- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:119-125
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者谴责提谟克拉特斯免除监禁刑罚以庇护严重罪犯与侵吞神圣财产者,却对包税人维持严惩的不公,并揭露安德罗提翁等政客傲慢忘恩的奴仆心性,力陈将其监禁理所应当。
σὺ τοίνυν τὸ παθεῖν ἀφαιρεῖς τὸν δεσμὸν ἀφιείς· καὶ ταῦτα τίσιν; τοῖς κλέπταις, τοῖς ἱεροσύλοις, τοῖς πατραλοίαις, τοῖς ἀνδροφόνοις, τοῖς ἀστρατεύτοις, τοῖς λιποῦσι τὰς τάξεις· τούτους γὰρ πάντας σῴζεις τῷ νόμῳ. καίτοι ὅστις ἐν δημοκρατίᾳ νομοθετῶν μήθʼ ὑπὲρ τῶν ἱερῶν μήθʼ ὑπὲρ τοῦ δήμου νομοθετεῖ, ἀλλʼ ὑπὲρ ὧν εἶπον ἀρτίως, πῶς οὐ δίκαιός ἐστι τῆς ἐσχάτης τιμωρίας τυχεῖν;
因此,你免除了监禁,也就取消了“受罚”;而这究竟是对谁呢?是对盗贼、渎圣者、杀父者、凶手、逃避兵役者和弃阵脱逃者;因为你通过这项法律所救助的正是这所有的人。然而,在民主政体下立法的人,既不为神圣事务立法,也不为民众立法,反而为我刚才提到的这些人立法,难道他不应当遭受最严厉的惩罚吗?
οὐ γὰρ δὴ ἐρεῖ γʼ ὡς τοὺς τοιούτους οὐ καὶ προσήκει καὶ οἱ νόμοι κελεύουσιν ταῖς μεγίσταις τιμωρίαις ἐνόχους εἶναι, οὐδʼ ὡς οὗτοι, ὑπὲρ ὧν εὕρηκε τὸν νόμον, οὐ καὶ κλέπται καὶ ἱερόσυλοί εἰσιν, τὰ μὲν ἱερά, τὰς δεκάτας τῆς θεοῦ καὶ τὰς πεντηκοστὰς τῶν ἄλλων θεῶν, σεσυληκότες καὶ ἀντὶ τοῦ ἀποδοῦναι αὐτοὶ ἔχοντες, τὰ δʼ ὅσια, ἃ ἐγίγνετο ὑμέτερα, κεκλοφότες. διαφέρει δὲ τοσοῦτον αὐτῶν ἡ ἱεροσυλία τῶν ἄλλων, ὅτι τὴν ἀρχὴν1 οὐδʼ ἀνήνεγκαν εἰς τὴν ἀκρόπολιν, δέον αὐτούς.2
因为他绝不能说这些人不应当承担、且法律不曾命令他们承担最大的惩罚;他也不能说他为其制定法律的这些人不是盗贼和渎圣者——他们掠夺了神圣财物,即属于女神的十分之一税和其他神明的五十分之一税,并据为己有而未予上缴,又偷窃了世俗财物,即本应归你们所有的金钱。而且他们的渎圣行径与其他人截然不同之处在于,他们原本有义务上缴,却从一开始就根本未曾送上卫城。
οἶμαι δέ, νὴ τὸν Δία τὸν Ὀλύμπιον, ὦ ἄνδρες δικασταί, οὐκ ἀπὸ ταὐτομάτου τὴν ὕβριν καὶ τὴν ὑπερηφανίαν ἐπελθεῖν Ἀνδροτίωνι, ἀλλʼ ὑπὸ τῆς θεοῦ ἐπιπεμφθεῖσαν, ἵνʼ, ὥσπερ οἱ τὰ ἀκρωτήρια τῆς Νίκης περικόψαντες ἀπώλοντʼ αὐτοὶ ὑφʼ αὑτῶν, οὕτω καὶ οὗτοι αὐτοὶ αὑτοῖς δικαζόμενοι ἀπόλοιντο, καὶ τὰ χρήματα καταθεῖεν δεκαπλάσια κατὰ τοὺς νόμους ἢ δεθεῖεν.
