- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:179-184
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指控安德罗提翁出于私利与欺瞒熔毁了刻有辉煌历史铭文的奉纳神冠,代之以刻有其污秽名字的鄙俗祭酒碟,从而犯下不敬神与盗窃罪,并强调雅典民众多历来重在追求不朽荣耀而非微薄物质财富。
καὶ μὴν εἰ μὲν ἅπαντʼ ἠξίους, ὅσα πράττεις τῇ πόλει, σαυτῷ πιστεύειν, οὐκ ἂν ὁμοίως κλέπτης ὢν ἐφωρῶ· νῦν δʼ ἐπὶ ταῖς εἰσφοραῖς ὃ δίκαιόν ἐσθʼ ὁρίσας,1 μὴ σοὶ πιστεύειν, ἀλλὰ τοῖς αὑτῆς δούλοις τὴν πόλιν, ὁπότʼ ἄλλο τι πράττων καὶ χρήματα κινῶν ἱερά, ὧν ἔνιʼ οὐδʼ ἐπὶ τῆς ἡμετέρας γενεᾶς ἀνετέθη, μὴ προσγραψάμενος τὴν αὐτὴν φυλακὴν ἥνπερ ἐπὶ τῶν εἰσφορῶν φαίνει, οὐκ ἤδη δῆλον διʼ ὃ τοῦτʼ ἐποίησας; ἐγὼ μὲν οἶμαι.
况且,如果你在为城邦办理的所有事务中都要求人们信任你,那你身为窃贼的事实或许还不会以同样的方式败露;但事实是,在特别税一事上,你已经确立了公正的标准——即城邦不应信任你,而应信任城邦自己的奴隶;然而,当你办理另一项事务、动用圣物钱财(其中某些甚至并非在我们这一代人手中献纳的)时,却显然没有附加你在特别税中所设定的同样防范措施,这难道还不明白彰显出你为何要这样做吗?依我看来确实显而易见。
καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κατὰ παντὸς τοῦ χρόνου σκέψασθʼ ὡς καλὰ καὶ ζηλώτʼ ἐπιγράμματα τῆς πόλεως ἀνελὼν ὡς ἀσεβῆ καὶ δείνʼ ἀντεπέγραψεν. οἶμαι γὰρ ὑμᾶς ἅπαντας ὁρᾶν ὑπὸ τῶν στεφάνων ταῖς χοινικίσιν κάτωθεν γεγραμμένα οἱ σύμμαχοι τὸν δῆμον ἀνδραγαθίας εἵνεκα καὶ δικαιοσύνης, ἢ οἱ σύμμαχοι ἀριστεῖον τῇ Ἀθηναίᾳ, ἢ κατὰ πόλεις οἱ δεῖνες τὸν δῆμον σωθέντες ὑπὸ τοῦ δήμου, οἷον Εὐβοεῖς ἐλευθερωθέντες ἐστεφάνωσαν τὸν δῆμον, πάλιν Κόνων ἀπὸ τῆς ναυμαχίας τῆς πρὸς Λακεδαιμονίους, Χαβρίας ἀπὸ τῆς ἐν Νάξῳ ναυμαχίας· τοιαῦτα γὰρ ἦν τὰ τῶν στεφάνων ἐπιγράμματα.
不仅如此,雅典人啊,请你们纵观历代,看看他铲除了城邦何等优美而令人钦慕的铭文,又代之以何等不敬而可鄙的字样!因为我想你们大家都曾亲眼见过那些在神冠底座下所刻的文字: “同盟诸邦因英勇与正义谨献于民众”,或者: “同盟诸邦献予雅典娜女神之克敌战利品”,抑或按各城邦分别题刻: “某某人蒙民众搭救而献予民众”,例如: “优卑亚人重获自由谨为民众加冠”,又如: “科农取自对拉刻代蒙人之海战”,“卡布里亚斯取自纳克索斯海战”;因为神冠上的铭文昔日正是这般模样。
ταῦτα μὲν τοίνυν, ἃ ζῆλον πολὺν εἶχε καὶ φιλοτιμίαν ὑμῖν, ἠφάνισται καθαιρεθέντων τῶν στεφάνων· ἐπὶ ταῖς φιάλαις δʼ ἃς ἀντʼ ἐκείνων ἐποιήσαθʼ ὑμῖν ὁ πόρνος οὗτος, Ἀνδροτίωνος ἐπιμελουμένου ἐπιγέγραπται, καὶ οὗ τὸ σῶμʼ ἡταιρηκότος οὐκ ἐῶσιν οἱ νόμοι εἰς τὰ ἱέρʼ εἰσιέναι, τούτου τοὔνομʼ ἐν τοῖς ἱεροῖς ἐπὶ τῶν φιαλῶν γεγραμμένον ἐστίν. ὅμοιόν γε, οὐ γάρ; τοῦτο τοῖς προτέροις ἐπιγράμμασιν, ἢ φιλοτιμίαν ἴσην ἔχον ὑμῖν.
