← 狄摩西尼

控诉提摩克拉底

§210-218

法律作为城邦品格与惩治败坏法度者的呼吁

演说者指出法律是城邦品格与秩序的基石,援引梭伦将败坏法律比作伪造货币且罪责更重的典故,敦促裁判官对因私利而破坏法治的蒂谟克拉底严惩不贷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§210

δεῖ τοίνυν ὑμᾶς κἀκεῖνο σκοπεῖν, ὅτι πολλοὶ τῶν Ἑλλήνων πολλάκις εἰσὶν ἐψηφισμένοι τοῖς νόμοις χρῆσθαι τοῖς ὑμετέροις, ἐφʼ ᾧ φιλοτιμεῖσθʼ ὑμεῖς, εἰκότως· ὃ γὰρ εἰπεῖν τινά φασιν ἐν ὑμῖν, ἀληθὲς εἶναί μοι δοκεῖ, ὅτι τοὺς νόμους ἅπαντες ὑπειλήφασιν, ὅσοι σωφρονοῦσι, τρόπους τῆς πόλεως. χρὴ τοίνυν σπουδάζειν ὅπως ὡς βέλτιστοι δόξουσιν εἶναι, καὶ τοὺς λυμαινομένους καὶ διαστρέφοντας αὐτοὺς κολάζειν, ὡς εἰ καταρρᾳθυμήσετε, τῆς φιλοτιμίας τε ταύτης ἀποστερήσεσθε καὶ κατὰ τῆς πόλεως δόξαν οὐ χρηστὴν ποιήσετε.

因此,你们还应当考虑这一点:希腊人中有许多城邦曾屡次通过决议采纳你们的法律,对此你们深感自豪,这也是理所当然的;因为据说曾有人在你们面前说过一句话,而在我看来确实如此——即所有明智之士都把法律视为城邦的风尚品格。因此,你们应当竭力使法律显得尽善尽美,并惩处那些败坏和歪曲它们的人;因为如果你们懈怠疏忽,不仅会被剥夺这份荣誉,还会给城邦带来不佳的名声。

§211

καὶ μὴν εἰ Σόλωνα καὶ Δράκοντα δικαίως ἐπαινεῖτε, οὐκ ἂν ἔχοντες εἰπεῖν1 οὐδετέρου κοινὸν εὐεργέτημʼ οὐδὲν πλὴν ὅτι συμφέροντας ἔθηκαν καὶ καλῶς ἔχοντας νόμους, δίκαιον δήπου καὶ τοῖς ὑπεναντίως τιθεῖσιν ἐκείνοις ὀργίλως ἔχοντας καὶ κολάζοντας φαίνεσθαι. οἶδα δὲ Τιμοκράτην, ὅτι τὸν νόμον εἰσενήνοχε τοῦτον2 οὐχ ἥκισθʼ ὑπὲρ αὑτοῦ· πολλὰ γὰρ ἡγεῖτο πολιτεύεσθαι παρʼ ὑμῖν ἄξια δεσμοῦ.

再者,如果你们理所当然地赞美梭伦和德拉古——除却他们制定了有益而优良的法律之外,你们无法举出他们二人对公众建有的任何功绩——那么,对于制定与他们背道而驰之法律的人,你们显然同样理应表现出义愤并加以惩罚。至于蒂谟克拉底,我深知他提出这部法律在很大程度上正是为了他自己;因为他自知在你们当中的从政行为有许多都罪当监禁。