依我看,以奥林匹斯宙斯的名义,审判官诸位,傲慢与狂妄降临在安德罗提翁身上并非出于偶然,而是由女神所降下的,目的是为了让他们像那些砍下胜利女神雕像肢体的人因自身而毁灭一样,也在自相争讼中走向毁灭,并依法律交纳十倍赔偿,否则便被投入监禁。
βούλομαι δʼ ὑμῖν, ὃ μεταξὺ λέγων περὶ τούτων ἐνεθυμήθην, εἰπεῖν περὶ οὗ τέθηκε νόμου, παράδοξόν τι, θαυμαστὸν ἡλίκον.3 οὗτος γάρ, ὦ ἄνδρες δικασταί, τοῖς μὲν τὰ τέλη ὠνουμένοις ἔγραψε τὰς τιμωρίας εἶναι, εἰ μὴ καταβάλοιεν τὰ χρήματα, κατὰ τοὺς νόμους τοὺς προτέρους, ἐν οἷς καὶ ὁ δεσμὸς καὶ ἡ διπλασία γέγραπται, ἀνθρώποις οἳ διὰ τὸ ζημιοῦσθαι ἐπὶ τῇ ὠνῇ ἄκοντες ἔμελλον τὴν πόλιν ἀδικήσειν· τοῖς δʼ ὑφαιρουμένοις τὰ τῆς πόλεως καὶ ἱεροσυλοῦσι τὰ τῆς θεοῦ τὸν δεσμὸν ἀφεῖλεν. καίτοι εἰ μὲν ἐλάττω τούτους ἀδικεῖν ἐκείνων νομίσαι φήσεις, ἀνάγκη μαίνεσθαί σʼ ὁμολογεῖν, εἰ δὲ μείζω νομίζων, ὥσπερ ἔστιν, τοὺς μὲν ἀφίης, τοὺς δὲ μή, οὐκ ἤδη δῆλος εἶ πεπρακὼς τὸ πρᾶγμα τούτοις;
我还想告诉你们一件关于他所制定的法律的奇事,其荒谬程度令人惊骇,这是我在谈及这些事情的间隙想到的。因为审判官诸位,此人规定,对于那些包税人,若不交纳款项,惩罚当依从先前的法律——其中既规定了监禁,也规定了双倍赔偿——对于那些由于在承包中亏损而违背本愿侵害城邦的人,他是如此规定的;但对于侵吞城邦财产并掠夺女神圣物的人,他却免除了监禁。然而,如果你宣称自己认为后者的过错轻于前者,你就不得不承认自己发了疯;但如果你明知后者的过错更重(事实本就如此),却赦免了这一批人而不赦免那一批人,这难道还不足以表明你已经把自己的服务出卖给了这些人吗?
ἄξιον τοίνυν καὶ τοῦτʼ εἰπεῖν, ὅσον ὑμεῖς διαφέρετʼ, ὦ ἄνδρες δικασταί, μεγαλοφροσύνῃ τῶν ῥητόρων. ὑμεῖς μέν γε τἀπὶ τῷ πλήθει νενομοθετημένα δεινά, ἐάν τις ἢ διχόθεν μισθοφορῇ ἢ ὀφείλων τῷ δημοσίῳ ἐκκλησιάζῃ ἢ δικάζῃ, ἢ ἄλλο τι ποιῇ ὧν οἱ νόμοι ἀπαγορεύουσιν, οὐ λύετε, καὶ ταῦτʼ εἰδότες ὅτι διὰ πενίαν ἂν ποιήσειεν ὁ τούτων τι ποιῶν, οὐδὲ νόμους τοιούτους τίθεσθʼ ὅπως ἐξουσία ἔσται ἐξαμαρτεῖν, ἀλλὰ τοὐναντίον ὅπως μή· οὗτοι δʼ, ὅπως οἱ τὰ αἴσχιστα καὶ τὰ δεινότατα ποιοῦντες δίκην μὴ δώσουσιν.
