← 狄摩西尼

控诉提摩克拉底

§141-148

批判雅典随意立法与禁锢条款的本义

演说者由洛克里独眼男子的故事引出对雅典政客肆意立法的谴责,并论证被告所援引的“禁止关押雅典人”条款仅是旨在保护未决犯的议事会誓词,绝不限制法庭对定罪者判处监禁的最高主权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§141

γενομένης δὲ ταύτης τῆς ἀπειλῆς χαλεπῶς ἐνεγκὼν ὁ ἑτερόφθαλμος, καὶ ἡγούμενος ἀβίωτον αὑτῷ τὸν βίον τοῦτο παθόντι, λέγεται τολμῆσαι νόμον εἰσενεγκεῖν, ἐάν τις ἕνα ἔχοντος ὀφθαλμὸν ἐκκόψῃ, ἄμφω ἀντεκκόψαι παρασχεῖν, ἵνα τῇ ἴσῃ συμφορᾷ ἀμφότεροι χρῶνται. καὶ τοῦτον μόνον λέγονται Λοκροὶ θέσθαι τὸν νόμον ἐν πλεῖν ἢ διακοσίοις ἔτεσιν.

当这一威胁发出时,独眼男子难以忍受,认为如果遭遇此事,自己的人生将生不如死,据说他便斗胆提出了一部新法:如果有人打瞎只有一只眼的人的眼睛,就必须让出自己的双眼作为报复被弄瞎,以使双方承受相同的灾祸。据说在两百多年间,洛克里人只通过了这唯一的一部法律。

§142

οἱ δὲ παρʼ ἡμῖν ῥήτορες, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ὅσοι μῆνες μικροῦ δέουσι νομοθετεῖν τὰ αὑτοῖς συμφέροντα, ἔπειτʼ αὐτοὶ μὲν τοὺς ἰδιώτας εἰς τὸ δεσμωτήριον ἄγουσιν ὅταν ἄρχωσιν, ἐφʼ ἑαυτοῖς δʼ οὐκ οἴονται δεῖν ταὐτὸ δίκαιον τοῦτʼ εἶναι· ἔπειτα τοὺς μὲν τοῦ Σόλωνος νόμους τοὺς πάλαι δεδοκιμασμένους, οὓς οἱ πρόγονοι ἔθεντο, λύουσιν αὐτοί, τοῖς δʼ ἑαυτῶν, οὓς ἐπʼ ἀδικίᾳ τῆς πόλεως τιθέασιν, χρῆσθαι ὑμᾶς οἴονται δεῖν.

然而,我们这里的演说家们,审判官诸位,首先,他们几乎每个月都在为了自身的利益而立法;其次,当他们自己执政任官时,便把普通平民押入监狱,却认为这同样的法度绝不该施加于他们自己身上;再次,他们自己废除祖先制定的、历经久远考验的梭伦法律,却认为你们应当服从他们为了损害城邦而制订的法律。

§143

εἰ οὖν μὴ τιμωρήσεσθε τούτους, οὐκ ἂν φθάνοι τὸ πλῆθος τούτοις τοῖς θηρίοις δουλεῦον.1 εὖ δʼ ἴστʼ, ὦ ἄνδρες δικασταί, ὅτι ἐὰν μὲν σφόδρʼ ὀργίζησθε, ἧττον ἀσελγανοῦσιν, ἂν δὲ μή, πολλοὺς τοὺς ἀσελγεῖς εὑρήσετε καὶ τοὺς ὑβρίζοντας ὑμᾶς ἐπὶ τῇ τοῦ φιλοτιμεῖσθαι προφάσει.

