- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:193-200
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者阐明了保护平民的私法与规制从政者的公法之别,控诉提摩克拉特斯的法案将溯及力强加于既判事项的极端违法性。进而揭露其立法动机绝非怜悯而是贪婪,指出其对普通纳税公民残酷搜刮却包庇贪污者,甚至对其负有公债的父亲置之不理。
ἐκείνους μὲν τοίνυν τοὺς νόμους τοὺς περὶ τῶν ἰδίων ἠπίως κεῖσθαι καὶ φιλανθρώπως ὑπὲρ τῶν πολλῶν ἐστιν· τούσδε δὲ τοὺς περὶ τῶν πρὸς τὸ δημόσιον τοὐναντίον ἰσχυρῶς καὶ χαλεπῶς ἔχειν ὑπὲρ ὑμῶν ἐστιν· οὕτω γὰρ ἂν ἥκισθʼ οἱ πολιτευόμενοι τοὺς πολλοὺς ὑμᾶς ἀδικοῖεν. ὅταν δὴ τούτῳ τῷ λόγῳ χρῆται, ἐπὶ ταῦτʼ ἀπαντᾶτε, ὅτι τοὺς νόμους οὐκ ἐκείνους τοὺς ὑπὲρ ὑμῶν πράους ποιεῖ, ἀλλὰ τούσδʼ οἳ τοῖς πολιτευομένοις φόβον παρέχουσιν.1
因此,关于私人事务的法律,制定得温和人道符合大众的利益;然而关于涉公事务的法律,相反,严峻严酷才符合你们的利益。因为唯有如此,从政之人侵害你们大众的可能性才最低。因此,每当他使用这一论调时,你们当如此回击:他使之变得宽和的,并非那些维护你们利益的法律,而是那些令从政之人望而生畏的法律。
πολλὰ δʼ ἄν τις ἔχοι λέγειν, εἰ καθʼ ἕκαστον ὧν ἐρεῖ δεικνύναι βούλοιτο φενακισμοῦ καὶ παρακρούσεως εἵνεκα ῥηθησόμενα. ἀλλὰ τὰ μὲν πολλὰ παρήσω, κεφάλαιον δʼ ὑμῖν ὃ μνημονεύσετʼ ἐρῶ. σκοπεῖτʼ ἐν ἅπασι τοῖς λόγοις, ὁπόσους ἂν λέγῃ, εἴ τι δυνήσεται τοιοῦτον εἰπεῖν διʼ οὗ διδάξει ὡς ἔστι δίκαιον τὸν τιθέντα νόμον ταὐτὰ προστάξαι περὶ τῶν παρεληλυθότων καὶ τέλος ἐσχηκότων καὶ περὶ τῶν μελλόντων γενήσεσθαι·2 πάντων γὰρ ὄντων αἰσχρῶν καὶ δεινῶν τῶν γεγραμμένων ἐν τῷ νόμῳ, τοῦτο δεινότατον καὶ μάλιστα παράνομον γέγραπται.
如果有人想要针对他将说的每一句话,揭露其皆是出于欺骗和惑众的目的,那大可长篇大论。但我将略去诸多繁冗,向你们指出应当牢记的核心。在他将要发表的所有论调中,且看他能否说出任何哪怕一点根据,借以证明一位立法者对过去已发生且终结的既成事实,与对将来可能发生之事,下达完全相同的规定是正当的;因为在整部法律所写的一切可耻与可怕之物中,唯独这一点写得最为可怕,且最为违法。
εἰ δὲ μήθʼ οὗτος μήτʼ ἄλλος μηδεὶς τοῦτο δυνήσεται δεῖξαι, εἰδέναι χρὴ σαφῶς φενακιζομένους, καὶ λογίζεσθαι πρὸς ὑμᾶς αὐτοὺς ἐκ τίνος ποτʼ ἐπῆλθε τούτῳ τοιαῦτα νομοθετεῖν. οὐ προῖκʼ, ὦ Τιμόκρατες, πόθεν; οὐδʼ ὀλίγου δεῖ,3 τοῦτον ἔθηκας τὸν νόμον· οὐδεμίαν γὰρ ἂν εἰπεῖν ἔχοις ἄλλην πρόφασιν διʼ ἣν τοιοῦτον ἐπήρθης εἰσενεγκεῖν νόμον, ἢ τὴν σαυτοῦ θεοῖς ἐχθρὰν αἰσχροκέρδειαν· οὔτε γὰρ συγγενὴς οὔτʼ οἰκεῖος οὔτʼ ἀναγκαῖος ἦν σοι τούτων οὐδείς.
