← 狄摩西尼

控诉提摩克拉底

§112-118

放任严惩下级官吏与纵容富商侵吞

演说者指责提谟克拉特斯对任公职的平民盗用公款施加十倍严惩却不加施救,反为富有的侵吞使节精心立法免责;并通过对比梭伦面向未来、严惩盗窃且赋权法庭的立法原则,揭露被告起草追溯性法律以搭救罪犯的恶劣行径。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§112

δικαίως δʼ ἂν ἐμοὶ δοκεῖ παθεῖν ὁτιοῦν, ὅστις οἴεται δεῖν,1 εἰ μέν τις ἀγορανόμος ἢ ἀστυνόμος ἢ δικαστὴς κατὰ δήμους γενόμενος κλοπῆς ἐν ταῖς εὐθύναις ἑάλωκεν, ἄνθρωπος πένης καὶ ἰδιώτης καὶ πολλῶν ἄπειρος καὶ κληρωτὴν ἀρχὴν ἄρξας, τούτῳ μὲν τὴν δεκαπλασίαν εἶναι, καὶ νόμον οὐδένα τοῖς τοιούτοις ἐπικουροῦντα τίθησιν· εἰ δέ τινες πρέσβεις αἱρεθέντες ὑπὸ τοῦ δήμου, πλούσιοι ὄντες, ὑφείλοντο χρήματα πολλά, τὰ μὲν ἱερά, τὰ δʼ ὅσια, καὶ εἶχον χρόνον πολύν, τούτοις ὅπως μηδὲν πείσονται μήθʼ ὧν οἱ νόμοι μήθʼ ὧν τὰ ψηφίσματα προστάττει, μάλʼ ἀκριβῶς εὗρεν.

依我看,此人无论遭受何种惩罚都是罪有应得。因为他竟认为:如果某个市场监督官、市容监督官或乡区法官在结案审计中被判定犯有盗用公款罪——作为一个贫民、普通平民、许多事务上缺乏经验且仅担任抽签官职之人——此人须赔偿十倍,而且提谟克拉特斯不曾制定任何法律去救助这样的人;但若某些由民众选任的使节,身居富有之列,却侵吞了大笔钱财,包括神圣资金与世俗资金,并长期据为己有,他便极其周密地构想出办法,使他们丝毫不受法律与法令所规定的任何惩处。

§113

καίτοι γʼ ὁ Σόλων, ὦ ἄνδρες δικασταί, ᾧ οὐδʼ ἂν αὐτὸς Τιμοκράτης φήσειεν ὅμοιος νομοθέτης εἶναι, οὐχ ὅπως ἀσφαλῶς κακουργήσουσι φαίνεται παρασκευάζων τοῖς τοιούτοις, ἀλλʼ ὅπως ἢ μὴ ἀδικήσουσιν ἢ δώσουσι δίκην ἀξίαν, καὶ νόμον εἰσήνεγκεν, εἰ μέν τις μεθʼ ἡμέραν ὑπὲρ πεντήκοντα δραχμὰς κλέπτοι, ἀπαγωγὴν πρὸς τοὺς ἕνδεκʼ εἶναι, εἰ δέ τις νύκτωρ ὁτιοῦν κλέπτοι, τοῦτον ἐξεῖναι καὶ ἀποκτεῖναι καὶ τρῶσαι διώκοντα καὶ ἀπαγαγεῖν τοῖς ἕνδεκα, εἰ βούλοιτο. τῷ δʼ ἁλόντι ὧν αἱ ἀπαγωγαί εἰσιν, οὐκ ἐγγυητὰς καταστήσαντι ἔκτισιν εἶναι τῶν κλεμμάτων, ἀλλὰ θάνατον τὴν ζημίαν.2

然而,审判官诸位,连提谟克拉特斯自己也不敢声称与其相像的立法者梭伦,却显然不是为了让此类恶徒能安然作恶而作准备,而是为了使他们要么不敢行不义之事,要么付出应有的代价。梭伦提出了一项法律:若有人在日间盗窃超过五十德拉克马,得押解送交十一人行政官;若有人在夜间盗窃任何财物,追捕者有权将其杀死或刺伤,若愿意亦可押解送交十一人行政官;凡被判定犯有适用押解之罪者,不得通过提供担保人来偿还赃物,而须处以死刑。

