← 狄摩西尼

控诉提摩克拉底

§172-178

苛虐平民征税与侵吞神圣金冠

演说者揭露了提摩克拉底与安德罗提翁残酷催缴平民赋税却纵容重大侵吞公款者的两头得利行径,并进一步控诉他们以荒谬借口熔毁神圣金冠并侵吞款项的不敬与渎圣罪行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§172

ὅτι τοίνυν οὐδὲ τὴν εἴσπραξιν αὐτὴν ὑπὲρ ὑμῶν πεποίηνται, καὶ τοῦτʼ αὐτίκα δὴ μάλʼ ὑμῖν δῆλον ποιήσω. εἰ γάρ τις ἔροιτʼ αὐτοὺς πότερʼ αὐτοῖς δοκοῦσʼ ἀδικεῖν μᾶλλον τὴν πόλιν οἱ γεωργοῦντες καὶ φειδόμενοι, διὰ παιδοτροφίας δὲ καὶ οἰκεῖʼ ἀναλώματα καὶ λῃτουργίας ἑτέρας ἐλλελοιπότες εἰσφοράν, ἢ οἱ τὰ τῶν ἐθελησάντων εἰσενεγκεῖν χρήματα καὶ τὰ παρὰ τῶν συμμάχων κλέπτοντες καὶ ἀπολλύντες, οὐκ ἂν εἰς τοῦτο δήπου τόλμης, καίπερ ὄντες ἀναιδεῖς, ἔλθοιεν, ὥστε φῆσαι1 τοὺς τὰ ἑαυτῶν μὴ εἰσφέροντας μᾶλλον ἀδικεῖν ἢ τοὺς τὰ κοίνʼ ὑφαιρουμένους.

再者,他们甚至连催缴捐税本身都不是为了你们而做的,我当下便可向你们阐明得一清二楚。因为如果有人问他们,在他们看来,究竟是那些从事耕作、节衣缩食,却因抚养子女、家庭开销以及承担其他公共公益捐助而拖欠特别税的人危害城邦更甚,还是那些侵吞、挥霍自愿纳税者的钱财以及同盟国资金的人危害城邦更甚?他们即便再厚颜无耻,也绝不至于狂妄到竟敢声称:未能按时缴纳私产的人,比起窃取公款的人危害更大。

§173

τίνος οὖν ἕνεκʼ, ὦ Τιμόκρατες καὶ Ἀνδροτίων, ἐτῶν ὄντων πλειόνων ἢ τριάκοντʼ ἀφʼ οὗ ὅ γʼ ἕτερος ὑμῶν πολιτεύεται,2 καὶ ἐν τούτῳ τῷ χρόνῳ πολλῶν μὲν στρατηγῶν ἠδικηκότων τὴν πόλιν, πολλῶν δὲ ῥητόρων, οἳ παρὰ τουτοισὶ κέκρινται, ὧν οἱ μὲν τεθνᾶσιν ἐφʼ οἷς ἠδίκουν, οἱ δʼ ὑποχωρήσαντες ᾤχοντο καταγνόντες αὑτῶν, οὐδενὸς πώποτε τούτων ἐξητάσθη κατήγορος ὑμῶν οὐδέτερος, οὐδʼ ἀγανακτῶν ὤφθη ὑπὲρ ὧν ἡ πόλις πάσχει, ἀλλʼ ἐνταῦθʼ ἐφάνηθʼ ἡμῶν κηδόμενοι οὗ πολλοὺς ἔδει κακῶς ποιῆσαι;

既然如此,提摩克拉底和安德罗提翁啊,在你们二人中至少有一人投身政治以来的三十多年里,在此期间有许多将军和许多演说家危害了城邦,并在这些陪审员面前受审,其中有些人因其罪行被处死,有些人则畏罪逃亡自行流放,可你们二人为何从未有任何一人出面指控他们之中的任何一个,也未曾见你们对城邦所遭受的侵害义愤填膺,反倒偏偏在需要残害大众的地方,才表现出对我们的关切呢?

§174

βούλεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ τούτων αἴτιον ἐγὼ ὑμῖν εἴπω; ὅτι τούτων μὲν μετέχουσιν ὧν ἀδικοῦσιν ὑμᾶς τινες, ἀπὸ δὲ τῶν εἰσπραττομένων ὑφαιροῦνται· διʼ ἀπληστίαν δὲ τρόπων διχόθεν καρποῦνται τὴν πόλιν. οὔτε γὰρ ῥᾷον πολλοῖς καὶ τὰ μίκρʼ ἀδικοῦσιν ἀπεχθάνεσθαι ἢ ὀλίγοις καὶ μεγάλα, οὔτε δημοτικώτερον δήπου τὰ τῶν πολλῶν ἀδικήμαθʼ ὁρᾶν ἢ τὰ τῶν ὀλίγων.

