- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:163-171
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出民主政体的精髓在于温和宽厚,痛斥二被告侵入私宅并拘禁人身的行为比三十僭主时期更为恶劣,呼吁法庭对其施以严惩。
εἰ γὰρ θέλετʼ ἐξετάσαι τίνος εἵνεκα μᾶλλον ἄν τις ἕλοιτʼ ἐν δημοκρατίᾳ ζῆν ἢ ἐν ὀλιγαρχίᾳ, τοῦτʼ ἂν εὕροιτε προχειρότατον, ὅτι πάντα πραότερʼ ἐν δημοκρατίᾳ. ὅτι μὲν τοίνυν τῆς ὅπου βούλεσθʼ ὀλιγαρχίας πολλῷ ἀσελγέστερα καὶ δεινότερʼ ἐποίουν οὗτοι, παραλείψω. ἀλλὰ παρʼ ἡμῖν πότε πώποτε δεινότατʼ ἐν τῇ πόλει γέγονεν;
因为如果你们想考察,人们为何更愿意生活在民主制下而非寡头制下,你们会发现最显而易见的理由莫过于:在民主制下,一切都更为温和宽厚。至于这些人比你们所能想到的任何地方的寡头政权都行事更加放肆、更加可怕,我在此姑且略过不提。但是,在我们城邦的历史上,何曾发生过最可怕的事情?
εὖ οἶδʼ ὅτι ἐπὶ τῶν τριάκοντα ἅπαντες ἂν εἴποιτε. τότε τοίνυν, ὡς ἔστιν ἀκούειν, οὐδεὶς ἔστιν ὅστις ἀπεστερεῖτο τοῦ σωθῆναι, ὅστις ἑαυτὸν οἴκοι κρύψειεν, ἀλλʼ αὐτὸ τοῦτο κατηγοροῦσι τῶν τριάκοντα, ὅτι τοὺς ἐκ τῆς ἀγορᾶς ἀδίκως ἀπῆγον. οὗτοι τοίνυν τοσαύτην ὑπερβολὴν ἐποιήσαντʼ ἐκείνων τῆς αὑτῶν πονηρίας ὥστʼ ἐν δημοκρατίᾳ πολιτευόμενοι τὴν ἰδίαν οἰκίαν ἑκάστῳ δεσμωτήριον καθίστασαν, τοὺς ἕνδεκʼ ἄγοντες ἐπὶ τὰς οἰκίας.
我深知你们所有人都会回答:是在三十僭主时期。然而在那时,据我们所闻,凡是把自己藏在家中的人,没有一个被剥夺了保全性命的机会;相反,人们对三十僭主的谴责恰恰在于他们把人从广场上非法押走。然而,这些人自身的恶毒竟然远远超越了他们,以至于在民主政体之下从政时,他们竟把十一人狱吏带到各家各户,把每个人的私宅变成了牢房。
καίτοι, ὦ ἄνδρες Ἀθηναῖοι, τί οἴεσθʼ ὁπότʼ1 ἄνθρωπος πένης ἢ καὶ πλούσιος, πολλὰ δʼ ἀνηλωκὼς καί τινʼ ἴσως τρόπον εἰκότως οὐκ εὐπορῶν ἀργυρίου, μὴ μόνον εἰς τὴν ἀγορὰν φοβοῖτʼ ἐμβαλεῖν, ἀλλὰ μηδʼ οἴκοι μένειν ἀσφαλὲς ἡγοῖτο, ὁ δὲ τούτων αἴτιος Ἀνδροτίων εἴη, ὃν οὐδʼ ὑπὲρ αὑτοῦ δίκην ἐᾷ λαβεῖν τὰ πεπραγμένα καὶ βεβιωμένα, μή τί γʼ ὑπὲρ τῆς πόλεως;
然而,雅典人啊,当一个人无论贫穷还是富有,由于花费巨大,也许出于某种情理一时缺少现钱,不仅害怕步入广场,甚至连留在家里都觉得不安全,而造成这一切的罪魁祸首竟是安德罗提翁——此人过去的一言一行甚至都不容许他为自己讨回公道,更遑论代表城邦了——你们认为这是怎样的一种情形?