§212

βούλομαι τοίνυν ὑμῖν κἀκεῖνο διηγήσασθαι, ὅ φασί ποτʼ εἰπεῖν Σόλωνα κατηγοροῦντα νόμον τινὸς οὐκ ἐπιτήδειον θέντος. λέγεται γὰρ τοῖς δικασταῖς αὐτὸν εἰπεῖν, ἐπειδὴ τἄλλα κατηγόρησεν, ὅτι νόμος ἐστὶν ἁπάσαις, ὡς ἔπος εἰπεῖν, ταῖς πόλεσιν, ἐάν τις τὸ νόμισμα διαφθείρῃ, θάνατον τὴν ζημίαν εἶναι. ἐπερωτήσας δʼ εἰ δίκαιος αὐτοῖς καὶ καλῶς ἔχων ὁ νόμος φαίνεται, ἐπειδὴ φῆσαι τοὺς δικαστάς, εἰπεῖν ὅτι3 αὐτὸς ἡγεῖται ἀργύριον μὲν νόμισμʼ εἶναι τῶν ἰδίων συναλλαγμάτων εἵνεκα τοῖς ἰδιώταις εὑρημένον, τοὺς δὲ νόμους νόμισμα τῆς πόλεως εἶναι. δεῖν δὴ τοὺς δικαστὰς πολλῷ μᾶλλον, εἴ τις ὃ τῆς πόλεώς ἐστι νόμισμα, τοῦτο διαφθείρει καὶ παράσημον εἰσφέρει, μισεῖν καὶ κολάζειν, ἢ εἴ τις ἐκεῖνʼ ὃ τῶν ἰδιωτῶν ἐστιν.

因此,我还想向你们讲述据说梭伦当年在起诉一个制定了不当法律的人时所说的话。据传说,他在完成了其他指控之后向裁判官们陈述道:几乎在所有的城邦中都有一条法律,即如果有人伪造货币,惩罚便是死刑。在他询问裁判官们该法律是否显得公正且优良、裁判官们予以肯定答复之后,他便说道:他自己认为,银币是为了私人交易的缘故为私人发明出来的通货,而法律则是城邦的通货。因此,如果有谁败坏了作为城邦通货的法律并引入伪劣品,裁判官们惩恨此人的力度应当远远大过惩恨败坏私人通货的人。

§214

προσθεῖναι δὲ τεκμήριον τοῦ καὶ μεῖζον εἶναι τἀδίκημα, τὸ τοὺς νόμους διαφθείρειν ἢ τὸ ἀργύριον, ὅτι ἀργυρίῳ μὲν πολλαὶ τῶν πόλεων καὶ φανερῶς πρὸς χαλκὸν καὶ μόλυβδον κεκραμένῳ χρώμεναι σῴζονται καὶ οὐδʼ ὁτιοῦν παρὰ τοῦτο πάσχουσιν, νόμοις δὲ πονηροῖς χρώμενοι καὶ διαφθείρεσθαι τοὺς ὄντας ἐῶντες οὐδένες πώποτʼ ἐσώθησαν. ταύτῃ μέντοι τῇ κατηγορίᾳ Τιμοκράτης ἔνοχος καθέστηκε νυνί, καὶ δικαίως ἂν ὑφʼ ὑμῶν τοῦ προσήκοντος τύχοι τιμήματος.

他随后补充了一条证据,证明破坏法律比伪造银币罪行更重:那就是许多城邦虽然公开使用混杂了铜和铅的银币,却依然得以保全,并未因此遭受任何灾祸;然而使用恶法并任由现行法律遭到败坏的城邦,却从未有过能够幸免保全的。如今蒂谟克拉底正犯下了这一罪名,从你们手中受到应有的惩处乃是理所应当。

§215

χρὴ μὲν οὖν πᾶσιν ὀργίλως ἔχειν, ὅσοι τιθέασι νόμους αἰσχροὺς καὶ πονηρούς, μάλιστα δὲ τούτοις οἳ τοὺς τοιούτους τῶν νόμων διαφθείρουσι διʼ ὧν ἔστιν ἢ μικρὰν ἢ μεγάλην εἶναι τὴν πόλιν. εἰσὶ δʼ οὗτοι τίνες; οἵ τε τοὺς ἀδικοῦντας τιμωρούμενοι καὶ ὅσοι τοῖς ἐπιεικέσι τιμάς τινας διδόασιν.

因此,对于所有制定可耻而有害之法律的人,大家都应当感到愤怒,尤其是对那些败坏决定城邦弱小还是强大的根本法律的人。这些法律究竟是哪些呢?就是惩治作恶者的法律,以及向善良得体之人赐予荣誉的法律。

