- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:149-155
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者命人宣读赫利埃亚审判官誓词,指出其中并无禁止关押公民的条款,进而指控提摩克拉底通过立法推翻确定判决的做法是对法治与民主制度的颠覆,理应受到严惩。
ΟΡΚΟΣ ΗΛΙΑΣΤΩΝ. "ψηφιοῦμαι κατὰ τοὺς νόμους καὶ τὰ ψηφίσματα τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῆς βουλῆς τῶν πεντακοσίων. καὶ τύραννον οὐ ψηφιοῦμαι εἶναι οὐδʼ ὀλιγαρχίαν· οὐδʼ ἐάν τις καταλύῃ τὸν δῆμον τὸν Ἀθηναίων ἢ λέγῃ ἢ ἐπιψηφίζῃ παρὰ ταῦτα, οὐ πείσομαι· οὐδὲ τῶν χρεῶν τῶν ἰδίων ἀποκοπὰς οὐδὲ γῆς ἀναδασμὸν τῆς Ἀθηναίων οὐδʼ οἰκιῶν· οὐδὲ τοὺς φεύγοντας κατάξω, οὐδὲ ὧν θάνατος κατέγνωσται, οὐδὲ τοὺς μένοντας ἐξελῶ παρὰ τοὺς νόμους τοὺς κειμένους καὶ τὰ ψηφίσματα τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῆς βουλῆς οὔτʼ αὐτὸς ἐγὼ οὔτʼ ἄλλον οὐδένα ἐάσω."
赫利埃亚审判官誓词。 “我将依据雅典民众及五百人议事会的法律与决议投票表决。我绝不投票支持设立僭主,亦不赞成寡头政治;若有人试图颠覆雅典民众体制,或发表言论、付诸表决违反这些原则之事,我绝不顺从;我绝不允许废除私人债务,亦不允许重新分配雅典人的土地或房屋;我绝不违反现行法律以及雅典民众与议事会的决议,迎回流亡之人,或被判处死刑之人,亦不驱逐定居在此之人,无论是我自己,还是允许任何其他人如此行事。”
"οὐδʼ ἀρχὴν καταστήσω ὥστʼ ἄρχειν ὑπεύθυνον ὄντα ἑτέρας ἀρχῆς, καὶ τῶν ἐννέα ἀρχόντων καὶ τοῦ ἱερομνήμονος καὶ ὅσοι μετὰ τῶν ἐννέα ἀρχόντων κυαμεύονται ταύτῃ τῇ ἡμέρᾳ, καὶ κήρυκος καὶ πρεσβείας καὶ συνέδρων· οὐδὲ δὶς τὴν αὐτὴν ἀρχὴν τὸν αὐτὸν ἄνδρα, οὐδὲ δύο ἀρχὰς ἄρξαι τὸν αὐτὸν ἐν τῷ αὐτῷ ἐνιαυτῷ. οὐδὲ δῶρα δέξομαι τῆς ἡλιάσεως ἕνεκα οὔτʼ αὐτὸς ἐγὼ οὔτʼ ἄλλος ἐμοὶ οὔτʼ ἄλλη εἰδότος ἐμοῦ, οὔτε τέχνῃ οὔτε μηχανῇ οὐδεμιᾷ."
“我亦不设立任何官员,使其在尚未完成前任官职的账目审查时又行就任新职,包括九位执政官、圣誓记录官、在今日与九位执政官一同抽签产生的所有官员,以及传令官、使团和盟邦代表;同一个人不得两度出任同一公职,亦不得在同一年内出任两项公职。我绝不因出任审判官而收受任何礼物,无论是我自己收受,还是在我知情的情况下由其他任何男女替我收受,绝不借由任何手段或计策行此等事。”
"καὶ γέγονα οὐκ ἔλαττον ἢ τριάκοντα ἔτη. καὶ ἀκροάσομαι τοῦ τε κατηγόρου καὶ τοῦ ἀπολογουμένου ὁμοίως ἀμφοῖν, καὶ διαψηφιοῦμαι περὶ αὐτοῦ οὗ ἂν ἡ δίωξις ᾖ.1 ἐπομνύναι Δία, Ποσειδῶ, Δήμητρα, καὶ ἐπαρᾶσθαι2 ἐξώλειαν ἑαυτῷ καὶ οἰκίᾳ τῇ ἑαυτοῦ, εἴ τι τούτων παραβαίνοι, εὐορκοῦντι δὲ πολλὰ κἀγαθὰ εἶναι." ἐνταῦθʼ οὐκ ἔνι, ὦ ἄνδρες δικασταί, οὐδὲ δήσω Ἀθηναίων οὐδένα. τὰ γὰρ κρίνοντα τὰς κρίσεις ἁπάσας τὰ δικαστήριʼ ἐστίν, οἷς ἐξουσία ἐστὶ καὶ δεσμὸν καὶ ἄλλʼ ὅ τι ἂν βούλωνται καταγιγνώσκειν.