因此,如果你们不严惩这些人,民众转眼之间就会沦为这些禽兽的奴隶。审判官诸位,你们要明白:如果你们勃然震怒,他们的放肆猖獗就会有所收敛;但若不然,你们就会发现许多人打着热心公职的幌子,肆无忌惮地侮辱你们。

§144

ἵνα δὲ καὶ περὶ ἐκείνου εἴπω τοῦ νόμου, ὦ ἄνδρες δικασταί, ᾧ ἀκούω μέλλειν παραδείγματι χρῆσθαι τοῦτον καὶ φήσειν ἀκόλουθον αὐτῷ τεθηκέναι, ἐν ᾧ ἔνι οὐδὲ δήσω Ἀθηναίων οὐδένα, ὃς ἂν ἐγγυητὰς τρεῖς καθιστῇ τὸ αὐτὸ τέλος τελοῦντας, πλὴν ἐάν τις ἐπὶ προδοσίᾳ τῆς πόλεως ἢ ἐπὶ καταλύσει τοῦ δήμου συνιὼν ἁλῷ, ἢ τέλος πριάμενος ἢ ἐγγυησάμενος ἢ ἐκλέγων μὴ καταβάλῃ, ἀκούσατέ μου καὶ περὶ τούτου.

审判官诸位,为了谈一谈那部法律——我听说此人打算将其引为先例,并声称自己制定的法律与之相符,其中写道: “我亦不将任何能提供同等纳税等级之三名担保人的雅典人关押入狱,除非有人因阴谋叛国或颠覆民主体制而被当场捕获,或者承揽公税、充当担保人、征收税款而未予缴付”——关于这部法律,也请听我一言。

§145

οὐ γὰρ ἐρῶ ὅτι αὐτὸς Ἀνδροτίων ἦγεν εἰς τὸ δεσμωτήριον καὶ ἔδει τούτου κειμένου τοῦ νόμου, ἀλλʼ ἐφʼ οἷς κεῖται ὁ νόμος οὗτος, διδάξω ὑμᾶς. οὗτος γάρ, ὦ ἄνδρες δικασταί, οὐκ ἐπὶ τοῖς κεκριμένοις καὶ ἠγωνισμένοις κεῖται, ἀλλʼ ἐπὶ τοῖς ἀκρίτοις, ἵνα μὴ διὰ τὸ δεδέσθαι χεῖρον ἀναγκάζοιντʼ ἀγωνίζεσθαι ἢ καὶ παντάπασιν ἀπαράσκευοι εἶεν. οὑτοσὶ δέ, ἃ ἐπὶ τοῖς ἀκρίτοις κεῖται, ὡς περὶ ἁπάντων εἰρημένα μέλλει πρὸς ὑμᾶς λέγειν.

因为我绝不会说,正是在这部法律有效期间,安德罗提翁本人把人押入监狱并予以关押;相反,我要向你们阐明这部法律究竟是针对哪些人制定的。审判官诸位,这部法律并非针对那些已被定罪受审之人,而是针对未经审判之人,以免他们因被关押而被迫在劣势下辩护,或陷入完全措手不及的境地。可是此人却打算向你们辩称,针对未受审者所立的规定,竟是针对所有人而言的。

§146

ὡς δὲ σαφῶς γνώσεσθʼ ὅτι ἀληθῆ λέγω, ἐγὼ ὑμῖν ἐρῶ. οὔτε γὰρ ἄν, ὦ ἄνδρες δικασταί, τιμᾶν ἐξῆν ὑμῖν ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι (ἐν γὰρ τῷ παθεῖν καὶ ὁ δεσμὸς ἔνι· οὐκ ἂν οὖν ἐξῆν δεσμοῦ τιμῆσαι), οὔθʼ ὅσων ἔνδειξίς ἐστιν ἢ ἀπαγωγὴ προσεγέγραπτʼ ἂν ἐν τοῖς νόμοις τὸν δʼ ἐνδειχθέντα ἢ ἀπαχθέντα δησάντων οἱ ἕνδεκα ἐν τῷ ξύλῳ, εἴπερ μὴ ἐξῆν ἄλλους ἢ τοὺς ἐπὶ προδοσίᾳ τῆς πόλεως ἢ ἐπὶ καταλύσει τοῦ δήμου συνιόντας ἢ τοὺς τὰ τέλη ὠνουμένους καὶ μὴ καταβάλλοντας δῆσαι.2 νῦν δὲ ταῦθʼ ὑμῖν τεκμήριʼ ἔστω ὅτι ἔξεστι δῆσαι· παντελῶς γὰρ ἤδη ἄκυρʼ ἂν ἦν τὰ τιμήματα. ἔπειτα δʼ, ὦ ἄνδρες δικασταί, τοῦτο τὸ γράμμα αὐτὸ μὲν καθʼ αὑτὸ οὐκ ἔστι νόμος, τὸ οὐδὲ δήσω Ἀθηναίων οὐδένα, ἐν δὲ τῷ ὅρκῳ τῷ βουλευτικῷ γέγραπται, ἵνα μὴ συνιστάμενοι οἱ ῥήτορες οἱ ἐν τῇ βουλῇ δεσμὸν κατά τινος τῶν πολιτῶν λέγοιεν.