καίτοι εἴ τις ἔροιτʼ αὐτὸν ἢ σέ, ὦ Τιμόκρατες, τὸν ἐπαινέτην τούτων καὶ συνεργόν, τὰς εἰσφορὰς πότερον τὰ κτήματʼ ἢ τὰ σώματʼ ὀφείλει, τὰ κτήματα φήσαιτʼ ἄν, εἴπερ ἀληθῆ λέγειν βούλοισθε· ἀπὸ γὰρ τούτων εἰσφέρομεν. τίνος οὖν ἕνεκʼ, ὦ κάκιστοι πάντων ἀνθρώπων, ἀφέντες τὸ τὰ χωρία δημεύειν καὶ τὰς οἰκίας καὶ ταῦτʼ ἀπογράφειν, ἐδεῖτε καὶ ὑβρίζετε πολίτας ἀνθρώπους καὶ τοὺς ταλαιπώρους μετοίκους, οἷς ὑβριστικώτερον ὑμεῖς ἢ τοῖς οἰκέταις τοῖς ὑμετέροις αὐτῶν ἐχρῆσθε;
然而,如果有人质问他,或者质问你,提摩克拉底——这些罪行的赞美者和共谋者——欠缴特别税的究竟是财产还是人身?如果你们愿意说真话,必定会回答是财产;因为我们正是从财产中缴纳税款的。既然如此,天下最恶劣之徒啊,你们为何放弃查封田产与住宅并对其登记造册,反而去捆绑和羞辱公民以及不幸的同居外侨?你们对待他们,比对待你们自家的奴仆还要傲慢无礼!
καὶ μὴν εἰ θέλετε σκέψασθαι παρʼ ὑμῖν αὐτοῖς, ὦ ἄνδρες δικασταί, τί δοῦλον ἢ ἐλεύθερον εἶναι διαφέρει, τοῦτο μέγιστον ἂν εὕροιτε, ὅτι τοῖς μὲν δούλοις τὸ σῶμα τῶν ἀδικημάτων ἁπάντων ὑπεύθυνόν ἐστιν, τοῖς δʼ ἐλευθέροις ὕστατον τοῦτο προσήκει κολάζειν. οἱ δὲ τοὐναντίον εἰς τὰ σώματα, ὥσπερ ἀνδραπόδοις, ἐποιήσαντο τὰς τιμωρίας.
再者,陪审官先生们,如果你们在心中深思奴隶与自由人究竟有何区别,你们会发现最大的区别莫过于:对奴隶而言,人身必须对一切罪过承担责任;而对自由人而言,惩罚其人身应当是最后的手段。但他们却反其道而行之,竟像对待牲畜奴隶一样,把刑罚施加在他们的人身之上。
οὕτω δʼ ἀνίσως καὶ πλεονεκτικῶς ἔσχε πρὸς ὑμᾶς Ἀνδροτίων ὥστε τὸν μὲν αὑτοῦ πατέρʼ ᾤετο δεῖν, δημοσίᾳ δεθέντʼ ἐπὶ χρήμασιν ἐν τῷ δεσμωτηρίῳ, μήτʼ ἀποδόντα ταῦτα μήτε κριθέντʼ ἀποδρᾶναι, τῶν δʼ ἄλλων πολιτῶν τὸν μὴ δυνάμενον τὰ ἑαυτοῦ θεῖναι οἴκοθεν εἰς τὸ δεσμωτήριον ἀχθένθʼ ὑφʼ ἑαυτοῦ δεδέσθαι.2
安德罗提翁对待你们是如此不公与贪得无厌,以至于他认为,他自己的父亲因公款问题被公开关押在监狱中,既无须偿还款项也无须接受审判就理当越狱逃跑;而其他公民中凡是无力从家中交出款项的,就活该被他押入监狱并戴上镣铐。
καὶ Τιμοκράτης τῶν μὲν πολλῶν ἡμῶν τότε, ὅτε τὴν διπλασίαν εἰσέπραττεν, οὐδʼ ἂν παρʼ ἑνὸς λαβεῖν ἠθέλησεν ἐγγυητάς, μὴ ὅτι μέχρι τῆς ἐνάτης πρυτανείας, ἀλλʼ οὐδὲ μιᾶς ἡμέρας,3 ἀλλʼ ἢ διπλᾶ τὰ χρήματʼ ἔδει καταβάλλειν ἢ παραχρῆμα δεδέσθαι· παρεδίδου δʼ οὗτος τοῖς ἕνδεκα τὸν οὐκ ὠφληκότʼ ἐν τῷ δικαστηρίῳ. νῦν δʼ ὅπως ὧν ἂν ὑμεῖς καταγνῶτʼ ἄδετοι περιίασιν, ὑπεύθυνον αὑτὸν ποιήσας νόμον εἰσενεγκεῖν ἐτόλμησεν.
