← 狄摩西尼

控诉提摩克拉底

§185-192

祖先敬虔之风与对提摩克拉特斯辩解的驳斥

演说者对比祖先崇高的奉纳以谴责安德罗提翁的亵渎行为,随后驳斥了提摩克拉特斯即将提出的辩解——即公款已清偿以及法律之宽和乃有益于弱者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§185

οὐ γὰρ ἑαυτοὺς δεκατεύοντες, οὐδʼ ἃν καταράσαινθʼ οἱ ἐχθροὶ ποιοῦντες, διπλᾶς πράττοντες τὰς εἰσφοράς, ταῦτʼ ἀνέθεσαν, οὐδʼ οἵοισπερ σὺ χρώμενοι συμβούλοις ἐπολιτεύοντο, ἀλλὰ τοὺς ἐχθροὺς κρατοῦντες, καὶ ἃ πᾶς τις ἂν εὖ φρονῶν εὔξαιτο, τὴν πόλιν εἰς ὁμόνοιαν ἄγοντες, ἀθάνατον κλέος αὑτῶν λελοίπασι, τοὺς ἐπιτηδεύοντας οἷά σοι βεβίωται1 τῆς ἀγορᾶς εἴργοντες.

因为他们绝非通过对自己课征十分之一税,也绝非通过做出敌人所祈愿之事——征收双倍的特别税——来设立这些献纳的;他们治理城邦时也未曾采用像你这样的谋士;相反,他们是通过克敌制胜,通过把城邦引向和睦——这是每一个心智健全之人都会祈求的——从而为自己留下了不朽的荣耀,并将那些过着你这般生活的人屏除于阿哥拉之外。

§186

ὑμεῖς δʼ εἰς τοσοῦτον, ὦ ἄνδρες Ἀθηναῖοι, προῆχθʼ εὐηθείας καὶ ῥᾳθυμίας ὥστʼ οὐδὲ τοιαῦτʼ ἔχοντες παραδείγματα ταῦτα μιμεῖσθε, ἀλλʼ Ἀνδροτίων ὑμῖν πομπείων ἐπισκευαστής, Ἀνδροτίων, ὦ γῆ καὶ θεοί. καὶ τοῦτʼ ἀσέβημʼ ἔλαττον τίνος ἡγεῖσθε; ἐγὼ μὲν γὰρ ἡγοῦμαι δεῖν τὸν εἰς ἱέρʼ εἰσιόντα καὶ χερνίβων καὶ κανῶν ἁψόμενον, καὶ τῆς πρὸς τοὺς θεοὺς ἐπιμελείας προστάτην ἐσόμενον οὐχὶ τακτὸν ἡμερῶν ἀριθμὸν ἁγνεύειν, ἀλλὰ τὸν βίον ἡγνευκέναι τοιούτων ἐπιτηδευμάτων οἷα τούτῳ βεβίωται.

然而雅典人啊,你们竟然陷入了如此愚钝与懈怠的境地,以至于即便拥有这样的榜样,你们也不去效仿,反而让安德罗提翁来负责修缮祭礼器具——大地与诸神啊,竟然是安德罗提翁!你们认为还有何种不敬能比这更为严重?因为我认为,凡是进入圣所、触碰净水与祭篮、并要主持敬神礼仪之人,不应当仅仅在规定的若干天内保持洁净,而应当终其一生都远离这个家伙所过的那种营生,使生命保持清白。

§187

καὶ περὶ μὲν τούτου κατὰ σχολήν· ἃ δὲ Τιμοκράτης νῦν ἐρεῖ, πολλὰ λέγειν ἔτι πρὸς τούτοις ἔχων παύσομαι. οἶδα δʼ ὅτι, ὡς μὲν οὐκ ἀσύμφορος ὑμῖν ἐσθʼ ὁ νόμος καὶ παρὰ πάντας τοὺς νόμους εἰσενηνεγμένος καὶ κατὰ πάντʼ ἀδίκως ἔχων, οὐχ ἕξει λέγειν·2 ἀκούω δʼ αὐτὸν λέγειν ὡς ἐκτέτεισται τὰ χρήματʼ Ἀνδροτίωνι καὶ Γλαυκέτῃ καὶ Μελανώπῳ, καὶ ὅτι δεινότατʼ ἂν πάθοι πάντων ἀνθρώπων, εἰ πεποιηκότων ἐκείνων τὰ δίκαια, ὑπὲρ ὧν αἰτίαν ἔχει θεῖναι τὸν νόμον, μηδὲν ἧττον αὐτὸς ἁλίσκοιτο.