§114

καὶ εἴ τίς γʼ ἐκ Λυκείου ἢ ἐξ Ἀκαδημείας ἢ ἐκ Κυνοσάργους ἱμάτιον ἢ ληκύθιον ἢ ἄλλο τι φαυλότατον, ἢ εἰ τῶν σκευῶν τι τῶν ἐκ τῶν γυμνασίων ὑφέλοιτο ἢ ἐκ τῶν λιμένων, ὑπὲρ δέκα δραχμάς, καὶ τούτοις θάνατον ἐνομοθέτησεν εἶναι τὴν ζημίαν. εἰ δέ τις ἰδίαν δίκην κλοπῆς ἁλοίη, ὑπάρχειν μὲν αὐτῷ διπλάσιον ἀποτεῖσαι τὸ τιμηθέν, προστιμῆσαι δʼ ἐξεῖναι τῷ δικαστηρίῳ πρὸς τῷ ἀργυρίῳ δεσμὸν τῷ κλέπτῃ, πένθʼ ἡμέρας καὶ νύκτας ἴσας, ὅπως ὁρῷεν ἅπαντες αὐτὸν δεδεμένον. καὶ τούτων ὀλίγῳ πρότερον ἠκούσατε τῶν νόμων.

又,若有人从吕克昂、阿卡德米亚或库诺萨尔盖斯偷窃斗篷、油瓶或任何极其微贱之物,或者从体育馆或港口偷窃器具,价值超过十德拉克马者,他也立法规定处以死刑。若有人在个人的盗窃诉讼中被定罪,他须偿付评定价值的双倍,法庭除判处罚金外,还可对盗贼处以拘禁五日五夜的附加刑,以便让所有人都能看见他被捆绑之态。这些法律你们方才已经听过了。

§115

ᾤετο γὰρ δεῖν τόν γε τὰ αἴσχρʼ ἔργʼ ἐργαζόμενον μὴ ἃ ὑφείλετο μόνον ἀποδόντʼ ἀπηλλάχθαι (πολλοὶ γὰρ αὐτῷ ἐδόκουν οὕτω γʼ οἱ κλέπται ἔσεσθαι, εἰ μέλλοιεν λαθόντες μὲν ἕξειν, μὴ λαθόντες δʼ αὐτὰ μόνον καταθήσειν), ἀλλὰ ταῦτα μὲν διπλάσια καταθεῖναι, δεθέντα δὲ πρὸς τούτῳ τῷ τιμήματι ἐν αἰσχύνῃ ζῆν ἤδη τὸν ἄλλον βίον. ἀλλʼ οὐ Τιμοκράτης, ἀλλʼ ὅπως ἁπλᾶ μέν, ἃ δεῖ διπλάσια, καταθήσουσιν παρεσκεύασε, μηδʼ ὁτιοῦν δʼ ἐπιτίμιον ἔσται πρὸς τούτοις.

因为梭伦认为,干出可耻勾当的人不应仅仅归还所窃之物便得以脱身(因为在他看来,假使盗贼未被发觉便可保留赃物,而被发觉也只需照原数交纳,那么盗贼必将大为增多);相反,他须双倍偿还所盗财物,并在此判决之外遭受拘禁,从此在耻辱中度过余生。但提谟克拉特斯却并非如此:他竟设法规画,使本该双倍偿还的款项只需照原数交纳,并且此外没有任何附加惩罚。

§116

καὶ οὐκ ἀπέχρησεν ὑπὲρ τῶν μελλόντων αὐτῷ ταῦτʼ ἀδικεῖν, ἀλλὰ καὶ εἴ τις ἄρʼ ἠδικηκὼς καὶ κεκολασμένος ἦν, καὶ τοῦτον ἀφῆκεν. καίτοι ἔγωγʼ ᾤμην δεῖν τὸν νομοθετοῦντα περὶ τῶν μελλόντων ἔσεσθαι, οἷα δεῖ γίγνεσθαι καὶ ὡς ἕκαστʼ ἔχειν, καὶ τὰς τιμωρίας ὁποίας τινὰς ἐφʼ ἑκάστοις δεῖ τοῖς ἀδικήμασιν εἶναι, περὶ τούτων νομοθετεῖν· τοῦτο γάρ ἐστι τὸ ἐφʼ ἅπασι τοῖς πολίταις κοινοὺς τοὺς νόμους τιθέναι. τὸ δὲ περὶ τῶν γεγονότων πραγμάτων νόμους γράφειν, οὐ νομοθετεῖν ἐστιν, ἀλλὰ τοὺς ἀδικοῦντας σῴζειν.

