- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:201-209
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者谴责蒂莫克拉特斯对其负债的父亲坐视不管并将妹妹变卖给异邦敌人,指出其制定的溯及释放法案犹如叛乱分子砸狱释囚,从根本上摧毁了国家监牢与法庭,理应受到最严厉的惩处。
καίτοι ὅστις μέλλων κληρονομήσειν τῆς ἀτιμίας, ἂν ἐκεῖνός τι πάθῃ, μὴ οἴεται δεῖν ἐκτεῖσαι, ἀλλὰ κερδαίνειν, ὃν ἐκεῖνος ζῇ χρόνον, ἀξιοῖ τοῦτο τὸ κέρδος,1 τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκεῖ; καὶ τὸν μὲν πατέρʼ οὔτʼ ἐλεεῖς οὔτε δεινά σοι δοκεῖ πάσχειν, εἰ σοῦ λαμβάνοντος καὶ χρηματιζομένου ἀπὸ τῶν εἰσφορῶν ὧν εἰσέπραττες, ἀπὸ τῶν ψηφισμάτων ὧν γράφεις, ἀφʼ ὧν εἰσφέρεις νόμων, διὰ μικρὸν ἀργύριον μὴ μετέχει τῆς πόλεως, ἑτέρους δʼ ἐλεῆσαί τινας φῄς;
然而,一个在父亲遭遇任何不测时注定将继承公民权剥夺状态的人,却认为自己不必偿清债务,反而认为在父亲有生之年心安理得地坐享这笔不义之财是理所应当的,你们认为他会放过什么呢?你自己从所征收的特别税中、从你起草的公民大会决议中、从你提出的法律中牟取暴利、中饱私囊,而你的父亲却为了一点微不足道的金钱被剥夺了城邦的公民权利,对此你既不怜悯父亲,也不认为他正遭受惨境,却口口声声宣称自己是怜悯了某些外人?
ἀλλὰ νὴ Δία τὴν ἀδελφὴν καλῶς διῴκηκεν. ἀλλʼ εἰ καὶ μηδὲν ἄλλʼ ἠδίκει, κατὰ τοῦτʼ ἄξιός ἐστʼ ἀπολωλέναι· πέπρακε γὰρ αὐτήν, οὐκ ἐκδέδωκεν. τῶν γὰρ ὑμετέρων ἐχθρῶν ἑνί, Κερκυραίῳ τινὶ τῶν νῦν ἐχόντων τὴν πόλιν, καταλύοντι παρʼ αὐτῷ, ὅτε δεῦρο πρεσβεύοι, καὶ βουληθέντι λαβεῖν αὐτήν (ἐξ οὗ δὲ τρόπου, παραλείψω) λαβὼν ἀργύριον δέδωκεν· καὶ νῦν ἐστιν ἐν Κερκύρᾳ.
“可是,凭宙斯起誓,他对自己的妹妹照顾得极好!”哪怕他未曾犯下其他任何罪过,单凭这一条他就罪该万死;因为他是把她卖掉了,而不是把她嫁出去!事实上,你们的敌人之一——目前把持该邦政权的克基拉人之一——在出使来到这里并寄宿在他家中时想要占有她(究竟是以何种手段,我且按下不表),他便在收取金钱之后将她交出;如今她正身在克基拉。
ὃς οὖν τὴν μὲν ἀδελφὴν ἐπʼ ἐξαγωγῇ, φησὶ μὲν ἐκδοῦναι, πέπρακε δὲ τῷ ἔργῳ.2 τὸν δʼ αὑτοῦ πατέρʼ οὕτω γηροτροφεῖ, κολακεύει δὲ καὶ μισθοῦ γράφει καὶ πολιτεύεται, τοῦτον ὑμεῖς λαβόντες οὐκ ἀποκτενεῖτε; δόξετʼ ἄρʼ, ὦ ἄνδρες Ἀθηναῖοι, κρίσεις βούλεσθαι καὶ πράγματʼ ἔχειν, ἀλλʼ οὐκ ἀπηλλάχθαι τῶν πονηρῶν.
因此,一个将亲生妹妹运往异邦——口头上自称是出嫁,实际上却是变卖——用这般方式奉养自己的父亲、为了酬金而阿谀奉承、起草法案并混迹于政坛的人,你们既然将他拿获,难道还不将他处死吗?雅典人啊,若是如此,你们就将被看作是自讨官司、乐于惹事生非,却不愿将恶棍们清除干净。
καὶ μὴν ὅτι μὲν προσήκει πάντας κολάζειν τοὺς ἀδικοῦντας, εὖ οἶδʼ ὅτι πάντες ἄν, εἴ τις ἔροιτο, φήσαιτε· ὅσῳ δὲ μάλιστα τοῦτον, ὃς νόμον εἰσενήνοχʼ ἐπὶ βλάβῃ τοῦ πλήθους, ἐγὼ πειράσομαι διδάξαι. τῶν μὲν γὰρ κλεπτῶν καὶ λωποδυτῶν καὶ τὰ τοιαῦτα κακουργούντων ἕκαστος πρῶτον μὲν ὡς ἀληθῶς τὸν ἐντυχόντʼ ἀδικεῖ, καὶ οὐκ ἂν οἷός τʼ εἴη πάντας ἐκδύειν οὐδὲ τὰ πάντων ὑφελέσθαι, εἶτα καταισχύνει τὴν αὑτοῦ δόξαν καὶ τὸν βίον μόνον.