“且我年已不低于三十周岁。我将同样公正地倾听起诉人与辩护人双方的陈词,并严格针对诉讼本身进行表决。向宙斯、波塞冬、得墨忒耳起誓,若违背其中任何一条,愿自身及全家遭受彻底灭顶之灾;若信守誓言,则祈愿福泽深厚。” 审判官诸位,这里面绝没有出现: “我亦不将任何雅典人关押入狱”。 因为对一切审判作出裁决的乃是法庭,法庭拥有判处监禁刑以及他们所愿判处的任何其他惩罚的权力。
ὡς μὲν οὖν ἔξεστιν ὑμῖν δεσμὸν καταγιγνώσκειν ταῦτʼ ἐπιδείκνυμι· ὡς δὲ τὰ δεδικασμένʼ ἄκυρα ποιεῖν καὶ δεινὸν καὶ ἀνόσιόν ἐστι καὶ δήμου κατάλυσις, πάντας ἂν οἶμαι ὁμολογῆσαι. ἡ γὰρ πόλις ἡμῶν, ὦ ἄνδρες δικασταί, νόμοις καὶ ψηφίσμασιν διοικεῖται. εἰ δή τις τὰ ψήφῳ κεκριμένα νόμῳ καινῷ λύσει, τί πέρας ἔσται; ἢ πῶς τοῦτον δίκαιόν ἐστι νόμον προσαγορεύειν, ἀλλʼ οὐκ ἀνομίαν; ἢ πῶς οὐ τῆς μεγίστης ὀργῆς ὁ τοιοῦτος νομοθέτης ἄξιός ἐστιν;
关于你们有权判处监禁,我已作了阐明;但废除法庭的终审判决乃是骇人听闻的渎圣之举,且是对民主体制的颠覆,这一点我认为所有人都会赞同。因为,审判官诸位,我们的城邦是依法律与决议治理的。如果有人用一部新法去废除通过投票裁定的判决,那么伊于胡底?又如何能理所当然地称此为法律而非无法无天?这样的立法者又怎能不承受最大的震怒?
ἐγὼ μὲν γὰρ τῶν ἐσχάτων νομίζω, οὐχ ὅτι τοῦτον μόνον τὸν νόμον ἔθηκεν, ἀλλʼ ὅτι καὶ τοῖς ἄλλοις ὁδὸν δείκνυσι καὶ περὶ δικαστηρίων καταλύσεως καὶ περὶ τῶν φευγόντων καθόδου καὶ περὶ τῶν ἄλλων τῶν δεινοτάτων. τί γὰρ κωλύει, ὦ ἄνδρες δικασταί, εἰ οὗτος χαίρων ἀπαλλάξει ὁ τοιοῦτον νόμον τιθείς, ἕτερον φανῆναι ἄλλο τι τῶν τῆς πόλεως ἰσχυροτάτων καταλύοντα νόμῳ καινῷ;
因为在我看来,他应当受到极刑处分,这不仅在于他制定了这一部法律,更在于他给其他人指明了一条既能颠覆法庭、又能召回流亡者、更能犯下一切极端暴行的道路。因为,审判官诸位,如果制定这等法律的人能够安然逃脱罪责,还有什么能阻止另一个人冒出来,以新法废除城邦另一些最根本的体制呢?
