- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:92-99
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者驳斥了辩方可能提出的该决议案因议事会提案一年时效已过而归于无效的托辞,并指出以往的先例不能成为免责借口,敦促审判官予以定罪以遏制未来的违法立法尝试。
οἶμαι τοίνυν αὐτὸν κἀκεῖνον ἐρεῖν τὸν λόγον, καὶ σφόδρα ταύτῃ ζητήσειν ἐξαπατᾶν ὑμᾶς, ὡς ἄκυρόν ἐστι τὸ ψήφισμα· προβούλευμα γάρ ἐστιν, ὁ νόμος δʼ ἐπέτεια κελεύει τὰ τῆς βουλῆς εἶναι ψηφίσματα,1 ὥστε κἂν αὐτοῦ νῦν ἀποψηφίσησθε, ἥ γε πόλις φλαῦρον οὐδὲν πείσεται κατὰ τὸ ψήφισμα τοῦτο.
此外我认为,他也会提出那条论辩,并极力企图以此欺骗你们,即声称该决议案已然无效;因为这是一份五百人议事会的预案,而法律规定议事会的决议案有效期为一年,因此即使你们现在宣告他无罪,城邦也不会因这份决议案遭受任何损害。
ἐγὼ δὲ πρὸς ταῦτʼ οἶμαι δεῖν ὑμᾶς ἐκεῖνʼ ὑπολαμβάνειν, ὅτι τὸ ψήφισμα τοῦθʼ οὗτος ἔγραψεν οὐχ ἵνʼ ὄντος ἀκύρου μηδὲν ἀηδὲς ὑμῖν συμβῇ (τὴν ἀρχὴν γὰρ ἐξῆν αὐτῷ μὴ γράφειν, εἴ γε τὸ βέλτιστον τῇ πόλει σκοπεῖν ἐβούλετο) ἀλλʼ ἵνʼ ἐξαπατηθέντων ὑμῶν διαπράξαιντό τινες τἀναντία τοῖς ὑμῖν συμφέρουσιν. οἱ δὲ γραψάμενοι καὶ χρόνους ἐμποιήσαντες καὶ διʼ οὓς ἄκυρόν ἐστιν, ἡμεῖς ἐσμεν.2 ἄτοπον δὴ γένοιτʼ ἄν, εἰ ὧν ἡμῖν χάριν εἰκὸς ὑπάρχειν, ταῦτα τούτοις εἰς σωτηρίαν ὑπάρξειεν.
但针对这些说法,我认为你们应当牢记以下几点:此人起草这份决议案,并不是为了让它归于无效从而使你们免遭任何祸患(因为他若真想顾及城邦的最大利益,当初完全可以根本不起草),而是为了在你们受骗之后,让某些人达成与你们的利益背道而驰的目的。而提起公诉、造成延期、使得这份决议案归于无效的人,正是我们自己。如果本应让我们获得感激的事由,反而成了这些人脱罪的手段,那真是荒谬绝伦了。
ἔτι τοίνυν οὐδʼ ἁπλοῦν τοῦθʼ οὕτως ἐστίν, ὥς τις οἴεται. εἰ μὲν γὰρ μηδεὶς ἄλλος ἦν ὅστις ἔμελλεν ὁμοίως τούτῳ τῶν συμφερόντων ὑμῖν ὀλιγωρήσας γράφειν, ἴσως ἂν ἦν τοῦτο· νῦν δʼ ὄντων οὐκ ὀλίγων οὐχὶ καλῶς ἔχει μὴ λῦσαι τὸ ψήφισμʼ ὑμῖν. τίς γὰρ οὐ γράψει θαρρῶν πάλιν, ἡνίκʼ ἂν ᾖ τοῦτʼ ἀποπεφευγός; τίς δʼ οὐκ ἐπιψηφιεῖ; τίς δὲ γράψεται; οὐ τοίνυν τοῦτο σκεπτέον, εἰ τοῦτʼ ἔστιν ἄκυρον τοῖς χρόνοις, ἀλλʼ ἐκεῖνο, ὅτι τῇ περὶ τούτου ψήφῳ, νῦν ἐὰν ἀποψηφίσησθε, τοῖς ἀδικεῖν βουλομένοις αὖθις ὑμᾶς ἄδειαν δώσετε.
