶς πώποτʼ ἀντεῖπεν μὴ οὐ καλῶς ἔχειν αὐτούς.2 εἰκότως· οὐδὲν γὰρ ὠμὸν οὐδὲ βίαιον οὐδʼ ὀλιγαρχικὸν προστάττουσιν, ἀλλὰ τοὐναντίον πάντα φιλανθρώπως καὶ δημοτικῶς φράζουσι πράττειν.
审判官们,所有这些法律早已制定多时,并已多次证明它们对你们是有益的,且从未有人反对说它们不够妥善。这是理所当然的;因为它们没有规定任何苛酷、强暴或寡头性质的条款,相反,它们吩咐一切都要人道地、民主地办理。
καὶ πρῶτον μὲν ἐφʼ ὑμῖν ἐποίησαν διαχειροτονίαν,3 πότερον εἰσοιστέος ἐστὶ νόμος καινὸς ἢ δοκοῦσιν ἀρκεῖν οἱ κείμενοι· μετὰ ταῦτα δέ, ἂν χειροτονῆτʼ εἰσφέρειν, οὐκ εὐθὺς τιθέναι προσέταξαν, ἀλλὰ τὴν τρίτην ἀπέδειξαν ἐκκλησίαν, καὶ οὐδʼ ἐν ταύτῃ τιθέναι δεδώκασιν, ἀλλὰ σκέψασθαι καθʼ ὅ τι τοὺς νομοθέτας καθιεῖτε. ἐν δὲ τῷ μεταξὺ χρόνῳ τούτῳ προσέταξαν τοῖς βουλομένοις εἰσφέρειν ἐκτιθέναι τοὺς νόμους πρόσθεν τῶν ἐπωνύμων, ἵνʼ ὁ βουλόμενος σκέψηται, κἂν ἀσύμφορον ὑμῖν κατίδῃ τι, φράσῃ καὶ κατὰ σχολὴν ἀντείπῃ.
首先,它们将表决权交由你们掌握,究竟是应当引入新法,还是认为现行法律已经足够;此后,若你们投票赞成引入新法,它们也没有下令立即制定,而是指定在第三次公民大会上进行,甚至在该次大会上也不允许制定,而是要你们审议将在何种条件下召集立法委员。在这段间隔时间内,它们责令有意提出法律者将各项法律陈列于诸同名英雄像前,以便任何愿意之人都能加以审视,且若察觉到任何对你们不利之处,便能指出来并从容地提出反对意见。
τούτων μέντοι τοσούτων ὄντων οὐδὲν πεποίηκε Τιμοκράτης οὑτοσί· οὔτε γὰρ ἐξέθηκε τὸν νόμον, οὔτʼ ἔδωκεν εἴ τις ἐβούλετʼ ἀναγνοὺς ἀντειπεῖν, οὔτʼ ἀνέμεινεν οὐδένα τῶν τεταγμένων χρόνων ἐν τοῖς νόμοις, ἀλλὰ τῆς ἐκκλησίας, ἐν ᾗ τοὺς νόμους ἐπεχειροτονήσατε, οὔσης ἑνδεκάτῃ τοῦ ἑκατομβαιῶνος μηνός, δωδεκάτῃ τὸν νόμον εἰσήνεγκεν, εὐθὺς τῇ ὑστεραίᾳ, καὶ ταῦτʼ ὄντων Κρονίων καὶ διὰ ταῦτʼ ἀφειμένης τῆς βουλῆς,4 διαπραξάμενος μετὰ τῶν ὑμῖν ἐπιβουλευόντων καθέζεσθαι νομοθέτας διὰ ψηφίσματος ἐπὶ τῇ τῶν Παναθηναίων προφάσει.