ἐγὼ μὲν γὰρ οἶμαι οὐδέν. ἀκούω δʼ ἔγωγε καὶ τὸ πρότερον οὕτω καταλυθῆναι τὴν δημοκρατίαν, παρανόμων πρῶτον γραφῶν καταλυθεισῶν καὶ τῶν δικαστηρίων ἀκύρων γενομένων. ἴσως μὲν οὖν ἄν τις ὑπολάβοι ὅτι οὐχ ὁμοίων ὄντων τῶν πραγμάτων νῦν καὶ τότε λέγω περὶ καταλύσεως τοῦ δήμου. ἀλλʼ οὐδὲ σπέρμα δεῖ καταβάλλειν ἐν τῇ πόλει οὐδένα, ὦ ἄνδρες δικασταί, τοιούτων πραγμάτων, οὐδʼ εἰ μήπω ἂν ἐκφύοι,3 ἀλλὰ τὸν ἐγχειροῦντα λέγειν ἢ ποιεῖν τι τοιοῦτον δίκην διδόναι.
在我看来,没有任何东西可以阻挡。我至少听说,从前民主政体也正是这样被颠覆的:首先是违宪立法诉讼被废除,法庭被剥夺了权力。或许有人会反驳说,在如今与那时的局势并不相同的情况下,我却在谈论颠覆民主体制。然而,审判官诸位,任何人都不应当在城邦中播下此类行径的种子,哪怕这粒种子尚未发芽,而凡是企图言说或推行此类勾当之人,都必须受到惩罚。
ὅτι τοίνυν καὶ τέχνῃ κακῶς ἐνεχείρησε ποιεῖν ὑμᾶς, ἄξιόν ἐστιν ἀκοῦσαι. ὁρῶν γὰρ ἑκάστοτε πάντας, καὶ τοὺς πολιτευομένους καὶ τοὺς ἰδιώτας, τοὺς νόμους τῶν τῆς πόλεως ἀγαθῶν αἰτίους ὑπολαμβάνοντας, ἐσκόπει πῶς λήσει τούτους καταλύσας,4 κἂν ἄρα ληφθῇ τοῦτο ποιῶν, μὴ δόξει δεινὸν μηδʼ ἀναιδὲς μηδὲν εἰργάσθαι.
此外,关于他如何处心积虑地企图用诡计陷害你们,也值得你们一听。因为他时时看到所有人,无论是从政人员还是普通公民,都将法律视为城邦福祉的根源,于是他便盘算着如何能在废除法律后不被察觉,而即便在此举被揭发时,也能显得自己没有做下任何可怕与无耻的罪行。
- 151διαψηφιοῦμαι περὶ αὐτοῦ οὗ ἂν ἡ δίωξις ᾖ
省略了指示代词先行词的强调性 αὐτοῦ(=αὐτοῦ τούτου,“正是那一事项”)后接关系代词 οὗ 的结构。属格 οὗ 可解作从属于 δίωξις 的客观属格,或因避免与前文 περὶ 重复而省略介词(περὶ αὐτοῦ [περὶ] οὗ),意为严格就起诉所针对的罪状本身进行投票。
- 151ἐπομνύναι Δία, Ποσειδῶ, Δήμητρα, καὶ ἐπαρᾶσθαι
法令或誓词规范中常见的命令性不定式(infinitivus pro imperativo)。誓文从前文的第一人称陈述(ψηφιοῦμαι, ἀκροάσομαι)转入规定性句式,规定宣誓人必须指着宙斯、波塞冬和得墨忒耳起誓并自我诅咒。
- 154οὐδʼ εἰ μήπω ἂν ἐκφύοι
在 εἰ 引导的条件从句中使用了 ἄν 搭配希求语气(ἐκφύοι),表达潜在假定的色彩(“即便它尚不可能发芽”)。这是潜在希求句作为从属条件从句被嵌入的形式。
- 155ἐσκόπει πῶς λήσει τούτους καταλύσας
动词 λανθάνω 搭配分词(καταλύσας)的惯用构式,意为“不知不觉地做某事”或“做某事而不被察觉”。在间接疑问从句 πῶς λήσει 中使用将来时,表示他盘算着如何在废除法律后不被发觉。