而且,为将来犯罪之人行此不义对他来说尚嫌不足,假使有谁已经犯了罪并受到了惩罚,他也将此人一并赦免。然而我原本以为,立法者的职责是针对未来的事务进行立法,规定应当发生何事、各项事务应当如何确立,以及对各项罪行应当施加何种惩罚;因为这才是为全体公民制定普遍适用的法律。针对过去已经发生的事件起草法律,这不是立法,而是搭救罪犯。

§117

σκοπεῖτε δʼ ὡς ἀληθῆ λέγω, ἐκ τωνδί. εἰ μὲν γὰρ Εὐκτήμων ἑάλω τὴν τῶν παρανόμων γραφήν, οὐκ ἂν ἔθηκε τοῦτον τὸν νόμον Τιμοκράτης, οὐδʼ ἂν ἐδεῖθʼ ἡ πόλις τούτου τοῦ νόμου, ἀλλʼ ἐξήρκει ἂν αὐτοῖς ἀπεστερηκόσι τὴν πόλιν τὰ χρήματα τῶν ἄλλων μὴ φροντίζειν. νῦν δʼ, ἐπειδὴ ἀπέφυγεν, τὸ μὲν ὑμέτερον δόγμα καὶ τὴν τοῦ δικαστηρίου ψῆφον καὶ τοὺς ἄλλους νόμους ἀκύρους οἴεται δεῖν εἶναι, αὑτὸν δὲ καὶ τὸν αὑτοῦ νόμον κύριον.

请从以下事实审察我所言是否属实:假使尤克特蒙在违宪控告中被定罪,提谟克拉特斯绝不会制定这部法律,城邦也绝不需要这部法律;剥夺了城邦这笔资金的他们,本可心满意足而不必顾及其他。然而如今,既然尤克特蒙被判无罪,此人便认为你们的决议、法庭的判决以及其他法律都应当归于无效,唯独他自己和他的法律才拥有最高效力。

§118

καίτοι, ὦ Τιμόκρατες, οἱ μὲν ὄντες ἡμῖν κύριοι νόμοι τουτουσὶ ποιοῦσι κυρίους ἁπάντων, καὶ διδόασιν αὐτοῖς ἀκούσασιν, ὁποῖον ἄν τι νομίζωσι τἀδίκημα, τοιαύτῃ περὶ τοῦ ἠδικηκότος χρῆσθαι τῇ ὀργῇ, μέγα μεγάλῃ, μικρὸν μικρᾷ. ὅταν γὰρ ᾖ ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι,3 τὸ τιμᾶν ἐπὶ τούτοις γίγνεται.

然而,提谟克拉特斯啊,我们现行有效的法律赋予了在座的这些审判官掌管一切的权力,并允许他们在听取案情后,根据自己对罪行性质的判断,对犯罪者施加相应程度的愤怒——罪大则大怒,罪小则小怒。因为每当审理“其应受何种刑罚或赔偿何等数额”之时,估定刑罚的权力便落在这群审判官身上。

语法注3 条
  1. 112δικαίως δʼ ἂν ἐμοὶ δοκεῖ παθεῖν ὁτιοῦν, ὅστις οἴεται δεῖν

    主句谓语动词 δοκεῖ 为现在直陈式三人称单数,小辞 ἄν 与不定式 παθεῖν 结合表示潜在或合理推论(“依我看,他遭受任何惩罚都会是罪有应得”)。主语在主句中未显现,由关系从句 ὅστις οἴεται δεῖν(“凡认为……的这种人”)来具体指示提谟克拉特斯。

  2. 113τῷ δʼ ἁλόντι ὧν αἱ ἀπαγωγαί εἰσιν, οὐκ ἐγγυητὰς καταστήσαντι ἔκτισιν εἶναι τῶν κλεμμάτων, ἀλλὰ θάνατον τὴν ζημίαν

    与格分词 τῷ ἁλόντι(“对于被定罪者”)与表示方式或条件的与格分词 οὐκ ἐγγυητὰς καταστήσαντι(“不可通过提供担保人”)并列作 εἶναι 的与格补足语。关系从句 ὧν αἱ ἀπαγωγαί εἰσιν 中,属格 ὧν 的先行词([τούτων])被省略,属格表示 ἁλόντι 所涉及的罪名。

  3. 118ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι

    这是雅典法庭在需法庭自行裁量量刑的诉讼(ἀγὼν τιμητός)中所使用的专门程式用语。此处作为引用从句直接置于 ὅταν ᾖ(“每当发生……之事时”)之后,充当其主语或表语成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg024.humanitext-grc2:112-118