- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:86-91
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者援引了禁止针对个别人员立法以及确立法律高于决议案效力的法规,并结合以往合法的表彰决议,指控阿里斯托克拉特斯的提案彻底剥夺了正当的审判程序。
λέγε δὴ τὸν ἐφεξῆς. ΝΟΜΟΣ. "μηδὲ νόμον ἐπʼ ἀνδρὶ ἐξεῖναι θεῖναι, ἐὰν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσιν Ἀθηναίοις.1" ἔστι μὲν οὐκέτι τῶν φονικῶν ὅδʼ ὁ νῦν ἀνεγνωσμένος νόμος, ὦ ἄνδρες δικασταί, οὐδʼ ὁτιοῦν δʼ ἧττον ἔχει καλῶς, εἴπερ καὶ ἄλλος τις. ὥσπερ γὰρ τῆς ἄλλης πολιτείας ἴσον μέτεστιν ἑκάστῳ, οὕτως ᾤετο δεῖν καὶ τῶν νόμων ἴσον μετέχειν πάντας ὁ θεὶς αὐτόν, καὶ διὰ ταῦτʼ ἔγραψεν μηδὲ νόμον ἐπʼ ἀνδρὶ ἐξεῖναι θεῖναι, ἐὰν μὴ τὸν αὐτὸν ἐφʼ ἅπασιν Ἀθηναίοις. ὁπότε τοίνυν τὰ ψηφίσματα δεῖν κατὰ τοὺς νόμους ὁμολογεῖται γράφειν, ὁ γράφων ἰδίᾳ τι Χαριδήμῳ τοιοῦτον ὃ μὴ πᾶσι καὶ ὑμῖν ἔσται, σαφῶς καὶ παρὰ τοῦτον ἂν εἰρηκὼς εἴη τὸν νόμον. οὐ γὰρ δήπου, ἃ μηδὲ νομοθετεῖν ἔξεστιν, ταῦτʼ ἐν ψηφίσματι γράψας τις ἔννομʼ ἂν εἰρηκὼς εἴη.
请宣读下一道法律。 【法律】“亦不得针对个别人员制定法律,除非该法律同样适用于全体雅典人。” 审判官诸位,方才宣读的这道法律已不再属于杀人法范畴,但它绝不亚于任何其他法律的完备。因为正如每个人在城邦其余政制中享有同等份额一样,立法者认为所有人在法律上也应享有同等权利,为此他写明:“亦不得针对个别人员制定法律,除非该法律同样适用于全体雅典人。”既然公认决议案必须依法起草,那么专为卡里德莫斯一人起草某种不属于你们全体的特权的人,显然也是违反了这道法律而提出该案。因为断然没有这样的道理:一个人把连立法都不准许的事项写进决议案,还能算是合法发言。
λέγε τὸν μετὰ ταῦτα νόμον. ἢ οὗτοι πάντες εἰσίν; ΝΟΜΟΣ. "ψήφισμα δὲ μηδὲν μήτε βουλῆς μήτε δήμου νόμου κυριώτερον εἶναι." κατάθου. πάνυ μικρὸν ὑπείληφά μοι τὸν λόγον, ὦ ἄνδρες δικασταί, καὶ ῥᾴδιον εἶναι περὶ τοῦ παρὰ τοῦτον εἰρῆσθαι τὸν νόμον τὸ ψήφισμα. ὃς γὰρ ὑπαρχόντων τοσούτων νόμων πάντας ὑπερβὰς τούτους γέγραφεν καὶ κατέκλεισʼ ἴδιον πρᾶγμα ψηφίσματι, τοῦτον τί τις ἄλλο ποιεῖν φήσει πλὴν ψήφισμα νόμου κυριώτερον ἀξιοῦν εἶναι;
请宣读随后的法律。或者这些就是全部了? 【法律】“五百人议事会或公民大会的任何决议案,均不得具有高于法律的效力。” 请放下卷宗。审判官诸位,我认为,关于该决议案系违反此法律而提出这一点,我的论辩极其简短而容易。因为在存在如此之多法律的情况下,一个人竟逾越所有这些法律予以起草,并将一件私事以决议案的形式固定下来,除了是在主张决议案应当具有高于法律的效力之外,谁还能说他是在做别的什么呢?