然而,尽管有如此多的规定,这里的提摩克拉底却没有履行其中的任何一条;因为他既没有陈列该法律,也没有给任何想阅读并提出反对意见的人以机会,更没有等待法律中所规定的任何期限,反而在你们对法律举行确认表决的公民大会于赫卡通拜翁月第十一天召开之后,紧接着在次日,即第十二天便引入了这项法律——而且这还是在克罗诺斯节期间,议事会因此休会之际,他竟同那些对你们心怀叵测之人暗中勾结,借口泛雅典娜节,通过一项决议案设法召集了立法委员。
βούλομαι δʼ ὑμῖν τὸ ψήφισμʼ αὔτʼ ἀναγνῶναι τὸ νικῆσαν, ἵνʼ ἴδηθʼ ὅτι πάντα συνταξάμενοι καὶ οὐδὲν ἀπὸ ταὐτομάτου τούτων ἔπραττον. λαβὲ τὸ ψήφισμʼ αὐτοῖς καὶ ἀναγίγνωσκε σύ. ΨΗΦΙΣΜΑ. "ἐπὶ τῆς Πανδιονίδος πρώτης, ἑνδεκάτῃ τῆς πρυτανείας, Ἐπικράτης εἶπεν, ὅπως ἂν τὰ ἱερὰ θύηται καὶ ἡ διοίκησις ἱκανὴ γένηται καὶ εἴ τινος ἐνδεῖ πρὸς τὰ Παναθήναια διοικηθῇ, τοὺς πρυτάνεις τοὺς τῆς Πανδιονίδος καθίσαι νομοθέτας αὔριον, τοὺς δὲ νομοθέτας εἶναι ἕνα καὶ χιλίους ἐκ τῶν ὀμωμοκότων, συννομοθετεῖν δὲ καὶ τὴν βουλήν."
我希望向你们宣读那项获得通过的决议案本身,好让你们明白他们做这一切都是预谋串通好的,绝非出于偶然。请为他们〔审判官们〕拿起决议案并宣读。 决议案 “在潘狄奥尼斯部族担任第一行政管区主席团期间,于主席团任期的第十一天,埃庇克拉底提议:为了使祭仪得以举行,政务管理充分完备,且泛雅典娜节若有何欠缺皆得以处置,潘狄奥尼斯部族的主席团当于明日召集立法委员;立法委员当由宣过誓的人中选出一千零一人组成,议事会亦当共同参与立法。”
ἐνθυμήθητε ἀναγιγνωσκομένου τοῦ ψηφίσματος ὡς τεχνικῶς ὁ γράφων αὐτὸ τὴν διοίκησιν καὶ τὸ τῆς ἑορτῆς προστησάμενος κατεπεῖγον, ἀνελὼν τὸν ἐκ τῶν νόμων χρόνον, αὐτὸς ἔγραψεν αὔριον νομοθετεῖν, οὐ μὰ Δίʼ οὐχ ἵνʼ ὡς κάλλιστα γένοιτό τι τῶν περὶ τὴν ἑορτήν (οὐδὲ γὰρ ἦν ὑπόλοιπον οὐδʼ ἀδιοίκητον οὐδέν), ἀλλʼ ἵνα μὴ προαισθομένου μηδενὸς ἀνθρώπων μηδʼ ἀντειπόντος τεθείη καὶ γένοιτο κύριος αὐτοῖς ὅδʼ ὁ νῦν ἀγωνιζόμενος νόμος.
