- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:134-140
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者列举了欧克雷德斯之后著名公民与司库在被定罪时皆服从监禁的先例,并援引城邦严惩不良立法者的历史及洛克里人严酷的立法惯行,呼吁审判官严惩蒂莫克拉特斯。
ἀλλὰ μετʼ Εὐκλείδην ἄρχοντʼ, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν Θρασύβουλον τὸν Κολλυτέα πάντες μέμνησθε δὶς δεθέντα καὶ κριθέντʼ ἀμφοτέρας τὰς κρίσεις ἐν τῷ δήμῳ· καίτοι τῶν ἐκ Πειραιῶς κἀπὸ Φυλῆς οὗτος ἦν. ἔπειτα Φιλέψιον τὸν Λαμπτρέα. ἔπειτʼ Ἀγύρριον τὸν Κολλυτέα, ἄνδρα χρηστὸν καὶ δημοτικὸν καὶ περὶ τὸ πλῆθος τὸ ὑμέτερον πολλὰ σπουδάσαντα· ἀλλʼ ὅμως τοὺς νόμους ᾤετο δεῖν καὶ αὐτὸς ἐκεῖνος ὁμοίως, ὥσπερ ἐπὶ τοῖς ἀδυνάτοις, οὕτω καὶ ἐφʼ αὑτῷ ἰσχύειν, καὶ ἐγένετʼ ἐν τῷ οἰκήματι τούτῳ πόλλʼ ἔτη, ἕως τὰ χρήματα ἀπέτεισεν ἃ ἔδοξε τῆς πόλεως ὄντʼ ἔχειν· καὶ ἐπʼ ἐκείνῳ Καλλίστρατος δυνάμενος καὶ ἀδελφιδοῦς ὢν αὐτοῦ οὐκ ἐτίθει νόμους. καὶ Μυρωνίδης ὁ Ἀρχίνου υἱός,1 τοῦ καταλαβόντος Φυλὴν καὶ μετά γε τοὺς θεοὺς αἰτιωτάτου ὄντος τῆς καθόδου τῷ δήμῳ, καὶ ἄλλα πολλὰ καὶ καλὰ πεπολιτευμένου καὶ ἐστρατηγηκότος πολλάκις. ἀλλʼ ὅμως ἅπαντες οὗτοι ὑπέμενον τοὺς νόμους. καὶ οἱ ταμίαι ἐφʼ ὧν ὁ Ὀπισθόδομος ἐνεπρήσθη, καὶ οἱ τῶν τῆς θεοῦ καὶ οἱ τῶν ἄλλων θεῶν, ἐν τῷ οἰκήματι τούτῳ ἦσαν, ἕως ἡ κρίσις αὐτοῖς ἐγένετο. καὶ οἱ περὶ τὸν σῖτον ἀδικεῖν δόξαντες, καὶ ἄλλοι πολλοί, ὦ ἄνδρες δικασταί, πάντες βελτίους Ἀνδροτίωνος ὄντες.
然而在欧克雷德斯担任执政官之后,审判官诸位,首先你们大家都记得科吕托斯的瑟拉西布洛斯曾两次被关押,并在民众大会前接受了两次审判;而且此人曾是来自比雷埃夫斯和菲莱的起义骨干!其次是兰普特莱的菲莱普西奥斯;再次是科吕托斯的阿吉里奥斯,他是一位贤良且忠于民主的男子,曾为你们民众立下赫赫劳绩;然而他自己同样认为,法律应当对自己生效,正如对无权无势之人一样;他在那座建筑中留置了许多年,直到偿清被判定据为己有的城邦公款为止;当时权倾一时且身为他外甥的卡利斯特拉托斯,也未曾为他的缘故提出任何法律。还有米罗尼德斯,即阿基诺斯的儿子——阿基诺斯曾占领菲莱,是在神明之后使民众得以重返城邦的首要功臣,并且还在政务上立下过许多其他杰出功绩、多次担任将军;然而尽管如此,所有这些人依然服从了法律。在后殿被焚时的历任司库们,无论是女神的司库还是其他诸神的司库,也都在那座建筑中留置直到受审。那些被判定在粮食事务上舞弊的人,以及许多其他的人,审判官诸位,他们全都比安德罗提翁更为优秀。
εἶτα τούτοις μὲν ἔδει κυρίους τοὺς πάλαι κειμένους νόμους εἶναι, καὶ δεδωκέναι δίκην αὐτοὺς κατὰ τοὺς ὑπάρχοντας νόμους· διʼ Ἀνδροτίωνα δὲ καὶ Γλαυκέτην καὶ Μελάνωπον καινὸν δεῖ γενέσθαι νόμον, διὰ τοὺς ἑαλωκότας καὶ ψήφῳ κεκριμένους κατὰ τοὺς πάλαι κειμένους νόμους καὶ δόξαντας ἔχειν ἱερὰ χρήματα καὶ ὅσια; εἶτʼ οὐ καταγέλαστος δόξει ἡ πόλις εἶναι, εἰ τοῖς ἱεροσύλοις, ὅπως σωθήσονται, νόμον φανεῖται τιθεμένη; ἔγωγʼ οἶμαι.