βούλομαι τοίνυν ὑμῖν καὶ ἓν ἢ δύο ψηφίσματα δεῖξαι τῶν γεγραμμένων τοῖς ὡς ἀληθῶς εὐεργέταις τῆς πόλεως, ἵνʼ εἰδῆθʼ ὅτι ῥᾴδιόν ἐστι γράφειν τὰ δίκαια, ὅταν αὐτοῦ τις εἵνεκα τούτου γράφῃ, τοῦ τιμῆσαί τινα καὶ μεταδοῦναι τῶν ἡμῖν ὑπαρχόντων, καὶ μὴ διὰ τοῦ ταῦτα δοκεῖν ποιεῖν βούληται κακουργεῖν καὶ παρακρούεσθαι. λέγε τὰ ψηφίσματα ταυτί. ἀλλʼ ἵνα μὴ μακρὸν ὑμῖν ἀκούειν ᾖ, ἐξ ἑκάστου τῶν ψηφισμάτων αὐτὸ τοῦτʼ ἐξείλεκται περὶ οὗ τούτου κατηγορῶ. λέγε. ΨΗΦΙΣΜΑΤΑ. ὁρᾶθʼ ὅτι πάντες, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν αὐτὸν τρόπον γεγράφασιν. ἔστω φησὶν ὑπὲρ αὐτοῦ ἡ αὐτὴ τιμωρία καθάπερ ἂν τὸν Ἀθηναῖον ἀποκτείνῃ, κυρίους μὲν ἐῶντες τοὺς περὶ τούτων ὑπάρχοντας ὑμῖν νόμους, σεμνοὺς δʼ ἀποφαίνοντες, οἵ γʼ ἐν δωρειᾶς ἐποιήσαντο τάξει τὸ τούτων μεταδοῦναι. ἀλλʼ οὐκ Ἀριστοκράτης, ἀλλὰ προπηλακίζει μὲν καθʼ ὅσον δύναται τούτους (ὡς γοῦν οὐδενὸς ἀξίων ἴδιόν τι γράφειν ἐπεχείρησεν),2 μικρὰν δʼ ἀποφαίνει κἀκείνην τὴν δωρειὰν ᾗ τὴν πολιτείαν δεδώκατε τῷ Χαριδήμῳ. ὃς γάρ, ὡς ἀγαπώντων τοῦθʼ ὑμῶν καὶ προσοφειλόντων χάριν αὐτῷ, γέγραφεν καὶ πρὸς φυλάττειν ὑμᾶς ἐκεῖνον, ὅπως ἀδεῶς ὅ τι ἂν βούληται ποιῇ, πῶς οὐ τοῦθʼ ὃ λέγω διαπράττεται;
因此,我还想向你们出示一两份曾为城邦真正的恩人所起草的决议案,好让你们明白,如果一个人正是为了表彰某人并与之分享我们现有的权利而起草,而不是借此假象图谋作恶与欺骗,那么起草正当的条款是多么容易。请宣读这些决议案。但为了不让你们听起来过于冗长,从每份决议案中只摘录了我指控此人的那一部分。请宣读。 【决议案】雅典人啊,你们看到他们所有人都是以同样的方式起草的。“为了他,”文书写道,“应有与杀害雅典公民相同的惩罚”,这使你们关于这些事项的现行法律保持有效,并显出法律的崇高尊严,因为他们把分享这些法律本身列为了赏赐的等级。但阿里斯托克拉特斯却并非如此,而是在其力所能及的范围内侮蔑这些法律(至少他试图起草特殊条款,就仿佛现行法律一文不值),并把你们赐予卡里德莫斯公民权的那份礼物也贬得微不足道。因为他竟然起草规定,仿佛你们对此乐于接受且还欠他恩情一般,此外还要你们去保护那个人,好让他能够无所畏惧地为所欲为,这难道不正是做成了我所说的事吗?