关于此人,我们闲暇时再作讨论;至于提摩克拉特斯眼下将要说的那些辩解,我手头虽然还有很多话可说,但暂且打住。我知道,他绝无法证明该法律对你们并非有害、其提出并非违背所有法律、且在各方面并非不公;但我听说他声称,安德罗提翁、格劳克忒斯和梅拉诺普斯已经清偿了款项,倘若他被指责为其提议立法的那些人已经履行了正当义务,而他自己却依然要被定罪,那他将遭受天下所有人中最不公正的待遇。

§188

ἐγὼ δὲ τὸν λόγον ἡγοῦμαι τοῦτον οὐδὲ καθʼ ἓν λέγειν ἐνεῖναι τούτῳ. εἰ μὲν γὰρ ὑπὲρ τούτων, οὓς τὰ προσήκοντα φῂς πεποιηκέναι, θεῖναι τὸν νόμον ὁμολογεῖς, κατʼ ἐκεῖνο προσήκει σʼ ἁλίσκεσθαι φανερῶς, ὅτι μὴ τιθέναι νόμον, ἂν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσι τοῖς πολίταις, ἄντικρυς οἱ κύριοι νόμοι λέγουσι, καθʼ οὓς οὗτοι δικάσειν ὀμωμόκασιν.

但我认为,他绝无任何理由提出这种论调。因为如果你承认是为了这些人——即你声称已经尽了本分的人——而提议立法的,那么仅仅凭这一点你就显然应当被定罪;因为这些陪审员宣誓据以判决的现行法律明确规定,除非适用于全体公民,否则不得制定法律。

§189

εἰ δὲ τοῦ πᾶσι συμφέροντος εἵνεκα ταῦτα νομοθετῆσαι φήσεις, μὴ λέγε τὴν ἔκτισιν τὴν τούτων· οὐδὲν γὰρ κοινωνεῖ τῷ νόμῳ τῷδε· ἀλλʼ ὡς ἐπιτήδειός ἐστιν καὶ καλῶς ἔχων ὁ νόμος, τοῦτο δίδασκε. τοῦτο γάρ ἐσθʼ ὑπὲρ οὗ σὺ μὲν εἰσενεγκεῖν φῄς, ἐγὼ δὲ γέγραμμαι τἀναντία φάσκων, κρῖναι δὲ προσήκει τουτουσί. καίτοι καὶ τοῦτʼ οὐκ ἀπορήσαιμʼ ἂν δεῖξαι, πάντα μᾶλλον ἢ κατὰ τοὺς νόμους πεποιημένους τὴν ἔκτισιν ἐκείνους τὴν τῶν χρημάτων· ἀλλὰ μὴ περὶ τούτων ὑμῶν οἰσόντων τὴν ψῆφον, τί δεῖ ταῦτα λέγοντʼ ἐνοχλεῖν με νυνί;

然而,如果你声称自己立法是为了所有人的利益,那就休要提及他们的清偿;因为那与本法毫无干系;相反,请你阐明这一点:该法律本身是适宜且健全的。因为这正是你声称提出该法的依据,也是我主张相反意见而起诉你的由头,更是眼下这些陪审员应当裁决的事项。尽管我也完全不难证明这一点:他们对款项的清偿完全不是依照法律进行的;但既然你们将要表决的并非此事,我又何必现在唠叨这些来烦扰你们呢?

§190

οἶμαι τοίνυν αὐτὸν οὐδʼ ἐκείνων ἀφέξεσθαι τῶν λόγων, ὡς δείνʼ ἂν πάθοι, εἰ γράψας ὅπως Ἀθηναίων μηδεὶς δεθήσεται αὐτὸς πείσεταί τι κακόν, καὶ ὅτι τοὺς νόμους ὡς πραοτάτους καὶ μετριωτάτους εἶναι ὑπὲρ τῶν ἀδυνάτων μάλιστʼ ἐστίν. πρὸς δὴ τοὺς τοιούτους λόγους βέλτιον ἀκηκοέναι μικρὰ πάντας ὑμᾶς, ἵνʼ ἧττον ἐξαπατᾶσθε.