因此,审判官诸位,谈谈你们在胸襟广阔方面与那些演说家有多大的差距,也是十分切题的。对于针对大众所立下的严酷惩罚——若有人领取双重报酬,或在身负国库债务时出席公民大会或担任审判官,或做出法律所禁止的任何其他事情——你们并未予以废除,而且这还是在明知做出这些事的人多半是出于贫困的情况下;你们也未曾制定旨在让人们有权犯错的法律,反而制定了阻止犯错的法律。而这些人却设法让犯下最可耻、最恶劣罪行的人不受惩罚。
εἶτα προπηλακίζουσιν ὑμᾶς ἰδίᾳ τοῖς λόγοις, ὡς αὐτοὶ καλοὶ κἀγαθοί, πονηρῶν καὶ ἀχαρίστων οἰκετῶν τρόπους ἔχοντες. καὶ γὰρ ἐκείνων, ὦ ἄνδρες δικασταί, ὅσοι ἂν ἐλεύθεροι γένωνται, οὐ τῆς ἐλευθερίας χάριν ἔχουσι τοῖς δεσπόταις, ἀλλὰ μισοῦσι μάλιστʼ ἀνθρώπων, ὅτι συνίσασιν αὐτοῖς δουλεύσασιν.4 οὕτω δὴ καὶ οὗτοι οἱ ῥήτορες οὐκ ἀγαπῶσιν ἐκ πενήτων πλούσιοι ἀπὸ τῆς πόλεως γιγνόμενοι, ἀλλὰ καὶ προπηλακίζουσι τὸ πλῆθος, ὅτι σύνοιδεν αὐτῶν ἑκάστῳ τὰ ἐν τῇ πενίᾳ καὶ νεότητι ἐπιτηδεύματα.
随后,他们还在私下里用言辞辱骂你们,仿佛他们自己是体面高尚之士,实际上却怀着卑劣而忘恩负义的家奴心性。因为审判官诸位,在那些奴隶中,凡是获得自由的人,不仅不对主人的释放心怀感恩,反而最憎恨主人,因为主人知道他们曾身为奴隶。同样地,这些演说家不满足于靠城邦从穷光蛋变成富人,甚至还辱骂大众,因为大众对他们每个人在贫困和年轻时的所作所为心知肚明。
ἀλλὰ νὴ Δίʼ αἰσχρὸν ἴσως ἦν Ἀνδροτίωνα δεθῆναι ἢ Γλαυκέτην ἢ Μελάνωπον. οὐ μὰ τὸν Δίʼ, ὦ ἄνδρες δικασταί, ἀλλὰ πολὺ αἴσχιον τὴν πόλιν ἀδικουμένην καὶ ὑβριζομένην μὴ λαβεῖν δίκην καὶ ὑπὲρ τῆς θεοῦ καὶ ὑπὲρ αὑτῆς. ἐπεὶ Ἀνδροτίωνί γε πότερʼ οὐ πατρῷον τὸ δεδέσθαι; ἀλλʼ αὐτοὶ ἴστε πολλὰς πεντετηρίδας ἐν τῷ δεσμωτηρίῳ διατρίψαντα τὸν πατέρʼ αὐτοῦ, καὶ ἀποδράντα, ἀλλʼ οὐκ ἀφεθέντα.
“但是,以宙斯的名义,也许让安德罗提翁、格劳克特斯或梅拉诺普斯被关进监狱是一件可耻的事吧!”绝非如此,以宙斯的名义,审判官诸位!当城邦遭受不义与侮辱时,不能为女神和自身讨回公道,那才是更可耻得多的事。何况对安德罗提翁而言,身陷囹圄难道不是他的家传祖业吗?你们自己都知道,他的父亲在监狱里度过了好几个四年期,最终是逃跑出来的,而不是被合法释放的。
- 120τὴν ἀρχὴν
在否定句中作状语性宾格,意为“根本”、“从一开始(就完全不)”。在此强调被告绝对的不作为,即尽管有上缴的义务,却从一开始就完全未将款项送上卫城。
- 120δέον αὐτούς
由非人称动词 δεῖ 的中性单数宾格分词构成的宾格绝对独立结构(accusativus absolutus),带宾格 αὐτούς 作为其逻辑主语,带有“虽然他们本有义务”的让步意味。
- 122θαυμαστὸν ἡλίκον
由 θαυμαστόν ἐστιν ἡλίκον 省略动词 ἐστίν 而形成的紧缩惯用表达,意为“令人惊骇地巨大”或“极其惊人”,用以补充修饰前文的 παράδοξόν τι。
- 124ὅτι συνίσασιν αὐτοῖς δουλεύσασιν
动词 σύνοιδα 后接人称与格 αὐτοῖς 及与其一致的分词 δουλεύσασιν,构成“知晓/共悉某人曾做过某事”的句式,意为“因为主人知道他们曾当过奴隶”。这一共同知晓的过去成为奴隶憎恨主人的原因。