那么,从前既定的法律在这些人身上应当具有效力,他们必须依照现行法律接受惩罚,难道为了安德罗提翁、格劳克特斯和梅拉诺普斯的缘故,就必须制定一部新法律吗?难道为了那些依照古老法律被定罪、经投票裁决并被判定侵吞了圣财与世俗财物的人,就必须如此吗?如果城邦为了拯救盗窃圣物之人而制定法律,城邦难道不会显得荒唐可笑吗?依我看,定会如此。
μὴ τοίνυν ἐάσηθʼ ὑμᾶς αὐτοὺς ὑβρίζεσθαι μηδὲ τὴν πόλιν, ἀλλὰ μνησθέντες ὅτι Εὔδημον τὸν Κυδαθηναιᾶ νόμον δόξαντα θεῖναι οὐκ ἐπιτήδειον, οὐ πάλαι ἀλλʼ ἐπʼ Εὐάνδρου ἄρχοντος ἀπεκτείνατε, καὶ Φίλιππον τὸν Φιλίππου τοῦ ναυκλήρου υἱὸν μικροῦ μὲν ἀπεκτείνατε, χρημάτων δὲ πολλῶν αὐτοῦ ἐκείνου ἀντιτιμωμένου παρʼ ὀλίγας ψήφους ἐτιμήσατε,2 ταύτην τὴν ὀργὴν καὶ νῦν ἐπὶ τουτονὶ λάβετε, ἐκεῖνο πρὸς τούτοις ἅπασιν ἐνθυμηθέντες, τί ποτʼ ἂν ἐπάθετε ὑπὸ τούτου αὐτοῦ, εἰ οὗτος εἷς ὢν ἐπρέσβευεν ὑπὲρ ὑμῶν. οἶμαι γὰρ τοιοῦτον οὐδὲν εἶναι ὅτου ἂν ἀπέσχετο. ὁρᾶτε δὲ τὴν διάνοιαν αὐτοῦ· ὁ γὰρ νόμος ὃν ἐτόλμησε θεῖναι τὸν τρόπον αὐτοῦ δείκνυσιν.
因此,切勿容忍你们自己和城邦遭受侮辱,而当牢记:你们不久前在埃万德罗斯担任执政官时,处死了被判定提出了不当法律的库达塞纳永人欧德莫斯;你们还差点处死了船东菲利普之子菲利普,只是由于他本人提出了巨额罚金作为抗辩评估,才以微弱的票数之差判处了罚金。如今就请把这份震怒同样倾注在这个人身上吧,在这一切之上还要想到:如果由这个人独自代表你们出使,你们究竟会遭受何等祸害!因为依我看,绝没有任何恶事是他会克制不为的。请看看他的用心吧:他胆敢提出的这部法律,正充分显露了他的品行。
βούλομαι δʼ ὑμῖν, ὦ ἄνδρες δικασταί, ἐν Λοκροῖς ὡς νομοθετοῦσι διηγήσασθαι· οὐδὲν γὰρ χείρους ἔσεσθε παράδειγμά τι ἀκηκοότες, ἄλλως τε καὶ ᾧ πόλις εὐνομουμένη χρῆται. ἐκεῖ γὰρ οὕτως οἴονται δεῖν τοῖς πάλαι κειμένοις χρῆσθαι νόμοις καὶ τὰ πάτρια περιστέλλειν καὶ μὴ πρὸς τὰς βουλήσεις μηδὲ πρὸς τὰς διαδύσεις τῶν ἀδικημάτων νομοθετεῖσθαι, ὥστʼ ἄν τις βούληται νόμον καινὸν τιθέναι, ἐν βρόχῳ τὸν τράχηλον ἔχων νομοθετεῖ, καὶ ἐὰν μὲν δόξῃ καλὸς καὶ χρήσιμος εἶναι ὁ νόμος, ζῇ ὁ τιθεὶς καὶ ἀπέρχεται, εἰ δὲ μή, τέθνηκεν ἐπισπασθέντος τοῦ βρόχου.