再者,凡作恶者皆应受到惩罚,这一点我很清楚,如果有人询问,你们所有人都会予以肯定;但在多大程度上尤其应当惩罚这个提出损害大众利益之法律的人,我将尽力向你们说明。因为那些小偷、扒衣贼以及行此类勾当的恶徒,每一个人首先确实只是侵害碰巧遇到的人,绝不可能扒光所有人的衣服或盗尽所有人的财物;其次,他们败坏的仅仅是自己的名誉和人生。
εἰ δέ τις εἰσφέρει νόμον ἐξ οὗ τοῖς ὑμᾶς βουλομένοις ἀδικεῖν ἡ πᾶσʼ ἐξουσία καὶ ἄδεια γενήσεται, οὗτος ὅλην ἀδικεῖ τὴν πόλιν καὶ καταισχύνει πάντας· νόμος γὰρ αἰσχρὸς ὅταν κύριος ᾖ, τῆς πόλεως ὄνειδός ἐστι τῆς θεμένης, καὶ βλάπτει πάντας ὅσοι περ ἂν αὐτῷ χρῶνται. τὸν οὖν καὶ βλάπτειν ὑμᾶς καὶ δόξης ἀναπιμπλάναι φαύλης ἐπιχειροῦντα, τοῦτον οὐ τιμωρήσεσθε λαβόντες;
然而,如果有人提出一部法律,使企图侵害你们的人能够获得充分的特权和免责,此人便是侵害了整个城邦,并使所有人蒙受羞辱;因为一部可耻的法律一旦生效,就是制定该法的城邦的耻辱,并且会毒害所有遵行它的人。那么,对于一个企图既伤害你们又让你们染上恶名的人,你们既然拿获了他,难道还不加以惩罚吗?
καὶ τί φήσετε; γνοίη δʼ ἄν τις οὕτω μάλισθʼ ἡλίκα πράγματα συσκευάσας γέγραφʼ αὐτόν, καὶ ταῦθʼ ὡς ὑπεναντία τῇ καθεστώσῃ πολιτείᾳ, εἰ λογίσαιθʼ ὅτι πάντες, ὅταν που καταλύοντες τὸν δῆμον πράγμασιν ἐγχειρῶσι νεωτέροις, τοῦτο ποιοῦσι πρῶτον ἁπάντων· ἔλυσαν τοὺς πρότερον νόμῳ διʼ ἁμαρτίαν τινὰ ταύτην ὑπέχοντας τὴν δίκην.
你们又将作何辩解呢?若有人考虑到这一点,就能最为清醒地认识到他是策划了何等重大的图谋而起草该法,以及这些图谋与现行政体是何等根本对立:即无论何人在颠覆民主政体、企图推翻现状时,无一例外首先干的正是这件事——他们释放那些先前因某种罪过依照法律正在服受这一惩罚的人。
πῶς οὖν οὐκ ἄξιος οὗτος, εἰ δυνατόν, τρίς, οὐχ ἅπαξ ἀπολωλέναι, ὃς εἷς ὢν καὶ οὐ δήπου μέλλων καταλύσειν ὑμᾶς, ἀλλὰ τοὐναντίον αὐτὸς ἐν ὑμῖν, ἂν τὰ δίκαια καὶ τὰ προσήκοντα ποιῆτε, ἀπολεῖσθαι, ὅμως ἐμιμήσατο τοῦτο τἀδίκημα,3 καὶ διὰ τοῦ νόμου λύειν ἠξίωσεν οὓς δέδεκεν τὰ δικαστήρια, γράψας ἀναιδῶς, εἴ τινι προστετίμηται δεσμοῦ κἂν τὸ λοιπόν τινι προστιμήσητε, τοῦτον ἀφεῖσθαι.4
既然如此,此人若有可能被处死三次而非仅一次,难道不是罪有应得吗?他不过是区区一介草民,断不可能意图颠覆你们的政体,反倒是如果你们做公正而正当的事,他自己在你们面前必将伏诛,然而他却依然效仿了这一罪行,妄图通过法律释放法庭已予监禁的人,厚颜无耻地写下:“若有人被追加判处拘禁刑,即便今后你们对任何人追加判处,此人亦应予以释放。”
καὶ μὴν εἰ αὐτίκα δὴ μάλα κραυγὴν ἀκούσαιτε πρὸς τῷ δικαστηρίῳ, εἶτʼ εἴποι τις ὡς ἀνέῳκται τὸ δεσμωτήριον, οἱ δὲ δεσμῶται φεύγουσιν, οὐδεὶς οὔτε γέρων οὔτʼ ὀλίγωρος οὕτως ὅστις οὐχὶ βοηθήσειεν ἂν καθʼ ὅσον δύναται. εἰ δὲ δή τις εἴποι παρελθὼν ὡς ὁ τούτους ἀφείς ἐστιν οὑτοσί, οὐδὲ λόγου τυχὼν ἂν εὐθὺς ἀπαχθεὶς θανάτῳ ζημιωθείη.