我将告诉你们,如何能清清楚楚地知晓我所言非虚。因为,审判官诸位,倘若除了因阴谋叛国、颠覆民主体制而结伙者,或承揽公税而拒不缴付者之外,一概不得予以关押,那么你们就根本不可能拥有判定被告应受何种身体惩罚或交纳何种赔偿的权力(因为身体惩罚中包括监禁,如此你们便绝无可能判处监禁刑),也不会在所有适用告发或当场捕送的罪名中,于法律内添写上: “由十一人官将受到告发或捕送之人锁于足枷之上”,如今,就请以这些作为可以关押犯人的明证吧;否则,法庭所作的刑罚评定就将完全失去效力。此外,审判官诸位,这句条文本身绝非独立的法律,即: “我亦不将任何雅典人关押入狱”,它乃是写在五百人议事会的誓词之中的,目的在于防止议事会中的演说家们结党营私,擅自对任何公民下令监禁。

§148

ἄκυρον οὖν τοῦ δῆσαι τὴν βουλὴν ποιῶν ὁ Σόλων τοῦτο πρὸς τὸν ὅρκον τὸν βουλευτικὸν προσέγραψεν, ἀλλʼ οὐ πρὸς τὸν ὑμέτερον· ἁπάντων γὰρ κυριώτατον ᾤετο δεῖν εἶναι τὸ δικαστήριον, καὶ ὅ τι γνοίη, τοῦτο πάσχειν τὸν ἁλόντα. ἀναγνώσεται δʼ ὑμῖν αὐτοῦ τούτου ἕνεκα τὸν τῶν ἡλιαστῶν ὅρκον. λέγε σύ.

因此,梭伦为了剥夺议事会关押公民的权力,才将此条写入了议事会的誓词,而非写入你们的誓词之中;因为他认为法庭应当在一切事务上享有至高无上的权力,凡被定罪者皆须承受法庭所裁决的惩罚。正是为了说明这一点,书记官将向你们宣读赫利埃亚审判官的誓词。请宣读。

语法注2 条
  1. 142οὐκ ἂν φθάνοι ... δουλεῦον

    οὐκ ἂν φθάνοι 搭配分词字面意为“做……再快也不为过”,引申为表示不可避免且迅速发生的后果(“转眼就会……”)或迫切的敦促。此处采用前者,作为对未加惩处的必然恶果的严正警告,即民众将旋即沦为奴隶。

  2. 146οὔτε γὰρ ἄν, ὦ ἄνδρες δικασταί, τιμᾶν ἐξῆν ὑμῖν ... εἴπερ μὴ ἐξῆν ἄλλους ἢ τοὺς ἐπὶ προδοσίᾳ τῆς πόλεως ἢ ἐπὶ καταλύσει τοῦ δήμου συνιόντας ἢ τοὺς τὰ τέλη ὠνουμένους καὶ μὴ καταβάλλοντας δῆσαι

    复杂的与事实相反的虚拟条件句。归结分句由两个带有 ἄν 的并列分句构成:οὔτε ἄν ... τιμᾶν ἐξῆν ὑμῖν(你们本不可能被允许评定……)与 οὔθʼ ... προσεγέγραπτʼ ἄν(亦不可能被添写……)。其间插入了解释性括注与援引的法文,最终接续至句末的条件从句 εἴπερ μὴ ἐξῆν ... δῆσαι(倘若果真不允许拘禁……)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:141-148