审判官诸位,我还想向你们讲述洛克里人是如何立法的;听一听这样的榜样对你们绝无坏处,尤其是这是一个拥有良好法治的城邦所实行的制度。因为在他们那里,他们认为必须如此严格地恪守祖传法律并捍卫旧制,绝不能顺应个人欲望或为了开脱罪责而立法,以至于任何人若想提出一部新法律,都必须脖子上套着绳索来提出:如果该法被判定为优良且有益,提案者便可活着离去;若非如此,绳索一勒,他便立时毙命。
καὶ γάρ τοι καινοὺς μὲν οὐ τολμῶσι τίθεσθαι, τοῖς δὲ πάλαι κειμένοις ἀκριβῶς χρῶνται. καὶ ἐν πολλοῖς δὲ πάνυ ἔτεσιν, ὦ ἄνδρες δικασταί, εἷς λέγεται παρʼ αὐτοῖς νόμος καινὸς τεθῆναι. ὄντος γὰρ αὐτόθι νόμου, ἐάν τις ὀφθαλμὸν ἐκκόψῃ, ἀντεκκόψαι παρασχεῖν τὸν ἑαυτοῦ,3 καὶ οὐ χρημάτων τιμήσεως οὐδεμιᾶς, ἀπειλῆσαί τις λέγεται ἐχθρὸς ἐχθρῷ ἕνʼ ἔχοντι ὀφθαλμὸν ὅτι αὐτοῦ ἐκκόψει τοῦτον τὸν ἕνα.
正因如此,他们不敢提出新法律,而是严格遵行既定古法。审判官诸位,在漫长的岁月中,据说他们之中只通过了一部新法律。因为当地原本有一条法律:如果有人打瞎别人一只眼睛,他就必须让出自己的一只眼睛作为报复被弄瞎,绝不允许以金钱折抵;据说有一个人威胁他的仇人——那仇人只有一只眼睛——说要打瞎他仅存的那只眼睛。
- 135καὶ Μυρωνίδης ὁ Ἀρχίνου υἱός
前文的专有名词 Φιλέψιον 与 Ἀγύρριον 作为动词 μέμνησθε 的宾语采用宾格,而此处则转为破格的主格(句法中断/换轨)。在经过长串修饰性分词短语(τοῦ καταλαβόντος... πολλάκις)之后,该主语由下一句开头的 ἅπαντες οὗτοι ὑπέμενον τοὺς νόμους 统一统摄承接。
- 138παρʼ ὀλίγας ψήφους ἐτιμήσατε
动词 τιμάω 在法庭语境下指“评定/判处刑罚”,指法庭采纳了被告自行提出的巨额罚金作为对等抗辩刑(χρημάτων πολλῶν... ἀντιτιμωμένου)。介词短语 παρʼ ὀλίγας ψήφους 为惯用表达,意为“以微弱的票数之差”(即仅以微弱差距免除了死刑而判处了罚金)。
- 140ἀντεκκόψαι παρασχεῖν τὸν ἑαυτοῦ
不定词 παρασχεῖν(提供/交出)搭配表示目的或结果的主动不定词 ἀντεκκόψαι(作为报复弄瞎)。动词 παρέχω 搭配宾格(此处省略 ὀφθαλμόν,即 τὸν ἑαυτοῦ)表示“任由某物承受处置”,使得主动形态的不定词 ἀντεκκόψαι 带有容许或被动的语意(即让自己的眼睛被挖出)。