然而,这些曾为你们带来巨大赞誉与荣耀的铭文,随着神冠被毁已被湮没殆尽;而在那个男妓代替神冠为你们铸造的祭酒碟上,却题刻着: “由安德罗提翁督造”;一个因出卖肉体而被法律禁止进入圣所之人,其名字竟然刻在圣所内的祭酒碟上!这难道与先前的铭文相似吗?难道能带给你们同等的荣誉吗?
τρία τοίνυν ἐκ τούτου τὰ δεινότατʼ ἄν τις ἴδοι πεπραγμένʼ αὐτοῖς. τὴν μὲν γὰρ θεὸν τοὺς στεφάνους σεσυλήκασιν·2 τῆς πόλεως δὲ τὸν ζῆλον ἠφανίκασιν τὸν ἐκ τῶν ἔργων, ὧν ὑπόμνημʼ ἦσαν ὄντες οἱ στέφανοι· τοὺς δʼ ἀναθέντας δόξαν οὐ μικρὰν ἀφῄρηνται, τὸ δοκεῖν ὧν ἂν εὖ πάθωσʼ ἐθέλειν μεμνῆσθαι.3 καὶ τοιαῦτα καὶ τοσαῦτα τὸ πλῆθος κάκʼ εἰργασμένοι εἰς τοῦτʼ ἀναισθησίας καὶ τόλμης προεληλύθασιν, ὥσθʼ ὁ μὲν οἴεται διʼ ἐκεῖνον ὑφʼ ὑμῶν σωθήσεσθαι, ὁ δὲ παρακάθηται καὶ οὐ καταδύεται τοῖς πεπραγμένοις.
由此可见,他们通过此举犯下了三桩最可怕的罪行:他们不仅洗劫了女神的神冠,湮灭了城邦从那些功业中获得的荣光(神冠昔日正是那些功业的纪念物),而且剥夺了献纳者非同小可的声誉——即被公认为知恩图报之人的声望。做下了如此种类繁多、数量巨大的恶行,他们竟然狂妄麻木到了这般地步:以至于这一人妄想凭借那一人在你们面前获救,而那一人则泰然安坐一旁,对自己的恶行毫无愧怍之色!
οὕτω δʼ οὐ μόνον εἰς χρήματʼ ἀναιδής, ἀλλὰ καὶ σκαιός ἐστιν, ὥστʼ οὐκ οἶδεν ἐκεῖνο, ὅτι στέφανοι μέν εἰσʼ ἀρετῆς σημεῖον, φιάλαι δὲ καὶ τὰ τοιαῦτα πλούτου, καὶ στέφανος μὲν ἅπας, κἂν μικρὸς ᾖ, τὴν ἴσην φιλοτιμίαν ἔχει τῷ μεγάλῳ, ἐκπώματα δʼ ἢ θυμιατήρια ἢ τὰ τοιαῦτα κτήματα, ἐὰν μὲν ὑπερβάλλῃ τῷ πλήθει, πλούτου τινὰ δόξαν προσετρίψατο4 τοῖς κεκτημένοις, ἐὰν δʼ ἐπὶ μικροῖς σεμνύνηταί τις, τοσοῦτʼ ἀπέχει τοῦ τιμῆς τινος διὰ ταῦτα τυχεῖν ὥστʼ ἀπειρόκαλος πρὸς ἔδοξεν εἶναι. οὗτος τοίνυν ἀνελὼν τὰ τῆς δόξης κτήματα τὰ τοῦ πλούτου πεποίηται μικρὰ καὶ ἀνάξιʼ ὑμῶν.
