- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:9-17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者揭露阿里斯托克拉特斯的提案表面上冠冕堂皇,实则是一场精心策划的政治阴谋,旨在钳制同盟将领并翦除色雷斯其他国王,从而使查里德穆斯协助刻耳索布勒普忒斯攫取独裁王权。
τοῦτο τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, βουλόμενοί τινες παῦσαι, καὶ καταλῦσαι μὲν τοὺς ἑτέρους βασιλέας, παραδοῦναι δʼ ἑνὶ τῷ Κερσοβλέπτῃ τὴν ἀρχὴν ἅπασαν, διαπράττονταί σφισι τοῦτο γενέσθαι τὸ προβούλευμα, τῷ μὲν ἀκοῦσαι κεχωρισμένον τοῦ τι τοιοῦτον δοκεῖν διαπράξασθαι, τῷ δʼ ἔργῳ πάντων μάλιστα τοῦτο περαίνοντες,1 ὡς ἐγὼ διδάξω.
雅典人啊,正是由于某些人企图终止这一局面,颠覆其他几位国王,并将全部统治权单独交予刻耳索布勒普忒斯一人,他们才为自己设法促成了这项预决案。这项预决案听起来似乎与达成此类目的毫不相干,但正如我将指出的那样,在实际效果上却最切实地完成了这一图谋。
ἐπειδὴ γὰρ ἑνὸς τελευτήσαντος τῶν βασιλέων Βηρισάδου, παραβὰς τοὺς ὅρκους καὶ τὰς συνθήκας ἃς μεθʼ ὑμῶν ἐποιήσατο, Κερσοβλέπτης ἐξέφερεν πόλεμον πρός τε τοὺς Βηρισάδου παῖδας καὶ πρὸς Ἀμάδοκον, εὔδηλον ἦν ὅτι τοῖς μὲν Βηρισάδου παισὶν Ἀθηνόδωρος βοηθήσοι, τῷ δʼ Ἀμαδόκῳ Σίμων καὶ Βιάνωρ· ὁ μὲν γὰρ Βηρισάδου κηδεστής, οἱ δʼ Ἀμαδόκου γεγόνασιν.
因为,当国王之一的贝里萨德斯去世后,刻耳索布勒普忒斯违背了他与你们订立的誓言与条约,向贝里萨德斯的诸子以及阿马多库斯发动战争。显而易见,阿忒诺多罗斯将会援助贝里萨德斯的诸子,而西蒙和比亚诺尔则会援助阿马多库斯;因为前者成了贝里萨德斯的姻亲,而后二位则成了阿马多库斯的姻亲。
ἐσκόπουν οὖν τίνʼ ἂν τρόπον ἡσυχίαν μὲν ἔχειν ἀναγκασθεῖεν οὗτοι, ἐρήμων δʼ ὄντων ἐκείνων ὁ Κερσοβλέπτῃ πράττων τὴν ἀρχὴν Χαρίδημος ἀσφαλῶς πάντα καταστρέψαιτο. εἰ πρῶτον μέν, ἄν τις αὐτὸν ἀποκτείνῃ, ψήφισμʼ ὑμέτερον γένοιτο, ἀγώγιμον εἶναι· δεύτερον δέ, εἰ χειροτονηθείη στρατηγὸς ὑφʼ ὑμῶν Χαρίδημος.2
因此,他们便考虑以何种方式迫使这些人保持静默,从而使那些国王孤立无援,而为刻耳索布勒普忒斯谋取王权的查里德穆斯便能稳妥地征服一切。其途径是:第一,你们通过一项决议,规定如果有人杀死查里德穆斯,此人当被引渡归案;第二,查里德穆斯被你们选任为将军。
οὔτε γὰρ ὑμετέρῳ στρατηγῷ προχείρως ἐναντία θήσεσθαι τὰ ὅπλʼ ἔμελλʼ ὁ Σίμων οὐδʼ ὁ Βιάνωρ, πολῖται γεγενημένοι καὶ ἄλλως ἐσπουδακότες πρὸς ὑμᾶς· ὁ δὲ δὴ γένει πολίτης Ἀθηνόδωρος οὐδὲ βουλεύσεσθαι· οὔτε τὴν διὰ τοῦ ψηφίσματος αἰτίαν ὑποδύσεσθαι, ἣ πρόδηλος ἦν ἐπʼ ἐκείνους ἥξουσα, εἴ τι πάθοι Χαρίδημος. ἐκ δὲ τούτου τοῦ τρόπου τῶν μὲν ἐρήμων ὄντων βοηθῶν, αὑτοῖς δʼ ἀδείας δοθείσης, ῥᾳδίως ἐκβαλεῖν ἐκείνους καὶ κατασχήσειν τὴν ἀρχήν.