因此我想,他也绝不会放弃以下言辞:即倘若他起草了使任何雅典人都不受监禁的法案,自己反倒要蒙受某种灾祸,那是何等令人愤懑之事;而且法律尽可能宽和温厚,乃是最符合无权无势之人的利益。针对此类言论,你们大家最好稍微听我说几句,以便少受蒙骗。

§191

ὅταν μὲν γὰρ λέγῃ, ὅπως μηδεὶς Ἀθηναίων δεθήσεται, μὴ λανθανέτω ψευδόμενος ὑμᾶς.3 οὐ γὰρ τοῦτο τέθηκεν, ἀλλʼ ὅπως ὑμεῖς ἄκυροι τῶν προστιμημάτων ἔσεσθε· καὶ τὴν μεθʼ ὅρκου καὶ λόγου καὶ κρίσεως ψῆφον ἐνηνεγμένην ἀνάδικον καθίστησιν. μὴ δὴ ταῦθʼ ὑμῖν τῶν ἐκ τοῦ νόμου ῥημάτων ἐκλέξας λεγέτω, ἃ φιλανθρωπότατʼ ἐστὶν ἀκοῦσαι· ἀλλʼ ὅλον δεικνύτω τὸν νόμον ἑξῆς, καὶ τὰ συμβαίνοντʼ ἐξ αὐτοῦ σκοπεῖν ἐάτω. εὑρήσετε γὰρ ταῦτʼ ὄνθʼ ἃ ἐγὼ λέγω, καὶ οὐχ ἅ φησιν οὗτος.

因为当他说“为了使任何雅典人都不受监禁”时,切莫让他暗中欺骗了你们。他立法的目的绝非在此,而是为了剥夺你们判处追加刑罚的权力;并且他使那经过宣誓、辩论与审判所投出的判决归于无效。因此,绝不要由着他从法律条文中挑选出听起来最为仁慈的词句来向你们宣读,而应当让他顺次展示整部法律,并由你们来审视其产生的后果。因为你们将会发现,实情正如我所说,而绝非如他所言。

§192

ἀλλὰ μὴν πρός γε τὸ τοῖς πολλοῖς συμφέρειν τοὺς νόμους πράους καὶ μετρίους εἶναι τάδε χρὴ σκοπεῖν. ἔστιν, ὦ ἄνδρες Ἀθηναῖοι, δύʼ εἴδη περὶ ὧν εἰσιν οἱ νόμοι κατὰ πάσας τὰς πόλεις· ὧν τὸ μέν ἐστιν, διʼ ὧν χρώμεθʼ ἀλλήλοις καὶ συναλλάττομεν καὶ περὶ τῶν ἰδίων ἃ χρὴ ποιεῖν διωρίσμεθα καὶ ζῶμεν ὅλως τὰ πρὸς ἡμᾶς αὐτούς, τὸ δέ, ὃν τρόπον δεῖ τῷ κοινῷ τῆς πόλεως ἕνʼ ἕκαστον ἡμῶν χρῆσθαι, ἂν πολιτεύεσθαι βούληται καὶ φῇ κήδεσθαι τῆς πόλεως.

况且,关于法律宽和温厚符合大众利益这一说法,理应考虑以下几点。雅典人啊,在一切城邦中,法律所关涉的对象都有两类:其一,是我们彼此交往、订立契约、规定涉及私人事务时当行之事以及总体上规范我们人际相处的法规;其二,则是当我们每个人若想参与政治并宣称关怀城邦时,应当以何种方式对待城邦的公共利益。

语法注3 条
  1. 185οἷά σοι βεβίωται

    关系代名词 οἷα 的先行词(如 τοιούτων ἐπιτηδευμάτων)被省略并吸收为分词 ἐπιτηδεύοντας 的宾语。与完成时被动第三人称单数 βεβίωται 连用的 σοι 作动作发出者的与格(dativus auctoris),意为“如你所经历的那种(生活方式)”。

  2. 187ὡς μὲν οὐκ ἀσύμφορος ὑμῖν ἐσθʼ ὁ νόμος καὶ παρὰ πάντας τοὺς νόμους εἰσενηνεγμένος καὶ κατὰ πάντʼ ἀδίκως ἔχων, οὐχ ἕξει λέγειν

    这是承接句首 οἶδα δʼ ὅτι 的主句结构。整个 ὡς 从句作 ἕξει λέγειν 的宾语。双重否定(οὐκ... οὐχ ἕξει λέγειν)表达强烈的肯定:“他将无法主张该法律并非不利、并非违背诸法且并非不公”。

  3. 191μὴ λανθανέτω ψευδόμενος ὑμᾶς

    这是 λανθάνω 搭配补充附随分词(ψευδόμενος)的句型,并采用了带有否定词 μή 的第三人称命令语气。字面意思为“勿使他在欺骗你们时逃过你们的注意”,向陪审员发出保持警惕的有力告诫。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:185-192