雅典人啊,你们想让我告诉你们其中的原因吗?那是因为,一方面他们分肥于某些侵害你们之人所攫取的利益,另一方面他们又从催缴的税款中抽头中饱;他们出于贪得无厌的本性,从两头榨取城邦的油水。因为因微小过错与大众结怨,绝不可能比因重大罪行得罪少数人更为轻松;紧盯大众的微小过失,也绝不可能比察究少数人的严重罪恶更具民主精神。

§175

ἀλλὰ τοῦτʼ αἴτιον οὑγὼ λέγω. δεῖ τοίνυν ὑμᾶς ταῦτα λογιζομένους, καὶ μεμνημένους ὧν ἂν ἕκαστος ἁμάρτῃ, κολάζειν, ὅταν λάβητέ τινα, καὶ μὴ τὸν χρόνον εἰ πολύς ἐστʼ ἀπʼ ἐκείνου σκοπεῖν, ἀλλʼ εἰ ταῦτʼ ἐποίουν. ὡς εἰ νῦν πράως οἴσετʼ ἐφʼ οἷς τότʼ ἠγανακτεῖτε, δόξετʼ ὀργιζόμενοι κατεγνωκέναι τὰ χρήματα τούτων, οὐκ ἀδικούμενοι.3 τῶν μὲν γὰρ ὀργιζομένων ἐστὶν ὀξέως τι κακὸν τὸν λελυπηκότʼ ἐργάσασθαι, τῶν δʼ ἀδικουμένων, ὅταν ποθʼ ὑφʼ αὑτοῖς λάβωσι τὸν ἠδικηκότα, τότε τιμωρήσασθαι. οὔκουν δεῖ δοκεῖν, νῦν μαλακισθέντας, τότε τῶν ὀμωμοσμένων ὅρκων ἀμελήσαντας ὑμῖν αὐτοῖς χαρίσασθαι παρὰ τὸ δίκαιον, ἀλλὰ μισεῖν καὶ μηδʼ ἀνέχεσθαι φωνὴν μήτε τούτου μήτʼ ἐκείνου, τοιαῦτα πεπολιτευμένων.

正如我所说,这才是真正的原因。因此,你们应当考虑到这些事实,牢记各人所犯的罪愆,一旦将某人拿获便予以惩处;你们所当察看的,不应是从那时起是否已过去了漫长时间,而应是他们究竟是否做过这些勾当。因为如果你们如今宽大对待昔日所愤恨之事,人们就会认为,你们当年判决没收这些人的钱财是出于一时激愤,而非因蒙受了不义侵害。盖动怒之人的特征是急躁地对冒犯自己的人施以报复,而受害之人的特征则是不论何时只要将加害者掌控在手,便对其予以惩罚。因此,绝不可因如今心慈手软,而让人们认为你们当年违背所立的誓言、在正义之外放纵了自己;相反,鉴于他们推行了如此恶政,你们应当憎恶他们,甚至不容忍这二人中任何一人发出任何声音。

§176

ἀλλὰ νὴ Δία ταῦτα μὲν τοιοῦτοι γεγόνασιν ἐν οἷς πεπολίτευνται, ἄλλα δʼ ἔσθʼ ἃ καλῶς διῳκήκασιν. ἀλλὰ καὶ τἄλλʼ οὕτω προσεληλύθασι πρὸς ὑμᾶς ὥσθʼ ἥκιστʼ ἐν οἷς ἀκηκόατʼ ἄξιόν ἐστι μισεῖν αὐτούς. τί γὰρ βούλεσθʼ εἴπω; τὰ πομπεῖʼ ὡς ἐπεσκευάκασι, καὶ τὴν τῶν στεφάνων καθαίρεσιν, ἢ τὴν τῶν φιαλῶν ποίησιν τὴν καλήν;

“但是,凭宙斯起誓,”或许有人会辩称,“他们在这些政务中固然是这副嘴脸,但在其他事务上却治理有方。”然而,他们在其他事务上面对你们的表现也是如此,以至于你们所听到的那些勾当,反倒成了理应憎恶他们的最微不足道的理由!你们要我说些什么呢?说他们如何修缮了游行祭器?还是说取下神冠之事?抑或打造那些精美祭酒碟的勾当?