请你们在宣读决议案时思考一下,起草该案的人是何等狡黠地以政务管理和节日的紧迫性为借口,废除了法律所规定的期限,亲自写下应当于明日立法——指着宙斯起誓,这绝不是为了使有关节日的任何事项办得尽可能尽善尽美(因为没有任何遗留或未曾妥善处置的事宜),而是为了在没有任何人预先察觉亦无人反对的情况下,让这项如今受到指控的法律得以通过,并对他们生效。
τεκμήριον δέ· καθεζομένων γὰρ τῶν νομοθετῶν, περὶ μὲν τούτων, τῆς διοικήσεως καὶ τῶν Παναθηναίων, οὔτε χείρονʼ οὔτε βελτίω νόμον οὐδένʼ εἰσήνεγκεν οὐδείς, περὶ δʼ ὧν οὔτε τὸ ψήφισμʼ ἐκέλευεν οἵ τε νόμοι κωλύουσιν, Τιμοκράτης οὑτοσὶ κατὰ πολλὴν ἡσυχίαν ἐνομοθέτει, κυριώτερον μὲν νομίσας τὸν ἐκ τοῦ ψηφίσματος ἢ τὸν ἐν τοῖς νόμοις εἰρημένον χρόνον, οὐδʼ ὁτιοῦν δὲ φοβηθεὶς εἰ ἁπάντων ὑμῶν ἀγόντων ἱερομηνίαν, καὶ νόμου κειμένου μήτʼ ἰδίᾳ μήτε κοινῇ μηδὲν ἀλλήλους ἀδικεῖν ἐν τούτῳ τῷ χρόνῳ, μηδὲ χρηματίζειν ὅ τι ἂν μὴ περὶ τῆς ἑορτῆς ᾖ, αὐτὸς οὐχ ἕνα τὸν τυχόντα, ἀλλʼ ὅλην ἀδικῶν φανήσεται τὴν πόλιν.5
证据如下:因为当立法委员们就座审议时,关于这些事项——即政务管理和泛雅典娜节——没有任何人提出任何法律,无论是更好的还是更坏的;相反,对于那些既非决议案所命亦为法律所禁的事项,这里的提摩克拉底却极其安然地立了法。他认为决议案所规定的时间比法律中所载明的期限更为权威,且丝毫不惧怕:在你们全体都在过神圣节日、且有法律明确规定在此期间无论公私皆不得互相侵害,亦不得处理任何与节日无关的事务之时,他自己将被揭露不仅是在侵害随便哪一个个体,而是在侵害整个城邦。
- 23αἱρεῖσθαι δὲ καὶ τοὺς συναπολογησομένους τὸν δῆμον τοῖς νόμοις
αἱρεῖσθαι 是法令文本中常见的表命令的不定式,其逻辑主语为宾格的 τὸν δῆμον。将来时分词 τοὺς συναπολογησομένους 作 αἱρεῖσθαι 的直接宾语(“选出……一同辩护之人”),而 τοῖς νόμοις 是复合动词 συναπολογέομαι 所要求的与格(“为法律辩护”)。
- 24ἀντεῖπεν μὴ οὐ καλῶς ἔχειν αὐτούς
否定句中表示“拒绝、反对”意义的主句动词(οὐδεὶς πώποτʼ ἀντεῖπεν)后接不定式时,常规使用冗赘双重否定词 μὴ οὐ 的句式。在此表达“从未有人反对说它们是不恰当的(即皆承认其妥善)”。
- 25ἐφʼ ὑμῖν ἐποίησαν διαχειροτονίαν
介词短语 ἐφʼ ὑμῖν 配合与格,表示“由你们掌握/全凭你们裁决”(in your power)。διαχειροτονία 指二选一的表决,紧随其后的间接疑问句 πότερον... ἢ...(“是应当引入新法,还是现行法律已然足够”)具体说明了该表决的内容。
- 26καὶ ταῦτʼ ὄντων Κρονίων καὶ διὰ ταῦτʼ ἀφειμένης τῆς βουλῆς
惯用短语 καὶ ταῦτα(“而且、加之”)引出两个属格独立结构(ὄντων Κρονίων 与 ἀφειμένης τῆς βουλῆς),用以强调提摩克拉底是在极不合规且反常的时机(节日期间议事会休会)提出该项法案的。
- 29οὐδʼ ὁτιοῦν δὲ φοβηθεὶς εἰ ... αὐτὸς οὐχ ἕνα τὸν τυχόντα, ἀλλʼ ὅλην ἀδικῶν φανήσεται τὴν πόλιν
分词 φοβηθεὶς 之后由连词 εἰ 引出宾语从句(在表恐惧或情感的词后,εἰ 常用以委婉表达“是否……/竟然……”)。从句主动词 φανήσεται 为将来时直陈语气,搭配补充式现在分词 ἀδικῶν,表示“他将显露出在侵害……”。οὐδʼ ὁτιοῦν 作副词性宾格,意为“丝毫不”。