如果他本人或任何其他人都无法证明这一点,你们就应当清醒地认识到自己正受蒙蔽,并且在心中忖度,他究竟出于何种动机竟敢提出这般立法。蒂莫克拉特斯啊,难道是免费的吗?怎么可能!绝非如此!你提出这部法律,除了你自身那令神明厌恶的不义贪婪之外,你根本说不出任何诱使你引入如此法律的借口;因为在那些人当中,没有一个人是你的亲戚、族人或近交密友。
οὐδʼ ἐκεῖνʼ ἂν ἔχοις εἰπεῖν, ὡς ἐλεήσας δεινὰ πάσχοντας ἀνθρώπους εἵλου διὰ ταῦτα βοηθεῖν αὐτοῖς· οὔτε γὰρ τὰ τούτων πολλοστῷ χρόνῳ μόλις ἄκοντας, ἐν τρισὶν ἐξελεγχθέντας δικαστηρίοις, κατατιθέναι, τοῦθʼ ἡγήσω δεινὰ πάσχειν εἶναι· ποιεῖν γάρ ἐστι τοῦτό γε δεινά, καὶ παροξύνειεν μᾶλλον ἄν τινα μισεῖν ἢ προτρέψειʼ ἐλεεῖν· οὔτʼ ἄλλως πρᾶος καὶ φιλάνθρωπος σύ τις τῶν ἄλλων διαφόρως ὢν ἐλεεῖς αὐτούς· οὐ γάρ ἐστι τῆς αὐτῆς ψυχῆς4 Ἀνδροτίωνα μὲν καὶ Μελάνωπον καὶ Γλαυκέτην ἐλεεῖν, ἃ κλέψαντες εἶχον εἰ καταθήσουσι, τουτωνὶ δὲ τοσούτων ὄντων καὶ τῶν ἄλλων πολιτῶν, ὧν ἐπὶ τὰς οἰκίας ἐβάδιζες σὺ τοὺς ἕνδεκα καὶ τοὺς ἀποδέκτας ἔχων καὶ τοὺς ὑπηρέτας, μηδένα πώποτʼ ἐλεῆσαι, ἀλλὰ θύρας ἀφαιρεῖν καὶ στρώμαθʼ ὑποσπᾶν καὶ διάκονον, εἴ τις ἐχρῆτο, ταύτην ἐνεχυράζειν· ἃ σὺ πάντʼ ἐποίεις ἐνιαυτὸν ὅλον μετʼ Ἀνδροτίωνος.
你也绝不能说,你是出于怜悯那些遭受可怕境遇的人,因而选择出手相助;因为在三个法庭上均被定罪之后,经历了漫长岁月才勉强且不情愿地吐出赃款,这种行径你绝不会认为是“遭受苦难”;这分明是在施加苦害,只会激起公愤而绝不可能博得同情;再者,你也绝不是因为平日里比常人格外温和仁慈,才会去怜悯他们;因为一方面怜悯安德罗提翁、梅拉诺普斯和格劳克忒斯若将盗得据为己有的财物吐出,另一方面却从未怜悯过在场的这许多人以及其他公民——你曾带着十一人委员会官吏、征税官和差役闯入这些人的住宅——反而拆卸门扉,抽走床褥,若有人使用女仆便将其作为抵押没收,这绝不可能出自同一副心肠——而这一切全是你与安德罗提翁整整一年来所干的勾当。
πολλῷ γὰρ δήπου σχετλιώτερʼ ἐπάσχεθʼ ὑμεῖς, καὶ πολὺ μᾶλλον ἂν εἰκότως ἠλέεις τούτους, οἳ διʼ ὑμᾶς, ὦ κατάρατε, τοὺς λέγοντας οὐδʼ ὁτιοῦν εἰσφέροντες παύονται. καὶ οὐκ ἀπόχρη τοῦτο, ἀλλὰ καὶ διπλᾶ πράττονται, καὶ ταῦθʼ ὑπὸ σοῦ καὶ Ἀνδροτίωνος, οἳ μίαν εἰσφορὰν οὐδεπώποτʼ εἰσενηνόχατε.
毫无疑问,你们这些民众所遭受的苦难要深重得多;你这该诅咒的恶棍啊,正是由于你们这些演说家,这些人丝毫不得停歇地缴纳特别税,你才远更应该合乎情理地怜悯他们!不仅如此,他们还被强征双倍,而且还是被你和安德罗提翁——你们这两个平生未曾缴纳过哪怕一文特别税的人——所强征的。
τηλικοῦτο τοίνυν ἐφρόνησεν οὗτος, ὡς ἄρʼ οὐδὲ δίκην τούτων οὐδεμίαν δώσων, ὥστε μόνος δέκα τῶν συναρχόντων ὄντων κοινῇ τὸν λόγον ἐγγράψαι μετʼ Ἀνδροτίωνος ἐτόλμησεν. προῖκα γάρ, οὐδὲν ὠφελούμενος, ὑμῖν Τιμοκράτης ἀπεχθάνεται καὶ νόμους εἰσφέρει πᾶσιν ἐναντίους, τὸ τελευταῖον δὲ καὶ αὑτοῦ νόμῳ προτέρῳ, ὃ μὰ τὴν Ἀθηνᾶν οὐδʼ ὑμᾶς οἴομαι λανθάνειν.
