← 狄摩西尼

控诉提摩克拉底

§126-133

安德罗提翁等人的恶行与拘禁的合理性

演说者揭露了安德罗提翁过去的恶劣行状以及梅拉诺普斯和格劳克特斯所犯下的叛国、盗窃公款和渎圣等重罪,并援引先例论证必须对他们施加监禁和惩罚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§126

ἀλλὰ διὰ τὰ ἐπιτηδεύματα τὰ ἐν τῇ ἡλικίᾳ; ἀλλὰ καὶ διὰ ταῦτα δεδέσθαι αὐτῷ οὐχ ἧττον προσήκει ἢ διʼ ἅπερ ὑφείλετο. ἢ ὅτι εἰσῄει εἰς τὴν ἀγορὰν οὐκ ἐξὸν αὐτῷ, καὶ ἐκ ταύτης τοὺς σωφρόνως βεβιωκότας αὐτὸς ἦγεν εἰς τὸ δεσμωτήριον; ἀλλὰ Μελάνωπος δεινὸν νὴ Δίʼ ἐστὶν εἰ δεθήσεσθαι νῦν ἔμελλεν.1

还是因为他年轻时的行状[他就不该被监禁]呢?然而,正是因为这些行状,他被关押也是理所应当的,丝毫不亚于因为他贪污的那些财物。难道是因为他在被禁止进入广场时擅自进入,并亲自把那些克己奉公之人从广场押送进监狱吗?那么梅拉诺普斯呢,以宙斯的名义,难道他如今将要被关押就是一件耸人听闻的可怕之事吗?

§127

ἀλλὰ περὶ μὲν τοῦ πατρὸς αὐτοῦ οὐδὲν ἂν φλαῦρον εἴποιμι, οὐδʼ εἰ πάνυ πόλλʼ ἔχω περὶ κλοπῆς λέγειν, ἀλλʼ ἔστω ἐμοὶ ἐκεῖνός γε τοιοῦτος οἷον ἂν Τιμοκράτης αὐτὸν ἐγκωμιάσειεν. ἀλλʼ εἰ χρηστοῦ πατρὸς ὢν πονηρὸς καὶ κλέπτης ἦν, καὶ προδοσίας γʼ ἁλοὺς τρία τάλαντʼ ἀπέτεισε, καὶ συνέδρου γενομένου κλοπὴν αὐτοῦ τὸ δικαστήριον κατέγνω καὶ δεκαπλάσιον ἀπέτεισεν, καὶ παρεπρεσβεύσατʼ εἰς Αἴγυπτον, καὶ τοὺς ἀδελφοὺς τοὺς ἑαυτοῦ ἠδίκει, οὐ τοσούτῳ μᾶλλον αὐτὸν ἔδει δεδέσθαι, εἰ χρηστοῦ πατρὸς ὢν τοιοῦτος ἦν; οἶμαι γὰρ ἔγωγε, εἴπερ τῷ ὄντι χρηστὸς ἦν Λάχης καὶ φιλόπολις, ὑπʼ αὐτοῦ ἂν ἐκείνου δεθῆναι αὐτὸν τοιοῦτόν γʼ ὄντα καὶ οὕτως αἰσχροῖς ὀνείδεσιν περιβάλλοντʼ ἐκεῖνον. καὶ τοῦτον μὲν δὴ ἐῶμεν, Γλαυκέτην δὲ σκεψώμεθα.

对于他的父亲,我倒不愿说任何坏话,即使关于盗窃我有极多的话可说;不如让他在我眼中就如蒂莫克拉特斯所赞美的那样好了。但是,如果出身于贤良的父亲,他自己却卑劣且是个盗贼——因犯叛国罪被定罪而赔付了三塔兰同,在担任评议员时被法庭裁定犯有窃盗罪并赔付了十倍罚款,又擅自出使埃及,还侵害了自己的亲兄弟——既然出身于贤良的父亲却沦落为此等之人,他难道不更应当被关押吗?因为依我看,如果拉克斯当真是贤良且热爱城邦之人,既然他身为这样的人并给〔拉克斯〕招致如此可耻的玷污,〔拉克斯〕本人也会将他关押起来了。那么,我们且撇开此人不谈,来看看格劳克特斯吧。

