← 狄摩西尼

控诉阿里斯托克拉底

§100-106

决议案的危害与维持色雷斯均势的必要

演说者指出阿里斯托克拉特斯的决议案不仅违法而且严重损害国益,并通过希腊本土的均势原则及以往米尔托库忒斯的先例警告说,打破色雷斯的平衡而使克索布勒普特斯独大会危及赫尔松尼苏斯的安全。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§100

ὡς μὲν τοίνυν οὐ παρὰ πάντας τοὺς νόμους φανερῶς γέγραφεν τὸ ψήφισμʼ Ἀριστοκράτης, οὐκ οἶμαι λέγειν αὐτὸν ἕξειν· ἤδη δέ τινʼ εἶδον, ὦ ἄνδρες Ἀθηναῖοι, γραφὴν ἀγωνιζόμενον παρανόμων τοῖς νόμοις μὲν ἁλισκόμενον, ὡς δὲ συμφέρονθʼ ὑμῖν γέγραφεν λέγειν ἐπιχειροῦντα καὶ ταύτῃ βιαζόμενον, εὐήθη μέν, οἶμαι, μᾶλλον δʼ ἀναιδῆ λόγον.

因此,我认为阿里斯托克拉特斯绝不可能声称自己起草该决议案并未公然违反所有法律。但我以往也曾见过有人,雅典人啊,在违宪审查公诉中明知依法律必被定罪,却企图宣称自己所起草的对你们有利,并试图以此强词夺理——在我看来,这是一种愚蠢、甚至更为厚颜无耻的说辞。

§101

εἰ γὰρ καὶ κατὰ τἄλλα πάντα συμφέρει τὰ εἰρημένα, ᾗ γʼ ὀμωμοκότας κατὰ τοὺς νόμους δικάσειν ὑμᾶς ἀξιοῖ κυροῦν ἃ μηδʼ αὐτὸς ἔχει δικαίως δεῖξαι γεγραμμένα,1 ἀσύμφορʼ ἂν εἴη, εἴπερ τὸ εὐορκεῖν περὶ πλείστου πᾶσίν ἐστι ποιητέον· οὐ μὴν ἀλλʼ ἔχει τινʼ ὅμως ἡ ἀναίδειʼ αὕτη λόγον. τούτῳ τοίνυν οὐδʼ οὗτος ἐνέσται πρὸς ὑμᾶς ὁ λόγος· οὕτω γὰρ σφόδρʼ ἐναντίον ὂν τοῖς νόμοις τὸ ψήφισμα μᾶλλον ἀσύμφορόν ἐστιν ἢ παράνομον.

因为即使所提之案在其他所有方面都符合利益,但鉴于他要求你们这些发誓依法判决的人去确认连他自己也无法证明是依法起草的条款,仅凭这一点,它就必定是有害的——如果恪守誓言确实应当被所有人视为至高无上的话。然而,那种厚颜无耻的辩解毕竟还算有一点由头;但对于此人而言,连这种说辞也绝不可能向你们提出。因为这份决议案不仅严重违反法律,而且其有害性甚至更甚于其非法性。

§102

βούλομαι δʼ ἤδη καὶ τοῦθʼ ὑμῖν ἐπιδεικνύναι. ἵνα δʼ ὡς διὰ βραχυτάτου λόγου δῆλον ὃ βούλομαι ποιήσω, παράδειγμά τι γνώριμον πᾶσιν ὑμῖν ἐρῶ. ἴσθʼ ὅτι συμφέρει τῇ πόλει μήτε Θηβαίους μήτε Λακεδαιμονίους ἰσχύειν, ἀλλὰ τοῖς μὲν Φωκέας ἀντιπάλους, τοῖς δʼ ἄλλους τινὰς εἶναι· ἐκ γὰρ τοῦ ταῦθʼ οὕτως ἔχειν ἡμῖν ὑπάρχει μεγίστοις οὖσιν ἀσφαλῶς οἰκεῖν.