更有甚者,这家伙狂妄自大,仿佛自己绝不会为此承担任何罪责,以至于在十名同僚公吏中,他竟然胆敢唯独一人与安德罗提翁共同签署账目登记。因为蒂莫克拉特斯可是无偿地、在捞不到任何好处的情况下招致你们的仇恨并提出违背一切法律的法案,最后甚至违背了他自己先前的法律;凭着雅典娜起誓,我认为你们对此绝非一无所知。
ὃ τοίνυν ἔμοιγε δοκεῖ μάλιστʼ ἄξιον ὀργῆς εἶναι, φράσω καὶ οὐκ ἀποτρέψομαι, ὅτι ταῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πράττων ἐπʼ ἀργυρίῳ, καὶ προῃρημένος ὡς ἀληθῶς μισθαρνεῖν, οὐκ εἰς ἃ καὶ συγγνώμην ἀκούσας ἄν τις ἔσχε, ταῦτʼ ἀναλίσκει. ταῦτα δʼ ἐστὶν τί; ὁ πατήρ, ὦ ἄνδρες δικασταί, ὁ τούτου τῷ δημοσίῳ ὀφείλει· καὶ οὐκ ὀνειδίζων ἐκείνῳ λέγω, ἀλλʼ ἀναγκαζόμενος· καὶ οὗτος ὁ χρηστὸς περιορᾷ.
因此,在我看来最值得激起公愤之事,我必须直言不讳地说出来:雅典人啊,他为了钱财而做这些事,甘心堕落为真正的佣工走卒,却并未将所得花费在任何哪怕听来也能让人稍生宽恕的事情上。这究竟是何事?陪审官先生们,他的父亲正欠着公库的债务——我说这并非为了侮辱其父,而是被迫道出实情——而这位“善人”却在冷眼旁观,任其自生自灭。
- 193οὐκ ἐκείνους τοὺς ὑπὲρ ὑμῶν πράους ποιεῖ, ἀλλὰ τούσδʼ οἳ τοῖς πολιτευομένοις φόβον παρέχουσιν
远指指示代名词 ἐκείνους(规范私人关系的法律)与近指指示代名词 τούσδε(规范公职人员与政治家的法律)的鲜明对照。前者由定语 τοὺς ὑπὲρ ὑμῶν(“维护你们利益的法”)修饰,后者由关系从句 οἳ τοῖς πολιτευομένοις φόβον παρέχουσιν(“令从政者生畏的法”)限定,揭露提摩克拉特斯宣扬的“宽和”实则是为了庇护官员而非惠及平民。
- 194ὡς ἔστι δίκαιον τὸν τιθέντα νόμον ταὐτὰ προστάξαι περὶ τῶν παρεληλυθότων καὶ τέλος ἐσχηκότων καὶ περὶ τῶν μελλόντων γενήσεσθαι
由非人称句型 ἔστι δίκαιον(“……是正当的”)引导的宾格不定式结构。不定式 προστάξαι 的逻辑主语是 τὸν τιθέντα νόμον(“立法者”)。其宾语 ταὐτά 由两个介词短语并列修饰:περὶ τῶν παρεληλυθότων καὶ τέλος ἐσχηκότων(“关于过去已发生且终结之事”)与 καὶ περὶ τῶν μελλόντων γενήσεσθαι(“关于未来将发生之事”),构成了抨击该法具有违宪溯及力的核心论点。
- 195Οὐ προῖκʼ, ὦ Τιμόκρατες, πόθεν; οὐδʼ ὀλίγου δεῖ
口语化与修辞性的插入表达。在否定副词 προῖκα(“无偿地、白白地”)之后,疑问副词 πόθεν;(“何处引出此说?”,即“岂有此理、怎么可能?”)充当强烈的反问否定。随后的固定习语 οὐδʼ ὀλίγου δεῖ(“远非如此、差得远了”)进一步彻底排除了提摩克拉特斯未曾收受贿赂而立法的可能性。
- 197οὐ γάρ ἐστι τῆς αὐτῆς ψυχῆς
表示性质或特征的谓语属格结构(“绝非出自同一种灵魂/心肠”)。真实的语法主语是其后由 μέν... δέ 连接的两个不定式结构(Ἀνδροτίωνα μὲν... ἐλεεῖν 与 τουτωνὶ δὲ... μηδένα πώποτʼ ἐλεῆσαι 对立),以此揭露其对贪污赃款的同伙心怀恻隐,却对普通平民冷酷搜刮的极端虚伪与道德矛盾。