而在那时,当提摩克拉底催缴双倍罚金时,他绝不愿接受我们普通群众中任何一人的担保人——且不说宽限到第九轮值期,哪怕一天也不行——要么必须当场交付双倍金额,要么立即被关进大牢。而且此人竟将未经法庭定罪的人移交给了十一人狱吏。然而现在,为了让那些被你们定罪的人不戴镣铐逍遥法外,他竟敢冒着使自己承担公诉罪责的风险提出这部法案。
ἀλλʼ ὅμως κἀκεῖνα καὶ τάδε φήσουσʼ ὑπὲρ ὑμῶν πράττειν. εἶτα ταῦθʼ ὑμεῖς ἀναδέξεσθʼ ὑπὲρ ὑμῶν πεπρᾶχθαι, καὶ τὰ τῆς τούτων θρασύτητος καὶ πονηρίας ἔργα πράως οἴσετε; ἀλλὰ μισεῖν ὀφείλετε τοὺς τοιούτους, ὦ ἄνδρες Ἀθηναῖοι, μᾶλλον ἢ σῴζειν. τὸν γὰρ ὑπὲρ τῆς πόλεως πράττοντά τι καὶ πράων ὑμῶν τευξόμενον τὸ τῆς πόλεως ἦθος ἔχοντα δεῖ φαίνεσθαι.
但即便如此,他们还是会诡辩称,无论以前那事还是现在这事,都是为了你们而做的。难道你们真会认可这些勾当是为了你们而做的,并宽容地忍受他们放肆与奸恶的行径吗?雅典人啊,面对这等恶徒,你们理应痛恨而非拯救。因为凡是为城邦办事并期望获得你们宽大处理的人,必须表现出具备城邦的风貌与精神。
τοῦτο δʼ ἐστὶ τί; τοὺς ἀσθενεῖς ἐλεεῖν, τοῖς ἰσχυροῖς καὶ δυναμένοις μὴ ἐπιτρέπειν ὑβρίζειν, οὐ τοὺς μὲν πολλοὺς ὠμῶς μεταχειρίζεσθαι, κολακεύειν δὲ τὸν ἀεί τι δύνασθαι δοκοῦντα. ὃ σὺ ποιεῖς, ὦ Τιμόκρατες· διʼ ἃ πολλῷ μᾶλλον ἂν εἰκότως μὴ θελήσαντες ἀκοῦσαι σοῦ θάνατον καταψηφίσαινθʼ οὗτοι ἢ διʼ Ἀνδροτίωνʼ ἀφείησαν.
而城邦的风貌是什么?是怜悯弱者,不容许强横有力者胡作非为,而不是一方面残酷对待平民大众,另一方面去奉承任何一个看似拥有权势之人。而这〔后者〕正是你在做的事,提摩克拉底;正因如此,这些人如果情愿不听你的辩白而投票判处你死刑,比起因安德罗提翁的面子而赦免你,要合情合理得多。
- 165τί οἴεσθʼ ὁπότʼ
一种惯用的省略结构。τί οἴεσθε(你们认为[会怎样/是何感受])后接由 ὁπότε 引导、带有虚构/潜在线索的选择式(希求法 φοβοῖτο、ἡγοῖτο、εἴη)从句,用以生动展现假想的情境。主句的核心谓语被省略,整个情境描绘构成了询问的对象。
- 168τὸν μὲν αὑτοῦ πατέρʼ ᾤετο δεῖν... ἀποδρᾶναι, τῶν δʼ ἄλλων πολιτῶν τὸν μὴ δυνάμενον... δεδέσθαι
由 ᾤετο δεῖν 统领、通过 μέν 和 δέ 形成鲜明对照的宾格加不定式结构。前半句主语 τὸν... πατέρα 搭配主动不定式 ἀποδρᾶναι,后半句主语 τὸν μὴ δυνάμενον 搭配完成时被动不定式 δεδέσθαι,有力突出了安德罗提翁对其父亲越狱与对普通公民横加监禁之间的双重标准。
- 169μὴ ὅτι μέχρι τῆς ἐνάτης πρυτανείας, ἀλλʼ οὐδὲ μιᾶς ἡμέρας
成语结构 μὴ ὅτι... ἀλλʼ οὐδέ...(“且不说/不仅不……连……也不……”),源自言说动词(如 μὴ λέγε ὅτι)的省略。在此指“且不说宽限到第九轮值期,哪怕一天也不给”。