§128

οὐχ οὗτός ἐστιν ὁ πρῶτον μὲν εἰς Δεκέλειαν αὐτομολήσας, κἀκεῖθεν ὁρμώμενος καταθέων καὶ φέρων καὶ ἄγων ὑμᾶς; ἀλλὰ πάντες ἴστε ταῦτα. καὶ ἀπὸ μὲν τῶν ὑμετέρων παίδων καὶ γυναικῶν καὶ τῶν ἄλλων χρημάτων ὅσα λάβοι, δεκάτας ἐκεῖ τῷ ἁρμοστῇ κατατιθεὶς τούτων ἀκριβῶς, τὴν δέ γʼ ἐνθάδε θεόν, πρεσβευτὴς ἀξιωθεὶς εἶναι ὑφʼ ὑμῶν, ἀποστερῶν τὰς ἀπὸ τῶν ὑμετέρων πολεμίων δεκάτας; ἔπειτα ταμιεύσας ἐν ἀκροπόλει τἀριστεῖα τῆς πόλεως ἃ ἔλαβεν ἀπὸ τῶν βαρβάρων ὑφῃρημένος ἐξ ἀκροπόλεως, τόν τε δίφρον τὸν ἀργυρόποδα καὶ τὸν ἀκινάκην τὸν Μαρδονίου, ὃς ἦγε τριακοσίους δαρεικούς;2 ἀλλὰ ταῦτά γʼ οὕτω περιφανῆ ἐστιν ὥστε πάντας ἀνθρώπους εἰδέναι.

不正是此人,首先叛逃到德凯利亚,并以此为据点劫掠你们、掳掠你们的人口与财产吗?这事你们大家都知道。他从掠夺你们的子女、妇女和其他财物中,把其中精确的十分之一税上缴给那里的斯巴达总督;然而对于此地的女神——他在受到你们的器重被任命为使节之后——他却剥夺了从你们敌人那里缴获的十分之一税!随后,他在卫城担任司库时,竟从卫城偷走了城邦从异族人那里缴获的战功战利品,包括那把银足交椅和马尔多尼乌斯的短剑,那把剑重达三百达雷克!但这些事情是如此昭彰,以致世人皆知。

§130

ἀλλὰ τἄλλʼ οὐ βίαιος; ὡς οὐδείς γʼ ἀνθρώπων. εἶτα φείσασθαί τινος αὐτῶν ἄξιόν ἐστιν, ὥστε διὰ τούτους ἢ τῶν δεκατῶν τῶν τῆς θεοῦ ἀμελῆσαι ἢ τῆς διπλασίας τῶν ὁσίων χρημάτων, ἢ τὸν τούτους πειρώμενον σῴζειν μὴ τιμωρήσασθαι; καὶ τί κωλύσει ἅπαντας εἶναι πονηρούς, ὦ ἄνδρες δικασταί, εἰ διὰ ταῦτα πλέον ἕξουσιν; ἐγὼ μὲν γὰρ οἶμαι οὐδέν.

他在其他方面难道不横暴吗?简直无人能比!那么,难道值得宽恕他们中的任何一人,以致因他们而漠视女神的十分之一税,或漠视世俗财物的双倍赔偿,亦或不去惩罚那个企图拯救他们的人吗?审判官诸位,如果能凭借这些行径占到便宜,还有什么能阻止所有人沦为恶人呢?依我看,绝无任何东西能够阻止。

§131

μὴ τοίνυν αὐτοὶ διδάσκετε, ἀλλὰ τιμωρεῖσθε. καὶ μὴ ἐᾶτʼ ἀγανακτεῖν εἰ δεθήσονται ἔχοντες τὰ ὑμέτερα ἀλλʼ ἄγετʼ αὐτοὺς ὑπὸ τοὺς νόμους. οὐδὲ γὰρ οἱ τῆς ξενίας ἁλισκόμενοι ἀγανακτοῦσιν ἐν τῷ οἰκήματι τούτῳ ὄντες, ἕως ἂν τῶν ψευδομαρτυριῶν ἀγωνίσωνται,3 ἀλλὰ μένουσιν καὶ οὐκ οἴονται δεῖν ἐγγυητὰς καταστήσαντες περιιέναι.

