← 狄摩西尼

控诉提摩克拉底

§156-162

提摩克拉底与安德罗提翁的勾结与非法征税

演说者谴责提摩克拉底借“法律”之美名来废除现行法律以掩盖罪行,并揭露他如何勾结安德罗提翁,借征收特别税之机非法闯入民宅搜刮中饱私囊,从而将恶劣习气引入城邦体制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§156

εὗρεν οὖν τοῦθʼ ὃ πεποίηκεν, νόμῳ τοὺς νόμους καταλῦσαι,1 ἵνα τἀδικήματʼ αὐτοῦ τὸ τῆς σωτηρίας ὄνομʼ ἔχῃ. οἵ τε γὰρ σῴζοντες τὴν πόλιν εἰσὶ νόμοι, ὅν θʼ οὗτος ἔθηκεν οὐδὲν ἐκείνοις τῶν αὐτῶν ἔχοντα, νόμος. τὴν μὲν οὖν τοῦ ὀνόματος φιλανθρωπίαν, ὅτι ταύτην ἂν μάλιστα προσεῖσθε, κατεῖδεν· τὴν δὲ χρείαν, ὅτι τἀναντίʼ ἔχουσα φανήσεται, παρεῖδεν.

因此,他找到了他所施行的这套把戏:用一部法律来废除现行法律,好让他的罪行冠上拯救的美名。因为拯救城邦的乃是法律,而此人所制定的那部法,尽管与真正的法律毫无共同之处,却也被称作法律。他看中了这个名称所带有的仁善之意,深知你们最容易接受这一点;然而对于其实际效用将显现为适得其反,他却置若罔闻。

§157

φέρε γὰρ πρὸς Διός, ἔστιν ὅστις ἂν ἢ πρόεδρός ποτʼ ἐπεψήφισεν ἢ πρύτανις τούτων τι τῶν ἐν τῷ νόμῳ γεγραμμένων; ἐγὼ μὲν οὐδένʼ ἂν οἶμαι. πῶς οὖν τοῦθʼ ὑπέδυ; νόμον ἔθετʼ ὄνομα τοῖς αὑτοῦ κακουργήμασιν. οὐ γὰρ ἁπλῶς, οὐδʼ ὅπως ἔτυχον, ποιοῦσι κακῶς ὑμᾶς, ἀλλʼ ἐσκεμμένως καὶ τοῦτʼ αὐτὸ πράττοντες, οὐχ οὗτοι μόνον, ἀλλὰ πολλοὶ τῶν πολιτευομένων, οἳ τούτῳ παριόντες αὐτίκα δὴ μάλα συναπολογήσονται, οὐ μὰ Δίʼ οὐ Τιμοκράτει χαρίσασθαι βουλόμενοι, πόθεν; ἀλλʼ αὑτῷ συμφέρειν ἕκαστος ἡγούμενος τὸν νόμον. ὥσπερ τοίνυν οὗτοι σφίσιν αὐτοῖς βοηθοῦσιν ἐφʼ ὑμᾶς, οὕτω δεῖ καὶ ὑμᾶς ὑμῖν αὐτοῖς βοηθεῖν.

指着宙斯起誓,请问可曾有任何主席或当值议事会成员,会把写在这部法律里的任何条款付诸表决?依我之见,决无一人会这么做。那么他是如何暗中得逞的呢?他将法律之名冠在他自己的罪恶勾当之上。因为他们并不是无意中或者碰巧加害于你们,而是蓄谋已久且专门以此为务,不仅这些人如此,从政者中更有许多人也是如此,这些人片刻之后就会出庭为他一同辩护,指着宙斯起誓,这绝非出于想讨好提摩克拉底——怎么会呢?——而是每个人都认为这部法律对自己有利。因此,正如他们联合起来对付你们以自保一样,你们也必须自保以相互援助。

§158

καίτοι ἀνερωτῶντός τινος αὐτὸν ὅτου ἕνεκα τοιαῦτʼ ἠθέλησε γράφειν, καὶ διεξιόντος ὡς χαλεπὸν τὸν ἀγῶνʼ ὑπολαμβάνοι τόνδε, τετυφῶσθαι τὸν ταῦτα λέγοντʼ ἔφη· συμπαρέσεσθαι γὰρ Ἀνδροτίωνʼ ἑαυτῷ, καὶ τοιούτους λόγους σχολὴν ἄγοντʼ ἐσκέφθαι περὶ πάντων ὥστʼ εὖ εἰδέναι ὅτι οὐδὲν αὐτῷ γενήσοιτο φλαῦρον ἀπὸ τῆς γραφῆς τῆσδε.