§216

εἰ γὰρ ἅπαντες προθυμηθεῖεν ποιεῖν ἀγαθόν τι τὸ κοινόν, τὰς τιμὰς καὶ τὰς δωρειὰς τὰς ὑπὲρ τούτων ζηλώσαντες, καὶ πάντες ἀποσταῖεν τοῦ κακουργεῖν, τὰς βλάβας καὶ τὰς ζημίας τὰς ἐπὶ τούτοις κειμένας φοβηθέντες, ἔσθʼ ὅ τι κωλύει τὴν πόλιν μεγίστην εἶναι; οὐ τριήρεις ὅσας οὐδεμία πόλις Ἑλληνὶς κέκτηται; οὐχ ὁπλίτας; οὐχ ἱππέας; οὐ προσόδους; οὐ τόπους; οὐ λιμένας; ταῦτα δὲ πάντα τί σῴζει καὶ συνέχει; οἱ νόμοι· κατὰ γὰρ τούτους οὔσης τῆς πολιτείας ἐστὶ ταῦτα χρήσιμα τῷ κοινῷ.

因为,如果人人都因羡慕为此设立的荣誉和奖赏而热心为公众谋福利,并且所有人都因惧怕针对恶行规定的损害和惩罚而停止作恶,还有什么能阻碍城邦成为最伟大的城邦呢?我们难道没有全希腊各邦所不及的三列桨战船吗?难道没有重装步兵、骑兵、财政收入、领土和港口吗?而保全并维系这一切的又是什么呢?是法律;因为只有当政体依照法律运行时,这些资源才对城邦公众有用。

§217

εἰ δὲ τοὐναντίον γένοιτο τοῖς χρηστοῖς μὲν μηδʼ ὁτιοῦν πλέον, τοῖς δʼ ἀδικοῦσιν ἄδειʼ ὅσην Τιμοκράτης γέγραφεν, πόση ταραχὴ γένοιτʼ ἂν εἰκότως; εὖ γὰρ ἴσθʼ ὅτι τούτων ὧν διεξῆλθον κτημάτων, οὐδʼ εἰ δὶς γένοιθʼ ὅσα νῦν ἐστιν, οὐδʼ ὁτιοῦν ἂν ὄφελος εἴη. οὗτος τοίνυν ἐν τούτῳ τῷ νόμῳ φαίνεται κακῶς ἐπιχειρῶν ὑμᾶς ποιεῖν διʼ οὗ τοῖς ἀδικεῖν ἐπιχειροῦσίν εἰσιν αἱ τιμωρίαι.

但反之,如果正直之士得不到丝毫优待,而作恶之人却获得了蒂谟克拉底所草拟的那般免责特权,那理所当然会引发何等巨大的混乱啊!因为你们心里很清楚,我所列举的这些财富,哪怕变成现在的两倍,也不会带来任何益处。因此,此人显然正企图在那部用来惩罚企图作恶者的法律上加害于你们。

§218

πάντων οὖν εἵνεκα τῶν εἰρημένων ἄξιον ὀργισθῆναι καὶ κολάσαι καὶ παράδειγμα ποιῆσαι τοῖς ἄλλοις· ὡς τὸ πράως ἔχειν τοῖς τοιούτοις, καὶ καταψηφίζεσθαι μέν, ὀλίγου δὲ τιμᾶν, ἐθίζειν καὶ προδιδάσκειν ἔστʼ ἀδικεῖν ὑμᾶς ὡς πλείστους.

鉴于上述所有缘由,理当感到义愤、予以严惩,并将他树为以儆效尤的典型;因为对这种人采取温和态度,虽判其有罪却只处以微不足道的罚金,无异于在习惯性地教唆尽可能多的人来侵害你们。

语法注3 条
  1. 211οὐκ ἂν ἔχοντες εἰπεῖν

    分词 ἔχοντες 与 ἄν 连用,相当于条件句的归结从句,在此充当让步性分词(“即使你们无法举出……”),表潜在或与事实相反的语气。

  2. 211οἶδα δὲ Τιμοκράτην, ὅτι τὸν νόμον εἰσενήνοχε τοῦτον

    先取构词法(prolepsis),即从句的主语(Τιμοκράτην)被提前至主句,作主动词 οἶδα 的宾格宾语,后接 ὅτι 引导的从句。

  3. 213ἐπειδὴ φῆσαι τοὺς δικαστάς, εἰπεῖν ὅτι

    间接引语的延续结构。在依附于 λέγεται 的间接引语中,由 ἐπειδή 引导的时间从句内的直陈式不定过去时被不定式 φῆσαι 取代,主句亦由不定式 εἰπεῖν 承接。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:210-218