我现在便想向你们论证这一点。为了用最简短的言辞讲明我的意图,我将向你们举出一个大家所熟知的先例。你们知道,底比斯人和拉刻代蒙人中任何一方都不可过分强大,而应由福基斯人制衡前者、由其他人制衡后者,这对城邦是有利的;因为只有在维持这种均势的情况下,处于最强大地位的我们才能安居乐业。

§103

τοῦτο τοίνυν νομίζετε ταὐτὸ καὶ τοῖς Χερρόνησον οἰκοῦσι τῶν πολιτῶν συμφέρειν, μηδένʼ εἶναι τῶν Θρᾳκῶν ἰσχυρόν· ἡ γὰρ ἐκείνων πρὸς ἀλλήλους ταραχὴ καὶ ὑποψία φρουρὰ Χερρονήσου μεγίστη τῶν πασῶν ἐστιν καὶ βεβαιοτάτη. τὸ τοίνυν ψήφισμα τουτὶ τῷ μὲν ἡγουμένῳ τῶν Κερσοβλέπτου πραγμάτων ἀσφάλειαν διδόν, τοῖς δὲ τῶν ἑτέρων βασιλέων στρατηγοῖς φόβον καὶ δέος μή τινʼ αἰτίαν ἔχωσι παριστάν, τοὺς μὲν ἀσθενεῖς, τὸν δʼ ἕνʼ ὄντʼ ἰσχυρὸν καθίστησιν.

因此请诸位认定,同样的情况对居住在赫尔松尼苏斯的公民也是有利的,即色雷斯人中绝不可有任何一方独大;因为他们彼此之间的纷争和猜忌,正是赫尔松尼苏斯最大、最牢靠的防线。然而,眼下这份决议案却为掌管克索布勒普特斯国政之人提供安全保障,同时又使其他诸王的将领陷入唯恐蒙受指控的恐惧与畏怯之中,从而使后者陷于软弱,却让独一人变得强大。

§104

ἵνα δὲ μὴ πάνυ θαυμάζητʼ εἰ τὰ παρʼ ὑμῖν ψηφίσματα τηλικαύτην ἔχει δύναμιν, γεγονὸς καὶ ὃ πάντες ἐπίστασθε πρᾶγμʼ ὑμᾶς ὑπομνήσω. ὅτε Μιλτοκύθης ἀπέστη Κότυος, συχνὸν ἤδη χρόνον ὄντος τοῦ πολέμου, καὶ ἀπηλλαγμένου μὲν Ἐργοφίλου, μέλλοντος δʼ Αὐτοκλέους ἐκπλεῖν στρατηγοῦ, ἐγράφη τι παρʼ ὑμῖν ψήφισμα τοιοῦτον, διʼ οὗ Μιλτοκύθης μὲν ἀπῆλθε φοβηθεὶς καὶ νομίσας ὑμᾶς οὐ προσέχειν αὐτῷ, Κότυς δʼ ἐγκρατὴς τοῦ τʼ ὄρους τοῦ ἱεροῦ καὶ τῶν θησαυρῶν ἐγένετο. καὶ γάρ τοι μετὰ ταῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, Αὐτοκλῆς μὲν ἐκρίνεθʼ ὡς ἀπολωλεκὼς Μιλτοκύθην, οἱ δὲ χρόνοι κατὰ τοῦ τὸ ψήφισμʼ εἰπόντος τῆς γραφῆς ἐξεληλύθεσαν, τὰ δὲ πράγματʼ ἀπωλώλει τῇ πόλει.

为了让你们不至于对你们这里的决议案竟有如此巨大的效力感到过分惊异,我愿提醒你们一件确实发生过且人尽皆知的事情。当米尔托库忒斯反叛科图斯时,战事已持续了相当长的时间,埃尔戈菲洛斯已被免职,而奥托克勒斯正准备以将军身份扬帆出征,就在此时,你们这里通过了这样一项决议案,米尔托库忒斯因之大为恐惧,认定你们不再关注他而退却,科图斯遂得以控制圣山和国库。事实上,雅典人啊,在此之后,奥托克勒斯因葬送米尔托库忒斯而受审,而针对决议案提出者起诉的时效已经届满,城邦的重大利益至此荡然无存。

§105

εὖ τοίνυν ἴσθʼ ὅτι καὶ νῦν, εἰ μὴ λύσετε τὸ ψήφισμα τοδί, καὶ τοῖς βασιλεῦσι θαυμαστὴ γενήσεται διʼ αὔτʼ ἀθυμία καὶ τοῖς στρατηγοῖς αὐτῶν· ὅλως γὰρ ἡγήσονται παρεῶσθαι μὲν αὐτοί, πρὸς Κερσοβλέπτην δʼ ἀποκλίνειν ὑμᾶς. εἰ δʼ ἐκ τοῦ ταῦτα γνῶναι παραχωρήσονται τῆς ἀρχῆς ἐπὶ καιροῦ τινος αὐτοῖς ἐπιθεμένου τοῦ Κερσοβλέπτου, πάλιν ὁρᾶτε τί συμβήσεται.