然而,当有人质问他为何要提出此类提案,并详细说明此案在自己看来是何等艰难时,他竟说讲这种话的人是神志昏乱;因为他说安德罗提翁会出庭支持他,而且此人在闲暇时已从各个角度周密考虑了这番辩词,以致他深知自己决不会因这桩公诉而遭受任何厄运。

§159

καὶ δῆτα καὶ τεθαύμακα τὴν ἀναισχυντίαν τὴν τούτου τε κἀκείνου, τοῦ μέν, εἰ καλεῖ, τοῦ δέ, εἰ πάρεισι καὶ συναπολογήσεται.2 μαρτυρία γὰρ δήπου φανερὰ γενήσεται πᾶσιν ὑμῖν ὅτι τὸν νόμον τούτου ἕνεκʼ ἐτίθει, ἀλλʼ οὐκ ἐπὶ πᾶσι τὸν αὐτόν. ὅμως δὲ καὶ περὶ τῶν ἐκείνῳ πεπολιτευμένων ὑμᾶς μικρὰ βέλτιόν ἐστιν ἀκοῦσαι, καὶ τούτων ταῦθʼ ὧν κεκοινώνηκεν οὗτος, καὶ διʼ ἃ τοῦτον οὐδὲν ἧττον ἐκείνου δικαίως ἂν μισοῖτε. λέξω δʼ οὐδὲν ὧν ἀκηκόαθʼ ὑμεῖς, εἰ μή τινες ἄρʼ ἐπὶ τοῖς Εὐκτήμονι γιγνομένοις ἀγῶσι παρῆσαν.

事实上,我对这二人各自的厚颜无耻感到震惊:对这一个而言,是他竟敢传唤对方;对那一个而言,是他竟敢出庭并参与共同辩护。因为这无疑将成为你们所有人的明证,证明他制定这部法律只是为了那个人,而不是面向全体公民一视同仁。不过,听一听那个人的从政劣迹,以及本案被告在其中所同流合污的勾当,也是对你们有益的;正是因为这些勾当,你们理应同样正当地憎恨此人,绝不亚于憎恨那个人。关于你们已经听闻的事情,我绝不再重复,除非你们当中有人恰巧出席了针对尤克特蒙的那些诉讼。

§160

καὶ πρῶτον μέν, ἐφʼ ᾧ μέγιστον φρονεῖ, τὴν τῶν χρημάτων εἴσπραξιν ἐξετάσωμεν αὐτοῦ, ἣν μετὰ τούτου τοῦ χρηστοῦ πάντας εἰσέπραξεν ὑμᾶς. αἰτιασάμενος γὰρ Εὐκτήμονα τὰς ὑμετέρας ἔχειν εἰσφοράς, καὶ τοῦτʼ ἐξελέγξειν ἢ παρʼ ἑαυτοῦ καταθήσειν ὑποσχόμενος, καταλύσας ψηφίσματι κληρωτὴν ἀρχὴν ἐπὶ τῇ προφάσει ταύτῃ, ἐπὶ τὴν εἴσπραξιν παρέδυ, καὶ τοῦτον προὐβάλετο, εἰπὼν τὴν τοῦ σώματος ἀρρωστίαν, ἵνʼ, ἔφη, συνδιοικῇ μοι.

首先,让我们来检视他最为自负的收税之举,即他与眼前这位“善人”一同向你们所有人强征款项之事。因为他指控尤克特蒙侵吞了你们的战争特别税,并许诺要么查证此事,要么自掏腰包垫付,以此为借口通过决议废除了一个抽签产生的公职,潜入了征税职务,并以身体抱病为借口推举此人,说什么“以便他与我共同处理政务”。