而且,此事也并不像某些人想象的那样简单。因为若是除了他以外再没有其他人会同样漠视你们的利益而起草决议案,那或许还可以这样说;但既然这类人不在少数,你们若不废止该决议案便绝非明智之举。因为一旦这个决议案逃脱惩处,谁还会不大胆地再次起草?谁还会不将其交付表决?又有谁还会提起公诉呢?因此,你们不应当考虑它是否已因时效而失效,而应当看到:通过就此事作出的判决,如果你们现在宣告他无罪,就等于向今后企图侵害你们的人再次发放了免受追究的特权。
οὐ τοίνυν οὐδʼ ἐκεῖνό μʼ, ὦ ἄνδρες Ἀθηναῖοι, λέληθεν, ὅτι ἁπλῆν μὲν οὐδὲ δικαίαν οὐδʼ ἡντινοῦν ἀπολογίαν Ἀριστοκράτης ἕξει λέγειν, παραγωγὰς δέ τινας τοιαύτας ἐρεῖ, ὡς ἄρα πολλὰ τοιαῦτʼ ἤδη γέγονε ψηφίσματα πολλοῖς. ἔστι δʼ οὐδέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο σημεῖον τοῦ τοῦτον ἔννομʼ εἰρηκέναι· πολλαὶ γὰρ προφάσεις εἰσὶν διʼ ἃς πολλάκις ὑμεῖς ἐξηπάτησθε.
此外,雅典人啊,我也并非不知,阿里斯托克拉特斯绝不可能提出任何单纯而正当的辩护,而是会搬出诸如此类的遁词,说什么从前已经为许多人通过了许多诸如此类的决议案。但是,雅典人啊,这丝毫不能作为他依法发言的证据;因为你们屡次受骗,其借口本就多矣。
οἷον εἴ τι τῶν ἑαλωκότων ψηφισμάτων παρʼ ὑμῖν μὴ ἐγράφη, κύριον ἂν δήπουθεν ἦν· καὶ μὴν παρὰ τοὺς νόμους γʼ ἂν εἴρητο. καὶ εἴ τί γε γραφὲν ἢ καθυφέντων τῶν κατηγόρων ἢ μὴ δυνηθέντων μηδὲν διδάξαι ἀπέφυγεν, καὶ τοῦτʼ οὐδὲν κωλύει παράνομον εἶναι. οὐκ ἄρʼ εὐορκοῦσιν οἱ δικάσαντες αὐτό; ναί. πῶς; ἐγὼ διδάξω. γνώμῃ τῇ δικαιοτάτῃ δικάσειν ὀμωμόκασιν,3 ἡ δὲ τῆς γνώμης δόξα ἀφʼ ὧν ἂν ἀκούσωσι παρίσταται· ὅτε τοίνυν κατὰ ταύτην ἔθεντο τὴν ψῆφον, εὐσεβοῦσιν.
例如,在你们法庭判定有罪的决议案中,如果有任何一份未被起诉,它无疑会保持有效;然而,它依然属于违背法律而提出。又如,如果有某份起诉的决议案,或是由于起诉人暗中串通放水,或是由于他们未能阐明原委而获得赦免,这也丝毫不妨碍它本身就是非法的。那么,裁决该案的人难道没有恪守誓言吗?他们确实恪守了。如何恪守的?我来告诉你们。他们曾起誓“凭最公正的心证来审判”,而心证的判断乃是基于他们所听到的陈词而产生;因此,每当他们根据这种判断投下选票时,他们就是在履行敬神之责。
πᾶς γὰρ ὁ μήτε διʼ ἔχθραν μήτε διʼ εὔνοιαν μήτε διʼ ἄλλην ἄδικον πρόφασιν μηδεμίαν παρʼ ἃ γιγνώσκει θέμενος τὴν ψῆφον εὐσεβεῖ· εἰ γὰρ ἠγνόησέν τι διδασκόμενος, τοῦ μὴ συνεῖναι δίκην οὐκ ὀφείλει δοῦναι· ἀλλʼ εἴ τις εἰδὼς ἐκείνους προδέδωκεν ἢ ἐξαπατᾷ, οὗτός ἐστʼ ἔνοχος τῇ ἀρᾷ. διόπερ καταρᾶται καθʼ ἑκάστην ἐκκλησίαν ὁ κῆρυξ, οὐκ εἴ τινες ἐξηπατήθησαν, ἀλλʼ εἴ τις ἐξαπατᾷ λέγων ἢ βουλὴν ἢ δῆμον ἢ τὴν ἡλιαίαν.