因为西蒙和比亚诺尔既已被授予公民权,且在其他方面向来效忠于你们,他们绝不会轻易对你们的将军兵戎相见;至于本邦出生的公民阿忒诺多罗斯,更是连想都不会去想;他们也不会甘愿承受由该法令招致的罪责——而一旦查里德穆斯遭遇不测,这一罪责显然将降临在他们头上。通过这种方式,在对方失去一切援助者,而他们自己则获得免受惩治之保障的情况下,他们认为自己将能轻易逐走对方并攫取统治权。
καὶ ὅτι ταῦθʼ οὕτως ᾤοντο καὶ τοῦτʼ ἦν τὸ κατασκεύασμʼ αὐτοῖς, τὰ πραχθέντʼ αὐτὰ κατηγορεῖ. ἅμα γὰρ τῷ πολέμῳ τʼ ἐνεχείρουν αὐτοὶ καὶ πρὸς ὑμᾶς ἧκεν Ἀριστόμαχος πρεσβευτὴς παρʼ αὐτῶν ὁ Ἀλωπεκῆθεν οὑτοσί, ὃς ἄλλα τʼ ἐδημηγόρει παρʼ ὑμῖν ἐπαινῶν καὶ διεξιὼν τὸν Κερσοβλέπτην καὶ τὸν Χαρίδημον, ὡς φιλανθρώπως ἔχουσι πρὸς ὑμᾶς, καὶ μόνον ἀνθρώπων ἂν ἔφη Χαρίδημον Ἀμφίπολιν κομίσασθαι τῇ πόλει δύνασθαι, καὶ παρῄνει στρατηγὸν χειροτονῆσαι. ἡτοίμαστο δʼ αὐτοῖς τοῦτο τὸ προβούλευμα καὶ προδιῴκητο, ἵνʼ εἰ πεισθείητʼ ἐκ τῶν ὑποσχέσεων καὶ τῶν ἐλπίδων ἃς ὑπέτεινʼ ὁ Ἀριστόμαχος, εὐθὺς ἐπικυρώσειεν ὁ δῆμος καὶ μηδὲν ἐμποδὼν εἴη.
至于他们确实作如是想,且这确是他们的阴谋,事实本身便可为证。因为正当他们自己着手挑起战争之际,阿洛珀刻村的这位阿里斯托马库斯作为他们的使节来到了你们这里;他在你们面前发表演说,盛赞并详述刻耳索布勒普忒斯和查里德穆斯对你们怀有何等仁厚的善意,并声称查里德穆斯是全人类中唯一能为城邦收复安菲波利斯的人,还建议你们选任他为将军。而这项预决案已被他们预先备妥并安排妥当,以便一旦你们被阿里斯托马库斯所抛出的承诺与希望说服,民众便能立即予以批准,不再有任何阻碍。
καίτοι πῶς ἂν τεχνικώτερον ἢ κακουργότερον συμπαρεσκεύασαν ἄνθρωποι, ὅπως οἱ μὲν ἐκπεσοῦνται τῶν βασιλέων, εἷς δʼ ὃν αὐτοὶ βούλονται πᾶσαν ὑφʼ αὑτῷ ποιήσεται τὴν ἀρχήν, ἢ τοὺς μὲν τοῖν δυοῖν βοηθήσαντας ἂν εἰς φόβον καὶ συκοφαντίας εὐλάβειαν καθιστάντες, τῷ δʼ ἑνὶ πράττοντι τὴν ἀρχὴν καὶ πάντα τἀναντία τοῖς ὑμῖν συμφέρουσι κατασκευάζοντι τοσαύτην ἐξουσίαν διδόντες τοῦ ταῦτʼ ἀδεῶς πράττειν;3
然而,人们若要设法废黜某些国王,并让己方属意的一人将全部统治权收归己有,除了让本会援助另外两位国王的人陷入对诬告的恐惧与戒备,同时又给予那位为一人谋取王权且千方百计行损害你们利益之事的人如此巨大的肆意妄为之权以外,还能有什么比这更工于心计、更险恶的周密策划呢?
οὐ τοίνυν μόνον ἐκ τούτων δῆλόν ἐσθʼ ὅτι τούτων ἕνεκʼ ἐρρήθη τὸ προβούλευμʼ ὧν λέγω, ἀλλὰ καὶ ἐκ τοῦ ψηφίσματος αὐτοῦ μαρτυρία τίς ἐστʼ εὐμεγέθης. ἂν γὰρ ἀποκτείνῃ τις Χαρίδημον γράψας καὶ παραβὰς τὸ τί πράττοντʼ εἰπεῖν, πότερʼ ἡμῖν συμφέροντʼ ἢ οὔ, γέγραφʼ εὐθὺς ἀγώγιμον ἐκ τῶν συμμάχων εἶναι.