因此,切勿由你们自己来开这个坏头,而应当施以惩罚。切勿容忍他们占有着你们的财产却对将被监禁心生不满,反当把他们置于法律的制裁之下。因为即使是那些被判犯有非法冒充公民罪的人,在这座建筑中留置直到他们打完伪证诉讼为止,也未曾怨恨不平,而是留在那里,并不认为自己可以在提供担保人后便到处游荡。

§132

ἔδοξε γὰρ τῇ πόλει ἀπιστεῖν αὐτοῖς, καὶ οὐκ ᾤετο δεῖν διακρουσθῆναι τῆς τιμωρίας διʼ ἐγγυητῶν καταστάσεως, ἀλλʼ ἐνταῦθα μένειν αὐτοὺς οὗ καὶ ἄλλοι πολλοὶ τῶν πολιτῶν. καίτοι καὶ ἐπὶ χρήμασιν ἤδη τινὲς ἐδέθησαν καὶ ἐπὶ κρίσεσιν, ἀλλʼ ὅμως ὑπέμενον. ἀηδὲς μὲν οὖν ἴσως ἐστὶν ὀνομαστὶ περί τινων μεμνῆσθαι, ἀναγκαῖον δὲ παρεξετάσαι αὐτοὺς παρὰ τούτους.

因为城邦决意不信任他们,并不认为〔自己〕应该因设立担保人而在惩罚上受挫,而是认为他们应当留在那里,许多其他公民也曾留置于该处。然而,过去也曾有人因公款债务和刑事审判而被关押,但他们依然忍受了。因此,指名道姓地提及某些人或许令人不悦,但将他们与这批人进行对比考察是不可或缺的。

§133

τοὺς μὲν οὖν πρὸ Εὐκλείδου ἄρχοντος ἐάσω καὶ τοὺς σφόδρα παλαιούς. καίτοι κατὰ τοὺς χρόνους οὓς ἕκαστοι αὐτῶν ἦσαν, πολλοῦ ἄξιοι δοκοῦντες γεγενῆσθαι τὸν ἔμπροσθεν χρόνον ὅμως ἰσχυρᾶς παρὰ τοῦ δήμου ὀργῆς ἐτύγχανον ἐπὶ τοῖς ὕστερον γιγνομένοις ἀδικήμασιν· οὐ γὰρ χρόνον τινὰ δικαίους ᾤετο δεῖν αὐτοὺς ἡ πόλις εἶναι, εἶτα κλέπτας, ἀλλὰ περί γε τὰ κοίνʼ ἀεὶ δικαίους· ἐδόκει γὰρ τὸν ἔμπροσθεν χρόνον οὐ φύσει, ἀλλʼ ἐπιβουλεύων, τοῦ πιστευθῆναι,4 δίκαιος γεγονέναι ὁ τοιοῦτος ἄνθρωπος.

至于欧克雷德斯执政官之前的人和极古老时代的人,我就略过不谈了。然而,在他们各自生活的时代,尽管他们前一段时期曾被认为极有价值,后来犯下罪行时却依然遭到了民众的强烈震怒;因为城邦并不认为他们可以在某个时期保持正直,随后又去行窃,而是认为在公共事务上必须始终正直;因为人们认为,这样的人在前一段时期保持正直并非出于天性,而是为了获得信任而精心策划的伪装。

语法注4 条
  1. 126δεινὸν νὴ Δίʼ ἐστὶν εἰ δεθήσεσθαι νῦν ἔμελλεν

    由 δεινόν ἐστιν 引出的条件从句(εἰ 搭配未完成过去时 ἔμελλεν 与将来不定词)是一种带有强烈反讽或义愤色彩的修辞句式(“如果他如今竟然面临被关押,那真是一件耸人听闻的可怕之事”)。这针锋相对地讽刺了辩护方认为梅拉诺普斯这样的人被关押是无法容忍之事的说辞。

  2. 129ὃς ἦγε τριακοσίους δαρεικούς

    动词 ἄγω 在此处并非表示通常的“带领”或“搬运”,而是用作计量或重量术语,意为“重达……”或“相当于……的重量”。先行词是 τὸν ἀκινάκην(短剑),整句说明这把短剑的贵金属重量相当于三百达雷克金币。

  3. 131ἕως ἂν τῶν ψευδομαρτυριῶν ἀγωνίσωνται

    接在 ἀγωνίσωνται(在法庭上诉讼、辩争)之后的属格 τῶν ψευδομαρτυριῶν 属于表示诉由或罪名的属格(genitive of charge)。这指的是当时的一种法定程序:因非法冒充公民(γραφή ξενίας)而被定罪者,在对证人提起反诉伪证(δίκη ψευδομαρτυριῶν)审理终结之前,必须被持续羁押在监牢中。

  4. 133τοῦ πιστευθῆναι

    定冠词加不定词属格 τοῦ πιστευθῆναι(被动态不定词)与前面的分词 ἐπιβουλεύων(谋划、算计)连用,表达目的(“为了获得信任”或“为了被人相信”)。属格冠词加不定词单独用于表示目的,是古典希腊语中常见的目的表达法(相当于省略了 ἕνεκα)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:126-133