因为凡是在投票时不违背自己的心证,既非出于私怨,亦非出于偏袒,亦非出于任何其他不正当借口的人,便都是恪尽了敬虔;倘若他在受审听陈述时未能领会某些事情,他并不应当为未能理解而承担责任;但若有人明知实情却背叛或欺骗他们,这人便当承受咒诅。正因如此,传令官在每次公民大会上发出的咒诅,并非针对受骗之人,而是针对在议事会、公民大会或法庭上发言欺骗的人。
μὴ δὴ τοῦθʼ ὑμῖν ἐᾶτε λέγειν, ὡς γέγονεν, ἀλλʼ ὡς ἔστι δίκαιον γίγνεσθαι, μηδʼ ὡς ἕτεροι δικάσαντες ἐκύρωσαν ἐκεῖνα, ἀλλʼ ὑμᾶς αὐτοὺς ἀξιοῦτε διδάσκειν ὡς δικαιότερʼ ἡμῶν περὶ τοῦδε λέγουσιν. εἰ δὲ τοῦτο μὴ δυνήσονται, οὐχὶ καλῶς ἔχειν ὑμῖν ἡγοῦμαι τὴν ἑτέρων ἀπάτην κυριωτέραν ποιήσασθαι τῆς ὑμετέρας αὐτῶν γνώμης.
因此,切不要由着他们对你们说事情曾经如此发生过,而要让他们说明怎样发生才是正当的;也不要让他们说其他审判官已经判定确认了那些决议,而要要求他们向你们自己证明,他们关于本案所说的比我们更为正当。如果他们做不到这一点,我认为你们绝不应当让别人的受骗凌驾于你们自己的良知之上。
ἔτι τοίνυν ἔμοιγε δοκεῖ καὶ σφόδρʼ ἀναιδὴς ὁ τοιοῦτος εἶναι λόγος, ὡς γέγονεν καὶ πρότερόν τισιν ἄλλοις τοιαῦτα ψηφίσματα. οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθη, σὺ δὲ τοῦτʼ ἐμιμήσω, διὰ τοῦτʼ ἀποφεύγειν σοι προσήκει, ἀλλὰ τοὐναντίον πολὺ μᾶλλον ἁλίσκεσθαι διὰ ταῦτα. ὥσπερ γάρ, εἴ τις ἐκείνων ἑάλω, σὺ τάδʼ οὐκ ἂν ἔγραψας, οὕτως, ἐὰν σὺ νῦν ἁλῷς, ἄλλος οὐ γράψει.
再者,在我看来,所谓“以往也曾为其他某些人通过此类决议案”这种说法,也是极其厚颜无耻的。因为以往若有某事未曾依法办理,而你模仿了它,你决不应因此而被宣告无罪,反而应当正因此受到严厉得多的定罪。因为正如那些人中如果有人被定罪,你便不会起草这些条款一样;如果你现在被定罪,其他人也就不会再去起草了。
- 92ὁ νόμος δʼ ἐπέτεια κελεύει τὰ τῆς βουλῆς εἶναι ψηφίσματα
不定式宾语从句结构(κελεύει + 宾格 τὰ τῆς βουλῆς ψηφίσματα + 不定式 εἶναι),其中 ἐπέτεια 为中性复数谓语形容词(意为“为期一年的/年效性的”)。此处指雅典宪制中五百人议事会的决议案或预案(probouleuma)效力仅限于其一年任期内的法律规定。
- 93οἱ δὲ γραψάμενοι καὶ χρόνους ἐμποιήσαντες καὶ διʼ οὓς ἄκυρόν ἐστιν, ἡμεῖς ἐσμεν.
系表倒置式强调句结构:主语部分由冠词 οἱ 所统辖的两个实体化分词(γραψάμενοι 与 χρόνους ἐμποιήσαντες)和一个并列的关系代词分句(καὶ διʼ οὓς ἄκυρόν ἐστιν)构成,谓语为 ἡμεῖς ἐσμεν(“正是我们”)。这种结构有力地突出了正是起诉人自身的公诉和所造成的延期才使得决议案归于失效。
- 96γνώμῃ τῇ δικαιοτάτῃ δικάσειν ὀμωμόκασιν
直接引用雅典民众法庭审判官誓词中的固定程式:“凭最公正的心证/良知审判”(γνώμῃ τῇ δικαιοτάτῃ,方式或准则与格)。演说者引述此语旨在说明,即便审判官因起诉方不力或辩方欺瞒而误判非法决议案无罪,审判官依其良心投票依然算履行了誓言,真正的宗教与道德罪责全在施加欺诈的发言者身上。