§161

δημηγορίαν δʼ ἐπὶ τούτοις ποιούμενος, ὡς ἔστι τριῶν αἵρεσις, ἢ τὰ πομπεῖα κατακόπτειν ἢ πάλιν εἰσφέρειν ἢ τοὺς ὀφείλοντας εἰσπράττειν, αἱρουμένων εἰκότως ὑμῶν τοὺς ὀφείλοντας εἰσπράττειν, ταῖς ὑποσχέσεσιν κατέχων καὶ διὰ τὸν καιρὸν ὃς ἦν τότʼ ἔχων ἐξουσίαν, τοῖς μὲν κειμένοις νόμοις περὶ τούτων οὐκ ᾤετο δεῖν χρῆσθαι, οὐδʼ, εἰ μὴ τούτους ἐνόμιζʼ ἱκανούς, ἑτέρους τιθέναι, ψηφίσματα δʼ εἶπεν ἐν ὑμῖν δεινὰ καὶ παράνομα, διʼ ὧν ἠργολάβει, προσαγωγεῖ τούτῳ χρώμενος τῶν λημμάτων.3

接着他就此发表公开演说,声称摆在面前的有三种选择:要么砸毁并熔化祭祀器具,要么重新交纳特别税,要么向拖欠者强行征收。在你们理所当然地选择向拖欠者征收时,他凭借自己的承诺稳固了地位,并利用当时危急局势所带来的权力,不仅认为无须使用关于这些事项的现行法律,而且若认为现行法律不足,也未去制定新的法律,反而在你们面前提出了骇人听闻且违法的决议案;他正是通过这些决议案承包搜刮,并利用本案被告充当谋取非法利益的掮客。

§162

καὶ πολλὰ τῶν ὑμετέρων κέκλοφεν μετὰ τούτου, γράψας τοὺς ἕνδεκα καὶ τοὺς ἀποδέκτας καὶ τοὺς ὑπηρέτας ἀκολουθεῖν μεθʼ αὑτοῦ. εἶτʼ ἔχων τούτους ἦγʼ ἐπὶ τὰς ὑμετέρας οἰκίας, καὶ σύ, ὦ Τιμόκρατες, συνηκολούθεις μόνος τῶν συναρχόντων δέκʼ ὄντων. καὶ μηδεὶς ὑπολαμβανέτω με λέγειν ὡς οὐ χρῆν εἰσπράττειν τοὺς ὀφείλοντας. χρῆν γάρ. ἀλλὰ πῶς; ὡς ὁ νόμος ἀγορεύει· τῶν ἄλλων ἕνεκα· τοῦτο γάρ ἐστι δημοτικόν. οὐ γὰρ τοσοῦτον, ὦ ἄνδρες Ἀθηναῖοι, πέντε ταλάντων ὑμῖν, ὧν οὗτοι τότʼ εἰσέπραξαν, τεθέντων ὠφέλησθε, ὅσον βέβλαφθε τοιούτων ἐθῶν εἰς τὴν πολιτείαν εἰσαγομένων.

并且他与此人一道盗窃了你们的大量财产,提案让十一人狱吏、接收官和差役随同他前往。随后他带着这些人扑向你们的住宅,而提摩克拉底,在同僚的十人之中,唯独你一人紧随其后。请任何人不要以为我是说不该向欠债者催缴。因为确实应当催缴。但应当如何进行?正如法律所规定的那样,且是为了其他公民的利益而催缴;因为这才是民主的精神。雅典人啊,他们当时征收并存入库中的区区五塔兰同所带给你们的利益,远不及将这种恶劣习气引入城邦政制对你们造成的损害。

语法注3 条
  1. 156τοῦθʼ ὃ πεποίηκεν, νόμῳ τοὺς νόμους καταλῦσαι

    不定词短语 νόμῳ τοὺς νόμους καταλῦσαι 作指示代词 τοῦτο(由关系从句 ὃ πεποίηκεν 所修饰)的同位语,具体指明其发现并付诸实行的手段内容。

  2. 159τοῦ μέν, εἰ καλεῖ, τοῦ δέ, εἰ πάρεισι καὶ συναπολογήσεται

    属格 τοῦ μέν 与 τοῦ δέ 依附于前面的 τὴν ἀναισχυντίαν(或动词 τεθαύμακα),引出感到惊异的对象。其后接带直陈式的 εἰ 从句,属于表示情感动词后的惯用结构(θαυμάζω εἰ...),并非纯粹假设,而是表达对所指之事的惊愕与愤慨。

  3. 161προσαγωγεῖ τούτῳ χρώμενος τῶν λημμάτων

    προσαγωγεῖ 作为动词 χρώμενος 的补足语(述语性与格),意为“代理人”或“掮客”。属格 τῶν λημμάτων 则是依附于 προσαγωγεῖ 的宾格性属格(objective genitive),意即“不法利益的拉拢者/掮客”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:156-162