因此你们要清醒地认识到,如今你们若不废止这项决议案,也必定会因之在诸王及其将领中引起极大的沮丧;因为他们会认为自己完全被弃之不顾,而你们正在倒向克索布勒普特斯一边。如果在认识到这一点之后,当克索布勒普特斯乘虚进攻时,他们放弃了统治权,请诸位再看一看接下来会发生什么。

§106

φέρε γὰρ πρὸς θεῶν, ἂν ἡμᾶς ἀδικῇ Κερσοβλέπτης, ὃ μᾶλλον ἐλπὶς ἢ μὴ δυνηθέντα ποιῆσαι,2 οὐκ ἐπʼ ἐκείνους ἴμεν καὶ διʼ ἐκείνων ἀσθενῆ ποιεῖν αὐτὸν ζητήσομεν; ἂν οὖν εἴπωσʼ ἡμῖν ὅτι ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ μόνον ἡμῖν ἀδικουμένοις οὐκ ἐβοηθήσατε, ἀλλὰ καὶ φόβον, ἂν ὑπὲρ ἡμῶν αὐτῶν ἀμυνώμεθα, θαυμαστὸν παρεστήσατε, ψήφισμα ποιησάμενοι, τὸν ἐναντία τοῖς ὑμῖν συμφέρουσι καὶ ἡμῖν πράττοντʼ ἐάν τις ἀποκτείνῃ, ἀγώγιμον εἶναι· οὔκουν ἐστὲ δίκαιοι βοηθοὺς καλεῖν ἡμᾶς, ἐφʼ οἷς καὶ περὶ ὑμᾶς αὐτοὺς καὶ περὶ ἡμᾶς κακῶς ἐβουλεύσασθε, εἰπέ μοι, ταῦτʼ ἐὰν λέγωσιν, οὐ δικαιότερʼ ἡμῶν ἐροῦσιν; ἔγωγʼ οἶμαι.

看在众神的份上告诉我,如果克索布勒普特斯侵害我们——这比他因无能为力而放弃侵害的可能性要大得多——难道我们不会奔向那些诸王,并企图借他们之力去削弱他吗?那么,倘若他们对我们说: “雅典人啊,当我们遭受侵害时,你们不仅没有向我们施以援手,反而通过了一项决议案,规定凡杀死那个行事违背你们和我们利益之人者均须被引渡,从而使我们在试图自卫时陷入极大的恐惧。因此,在那些你们既害了自己又害了我们的事情上,你们完全没有资格召唤我们充当盟友,”请告诉我,如果他们这样说,他们难道不是说得比我们更占理吗?我正是这样认为的。

语法注2 条
  1. 101ᾗ γʼ ὀμωμοκότας κατὰ τοὺς νόμους δικάσειν ὑμᾶς ἀξιοῖ κυροῦν ἃ μηδʼ αὐτὸς ἔχει δικαίως δεῖξαι γεγραμμένα

    关系副词 ᾗ 表示限定或观点的范围(“在……这一方面/鉴于……”),修饰主句的谓语 ἀσύμφορʼ ἂν εἴη。宾格分词 ὀμωμοκότας 修饰不定式 κυροῦν 的逻辑主语 ὑμᾶς,构成“鉴于他要求你们这些已宣誓依法判决的人去确认……”这一句式。

  2. 106ὃ μᾶλλον ἐλπὶς ἢ μὴ δυνηθέντα ποιῆσαι

    关系代词 ὃ 指代前一个从句的内容(ἂν ἡμᾶς ἀδικῇ Κερσοβλέπτης)。ἐλπίς 之后省略了动词 ἐστί,比较结构 μᾶλλον ... ἢ 带不定式 ποιῆσαι。其语义骨架为“比起他因无能为力而未能侵害(μὴ δυνηθέντα ποιῆσαι),他侵害我们(αὐτὸν ποιῆσαι)反而是更有可能预料到的”,宾格分词 δυνηθέντα 指代不定式的主语克索布勒普特斯。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:100-106