他不仅在钱财上厚颜无耻,而且还如此愚钝,以至于连这一点都不知道:神冠是德行的标志,而祭酒碟及类似之物则是财富的标志;任何神冠纵然微小,其带来的荣耀与巨大神冠毫无二致;而酒杯、香炉或诸如此类的器物,若数量极其浩大,尚可为拥有者博得某种富足的虚名,但若有人为微薄之物而沾沾自喜,则不仅绝不能由此获得任何尊荣,反倒会被人视为庸俗鄙陋。于是,这个家伙毁掉了象征荣耀的财物,却造出了一些微不足道且配不上你们的财富器物。
καὶ οὐδʼ ἐκεῖνʼ εἶδεν, ὅτι πρὸς μὲν χρημάτων κτῆσιν οὐδεπώποθʼ ὁ δῆμος ἐσπούδασεν, πρὸς δὲ δόξης ὡς οὐδὲ πρὸς ἓν τῶν ἄλλων. τεκμήριον δέ· χρήματα μὲν γὰρ πλεῖστα τῶν Ἑλλήνων ποτὲ σχὼν ἅπανθʼ ὑπὲρ φιλοτιμίας ἀνήλωσεν, ὑπὲρ δὲ δόξης εἰσφέρων ἐκ τῶν ἰδίων οὐδένα πώποτε κίνδυνον ἐξέστη. ἀφʼ ὧν κτήματʼ ἀθάνατʼ αὐτῷ περίεστιν, τὰ μὲν τῶν ἔργων ἡ μνήμη, τὰ δὲ τῶν ἀναθημάτων τῶν ἐπʼ ἐκείνοις σταθέντων τὸ κάλλος, προπύλαια ταῦτα, ὁ παρθενών, στοαί, νεώσοικοι, οὐκ ἀμφορίσκοι δύο οὐδὲ χρυσίδες τέτταρες ἢ τρεῖς, ἄγουσʼ ἑκάστη μνᾶν, ἅς, ὅταν σοι δοκῇ, πάλιν γράψεις καταχωνεύειν.
他甚至也没有看清这一点:民众从未热衷于牟取钱财,但在追求声誉上却无与伦比。证据就在于:民众昔日曾拥有全希腊最为丰厚的财富,却全为了追求荣耀而耗尽;为了声誉,他们倾尽私囊纳税,从未逃避过任何危险。由此,他们留下了永恒不朽的财富:一方面是伟大业绩的记忆,另一方面则是为这些业绩而建立的奉纳物之壮丽——眼前这宏伟的山门、帕特农神庙、列柱廊以及船坞,绝非两个小双耳瓶,也不是三四个各重一米纳的黄金小杯(对于这些小杯,只要你高兴,改天又会提议将其熔毁)。
- 179ὃ δίκαιόν ἐσθʼ ὁρίσας
关系代词 ὃ 引导一个名词性从句(“何为公正/正义之准则”),作为分词 ὁρίσας 的直接宾语,其先行词已融合于从句中。
- 182τὴν μὲν γὰρ θεὸν τοὺς στεφάνους σεσυλήκασιν
动词 συλάω(剥夺、劫掠)支配双宾格:表示被抢劫对象的宾格(τὴν θεόν)以及表示被抢夺之物的宾格(τοὺς στεφάνους)。随后的 τοὺς δʼ ἀναθέντας δόξαν οὐ μικρὰν ἀφῄρηνται 同样是剥夺类动词 ἀφαιρέω 支配的双宾格结构。
- 182τὸ δοκεῖν ὧν ἂν εὖ πάθωσʼ ἐθέλειν μεμνῆσθαι
带冠词的不定式短语 τὸ δοκεῖν ... 作为前面名词 δόξαν(声誉)的同位语。而在 ὧν ἂν εὖ πάθωσιν 中,由于省略了由 μεμνῆσθαι 所支配的属格先行词 τούτων,原本作 εὖ πάσχειν τι 内宾格的关系代词 ἅ 被吸引成了属格 ὧν(关系代词吸引)。
- 183προσετρίψατο
在泛指条件句的结论从句中出现的直陈语气不定过去时,用作格言式不定过去时(gnomic aorist),表示普遍真理(“带来财富的声誉”),故作现在时理解,紧随其后的 ἔδοξεν 亦同。