况且,如果此时此刻法庭近旁立刻传来喊叫声,随后有人声称监狱已被打开、囚犯正在逃窜,那么无论多么年迈或是多么漠不关心,也断不会有人不尽己所能奔去相助。如果此时有人站出来说,释放这些囚犯的正是眼前这个家伙,他甚至连说话申辩的机会都不会得到,就会立即被押走处以极刑。
νῦν τοίνυν ἔχετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτον, ὃς οὐχὶ λάθρα πεποίηκε τοῦτο, ἀλλὰ φενακίσας καὶ παρακρουσάμενος νόμον τέθηκεν φανερῶς ὃς οὐκ ἀνοίγνυσι τὸ δεσμωτήριον, ἀλλὰ καθαιρεῖ, προσπεριείληφε δὲ καὶ τὰ δικαστήρια. τίς γὰρ ἢ τούτων ἢ ἐκείνου χρεία, ὅταν οἷς τετίμηται δεσμοῦ λύωνται, κἂν τὸ λοιπὸν τιμήσητέ τῳ, μηδὲν ὑμῖν ᾖ πλέον;
然而如今,雅典人啊,此人已落入你们手中,他做这事并非暗中进行,而是通过欺骗惑众,公然制定了一部法律——它不仅打开了监狱,简直是将监狱拆毁,甚至将法庭也一同席卷废黜。因为当被判处拘禁的人被释放,即便今后你们对任何人判刑也对你们毫无益处时,无论是法庭还是那座监狱,究竟还有何用处呢?
- 201ὅστις μέλλων κληρονομήσειν τῆς ἀτιμίας, ἂν ἐκεῖνός τι πάθῃ, μὴ οἴεται δεῖν ἐκτεῖσαι, ἀλλὰ κερδαίνειν, ὃν ἐκεῖνος ζῇ χρόνον, ἀξιοῖ τοῦτο τὸ κέρδος
由 ὅστις 引导的关系从句统摄两个对比的动词 μὴ οἴεται 与 ἀλλὰ ... ἀξιοῖ,并在语义上规定了主句疑问句 τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκεῖ 的主语。插入其中的条件从句 ἂν ἐκεῖνός τι πάθῃ(“若那人遭遇不测”)是对死亡的委婉表达,修饰 μέλλων κληρονομήσειν。ὃν ἐκεῖνος ζῇ χρόνον 为表示时间延续的宾格。
- 203ἐπʼ ἐξαγωγῇ, φησὶ μὲν ἐκδοῦναι, πέπρακε δὲ τῷ ἔργῳ
介词短语 ἐπʼ ἐξαγωγῇ 意为“以运往国外为条件/目的”。将雅典女性公民运往境外在法律上几乎等同于贩卖为奴。此处 φησὶ μὲν ἐκδοῦναι(“他声称是出嫁”)与 πέπρακε δὲ τῷ ἔργῳ(“实际上却是变卖”)构成尖锐对比。
- 207ὃς εἷς ὢν καὶ οὐ δήπου μέλλων καταλύσειν ὑμᾶς, ἀλλὰ τοὐναντίον αὐτὸς ἐν ὑμῖν, ἂν τὰ δίκαια καὶ τὰ προσήκοντα ποιῆτε, ἀπολεῖσθαι, ὅμως ἐμιμήσατο τοῦτο τἀδίκημα
关系代词 ὃς 是整个长句的主语,其主要动词 ὅμως ἐμιμήσατο 和 ἠξίωσεν 被长距离隔置在后。中间插入了分词短语 εἷς ὢν 以及由 μέλλων 统摄的两个对比性不定式短语(οὐ δήπου μέλλων καταλύσειν 与 ἀλλὰ ... ἀπολεῖσθαι)。这种分隔结构(hyperbaton)极力突出了政治颠覆集团与单枪匹马、必将伏法的蒂莫克拉特斯之间的鲜明反差。
- 207γράψας ἀναιδῶς, εἴ τινι προστετίμηται δεσμοῦ κἂν τὸ λοιπόν τινι προστιμήσητε, τοῦτον ἀφεῖσθαι
该句以间接引语概括了蒂莫克拉特斯法案的核心条文。完成时被动式 προστετίμηται(针对过去已决事项)与条件从句 κἂν (= καὶ ἐάν) προστιμήσητε(虚拟式,针对将来事项)并置,共同导出结论不定式 τοῦτον ἀφεῖσθαι(“此人当予以释放”)。句式在结构上直接体现了该法案将既决判决与未来裁决一并撤销的违法性。