οὐκ ἀγνοῶ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ὡς μὲν οὐ παρὰ τοὺς νόμους φανερῶς γέγραφεν τὸ ψήφισμα Ἀριστοκράτης οὐχ ἕξει δεῖξαι, ὃ δὲ δεινότατον πάντων ἐστίν, τὸ μηδεμίαν κρίσιν ἐν παντὶ ποιῆσαι τῷ ψηφίσματι τοιαύτης αἰτίας, τοῦθʼ ὑφαιρεῖσθαι πειράσεται.3 ἐγὼ δὲ περὶ αὐτοῦ τούτου πολλὰ μὲν λέγειν οὐκ οἶμαι δεῖν, ἐκ δὲ τοῦ ψηφίσματος αὐτοῦ δείξω σαφῶς οὐδʼ αὐτὸν τοῦτον ἡγούμενον εἶναι κρίσιν οὐδεμίαν τῷ τὴν αἰτίαν ἔχοντι.
因此,雅典人啊,我也并非不知,阿里斯托克拉特斯绝不可能证明自己的决议案没有公然违法,而他将试图掩盖那所有事情中最可怕的一点——即在整份决议案中,面对如此严重的指控竟然没有设立任何审判程序。但我认为关于此事本身毋需多言,仅凭决议案的文本本身,我便能清楚证明连他自己也认为对受到指控者不存在任何审判。
γέγραφεν γὰρ ἐάν τις ἀποκτείνῃ Χαρίδημον, ἀγώγιμος ἔστω, ἐὰν δέ τις ἀφέληται ἢ πόλις ἢ ἰδιώτης, ἔκσπονδος ἔστω, οὐκ ἐὰν μὴ παράσχῃ εἰς κρίσιν τὸν ἀφαιρεθέντα, ἀλλʼ ὅλως εὐθύς. καίτοι εἴ γʼ ἐδίδου κρίσιν καὶ μὴ ἀφῃρεῖτο, τότʼ ἂν προσέγραψεν4 κατὰ τῶν ἀφελομένων τὴν τιμωρίαν, ὁπότʼ εἰς τὴν κρίσιν μὴ παρέσχον ὃν ἐξείλοντο.
因为他写道:“如果有人杀害卡里德莫斯,应可直接抓捕押送;如果有人予以救护解救,无论是城邦还是个人,均置于条约保护之外”——他并没有写“如果不将获救之人交出受审”,而是无条件地立即如此规定。然而,如果他真的准予审判而没有将其剥夺,他本应在解救者未能将所救出之人交出受审的时候,才追加对解救者的惩罚。
- 86μηδὲ νόμον ἐπʼ ἀνδρὶ ἐξεῖναι θεῖναι, ἐὰν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσιν Ἀθηναίοις
介词短语 ἐπʼ ἀνδρί 意为“针对(特定)个人”(即禁止特权法或个别立法 privilegium)。在条件从句 ἐὰν μὴ τὸν αὐτὸν... 中,省略了动词 θεῖναι(或 θῇ τις)和名词 νόμον,即“除非对全体雅典人[制定]同一条[法律]”。
- 89ὡς γοῦν οὐδενὸς ἀξίων ἴδιόν τι γράφειν ἐπεχείρησεν
ὡς οὐδενὸς ἀξίων 充当省略了 ὄντων(以及指代 τούτους 现行法的主语 αὐτῶν)的独立属格,表主观意图或评价:“至少试图起草特殊条款,就仿佛它们[现行法律]一文不值”。
- 90ὃ δὲ δεινότατον πάντων ἐστίν, τὸ μηδεμίαν κρίσιν ἐν παντὶ ποιῆσαι τῷ ψηφίσματι τοιαύτης αἰτίας, τοῦθʼ ὑφαιρεῖσθαι πειράσεται
句首的 ὃ δὲ δεινότατον πάντων ἐστίν 是关系从句的前置先取结构(prolepsis),其具体同格内容由随后的定冠词不定式短语 τὸ μηδεμίαν κρίσιν... 充当,并在主句中被指示代词 τοῦθʼ(宾格)重新承接,作为 ὑφαιρεῖσθαι 的直接宾语。
- 91καίτοι εἴ γʼ ἐδίδου κρίσιν καὶ μὴ ἀφῃρεῖτο, τότʼ ἂν προσέγραψεν
过去与事实相反的虚拟条件句(反事实条件句)。条件从句使用未完成过去时直陈式搭配 εἴ(ἐδίδου, ἀφῃρεῖτο),表示过去持续的态度或状态(“如果他准许审判而不是将其剥夺”);主句归结句则由 ἄν 搭配不定过去时直陈式 τότʼ ἂν προσέγραψεν 构成,表示过去特定动作(“他本应在那个时候追加”)。