§177

ἀλλʼ ἐπὶ τούτοις γε, εἰ μηδὲν ἄλλʼ ἠδίκουν τὴν πόλιν, τρίς, οὐχ ἅπαξ τεθνάναι δικαίως ἄν μοι δοκοῦσιν· καὶ γὰρ ἱεροσυλίᾳ καὶ ἀσεβείᾳ καὶ κλοπῇ καὶ πᾶσι τοῖς δεινοτάτοις εἴσʼ ἔνοχοι. τὰ μὲν οὖν πόλλʼ ὧν λέγων ἐφενάκιζεν ὑμᾶς Ἀνδροτίων, παραλείψω· φήσας δʼ ἀπορρεῖν τὰ φύλλα τῶν στεφάνων καὶ σαπροὺς εἶναι διὰ τὸν χρόνον, ὥσπερ ἴων ἢ ῥόδων ὄντας, ἀλλʼ οὐ χρυσίου, συγχωνεύειν ἔπεισεν. αἱρεθεὶς δʼ ἐπὶ ταῦτα προσείλετο τοῦτον τὸν πάντων τῶν κακῶν κοινωνόν.

然而单凭这些行径,即便他们没有在其他任何事上危害城邦,依我看他们也理当被处死三次,而非仅仅一次!因为他们已触犯了盗窃圣物罪、不敬神罪、盗窃罪以及所有最可怕的罪名。安德罗提翁在演说中用来蒙骗你们的大多数言辞,我在此姑且略过;他竟然声称神冠上的叶子正在脱落,由于年代久远已经腐朽——仿佛神冠是用紫罗兰或玫瑰做成的,而不是黄金!——以此说服你们将其熔毁。而一旦被选定负责此事,他便拉拢了眼前这个所有罪恶的同谋。

§178

κᾆτʼ ἐπὶ μὲν ταῖς εἰσφοραῖς τὸν δημόσιον παρεῖναι προσέγραψεν ὡς δὴ δίκαιος ὤν, ὧν ἕκαστος ἀντιγραφεὺς ἔμελλεν ἔσεσθαι τῶν εἰσενεγκόντων·4 ἐπὶ τοῖς στεφάνοις δʼ οὓς κατέκοπτεν οὐχὶ προσήγαγεν ταὐτὸ δίκαιον τοῦτο, ἀλλʼ αὑτὸς ῥήτωρ, χρυσοχόος, ταμίας, ἀντιγραφεὺς γέγονεν.

随后,在催缴特别税时,他装出一副秉公办事的模样,额外规定必须有公家奴隶在场,尽管每一位纳税人都本将作为已缴税款的核对者;然而在他所捣毁的神冠一事上,他却没有采用同样的公正准则,反倒是集演说家、金匠、司库与核对者于一身!

语法注4 条
  1. 172οὐκ ἂν εἰς τοῦτο δήπου τόλμης, καίπερ ὄντες ἀναιδεῖς, ἔλθοιεν, ὥστε φῆσαι

    短语 εἰς τοῦτο τόλμης 由介词短语 εἰς τοῦτο 与部分属格 τόλμης 构成(意为“达到如此厚颜无耻的地步”),后接表示结果的 ὥστε 引导的不定词短语(ὥστε φῆσαι),并受带 ἄν 的愿望语气动词 ἔλθοιεν(潜在用法)支配,用以强调其设想之荒谬与不可能。

  2. 173ἐτῶν ὄντων πλειόνων ἢ τριάκοντʼ ἀφʼ οὗ ὅ γʼ ἕτερος ὑμῶν πολιτεύεται

    ἐτῶν ὄντων πλειόνων 为属格独立结构,表时间跨度;ἀφʼ οὗ 为引导时间从句的关系词短语(意为“自从……以来”)。整个句子的主句延至后面的 οὐδενὸς πώποτε τούτων ἐξητάσθη κατήγορος ὑμῶν οὐδέτερος(“你们二人中从未有任何一人被发现作为指控者”),前面的分词结构起到了长句背景铺陈的作用。

  3. 175δόξετʼ ὀργιζόμενοι κατεγνωκέναι τὰ χρήματα τούτων, οὐκ ἀδικούμενοι

    动词 καταγιγνώσκω 在此处支配人的属格(τούτων)和所判处钱款/财产的宾格(τὰ χρήματα),意为“判处没收他们的这笔财产”。分词 ὀργιζόμενοι 与 οὐκ ἀδικούμενοι 与主语保持主格一致,用作表动机的表语分词(“出于激愤,而非出于遭受不公侵害”)。

  4. 178ὧν ἕκαστος ἀντιγραφεὺς ἔμελλεν ἔσεσθαι τῶν εἰσενεγκόντων

    关系代名词 ὧν 为阴性复数属格,指代前文 ταῖς εἰσφοραῖς 所征收的款项,充当名词 ἀντιγραφεύς 的宾格性属格(“对这些款项的核对者”)。τῶν εἰσενεγκόντων 则是修饰 ἕκαστος 的部分属格(“纳税人中的每一个人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:172-178