因此,这项预决案是出于我所陈述的这些缘由而被提出的,不仅从这些事实中显而易见,而且从法令本身中也可找到极其有力的明证。 因为他在写下“若有人杀死查里德穆斯”之后,却忽略了说明他当时正在从事何事——究竟是对我们有利还是有害,便直接写下“当从各盟邦中引渡归案”。
οὐκοῦν τῶν μὲν ἐχθρῶν ὁμοίως ἡμῖν τε κἀκείνῳ οὐδέποτʼ εἰς τοὺς ἡμετέρους ἥξει συμμάχους οὐδείς, οὔτʼ ἀποκτείνας ἐκεῖνον οὔτε μή, ὥστʼ οὐ κατὰ τούτων γέγραφεν ταύτην τὴν τιμωρίαν. τῶν δʼ ἡμετέρων μὲν φίλων, ἐκείνου δέ, ὅταν ἐγχειρῇ τι πράττειν ἐναντίον ὑμῖν, ἐχθρῶν, τούτων δή τίς ἐστιν ὁ τοῦτο τὸ ψήφισμα φοβηθεὶς ἂν καὶ φυλαξάμενος μὴ διʼ ἀνάγκην ἡμῖν εἰς ἔχθραν ἐλθεῖν. ἔστι τοίνυν οὗτος Ἀθηνόδωρος, Σίμων, Βιάνωρ, οἱ Θρᾴκης βασιλεῖς, ἄλλος ὅστις ἂν εἰς εὐεργεσίας μέρος καταθέσθαι βούλοιτο τὸ πράττειν ὑπεναντίʼ ἐκεῖνον ἐγχειροῦνθʼ ὑμῖν ἐπισχεῖν.
既然如此,对于那些同为我们与他的敌人的人来说,无论是否杀死了他,绝无一人会来到我们的盟友那里,因此他所规定的这道惩罚绝非针对那些人。相反,对于那些既是我们的朋友、又在他企图做出反对你们之事时成为其敌人的人而言——正是这等人会畏惧这项法令,并谨防被迫陷入与我们的敌对状态。而这些人正是阿忒诺多罗斯、西蒙、比亚诺尔、色雷斯的国王们,以及任何希望通过制止该人图谋反对你们的行为、从而积下一份恩惠的人。
- 9τῷ μὲν ἀκοῦσαι κεχωρισμένον τοῦ τι τοιοῦτον δοκεῖν διαπράξασθαι, τῷ δʼ ἔργῳ πάντων μάλιστα τοῦτο περαίνοντες
在此对仗结构中出现了轻微的破格结构(anacoluthon):前半句中的中性宾格分词 κεχωρισμένον 修饰预决案 τὸ προβούλευμα(“听上去与谋求此类事情毫不相干”),而后半句的 περαίνοντες 则转为阳性主格复数分词,在意义上呼应句首的主语策划者们 βουλόμενοί τινες。与格 τῷ ἀκοῦσαι 与 τῷ ἔργῳ 为表方面或方式的与格(“在听闻上”、“在事实上”)。
- 11εἰ πρῶτον μέν, ἄν τις αὐτὸν ἀποκτείνῃ, ψήφισμʼ ὑμέτερον γένοιτο, ἀγώγιμον εἶναι· δεύτερον δέ, εἰ χειροτονηθείη στρατηγὸς ὑφʼ ὑμῶν Χαρίδημος.
承接前文间接疑问句 τίνʼ ἂν τρόπον ... καταστρέψαιτο(“以何种方式得以征服……”)的省略结构。由 εἰ 引导的两个分句(εἰ ... γένοιτο 与 εἰ χειροτονηθείη)采取希求法条件从句的形式,具体列举了谋划者们所考虑的手段(“第一,如果通过决议……;第二,如果查里德穆斯被选任为将军……”)。不定词短语 ἀγώγιμον εἶναι 作 ψήφισμα 的同位语说明其内容(“规定……当被引渡”)。
- 15καίτοι πῶς ἂν τεχνικώτερον ἢ κακουργότερον συμπαρεσκεύασαν ἄνθρωποι, ὅπως οἱ μὲν ἐκπεσοῦνται τῶν βασιλέων, εἷς δʼ ὃν αὐτοὶ βούλονται πᾶσαν ὑφʼ αὑτῷ ποιήσεται τὴν ἀρχήν, ἢ τοὺς μὲν τοῖν δυοῖν βοηθήσαντας ἂν εἰς φόβον καὶ συκοφαντίας εὐλάβειαν καθιστάντες, τῷ δʼ ἑνὶ πράττοντι τὴν ἀρχὴν καὶ πάντα τἀναντία τοῖς ὑμῖν συμφέρουσι κατασκευάζοντι τοσαύτην ἐξουσίαν διδόντες τοῦ ταῦτʼ ἀδεῶς πράττειν;
该句核心为主句的反问比较结构:πῶς ἂν ... συμπαρεσκεύασαν ... ἢ ... καθιστάντες ... διδόντες(“除了通过将……置于恐惧之中,并给予……如此特权之外,人们还能如何更巧妙或更险恶地策划……呢?”)。πῶς ἂν ... ἢ 接分词表示“除了……还能怎样”。ὅπως 从句作 συμπαρεσκεύασαν 的目的/结果补足语,分词 καθιστάντες 和 διδόντες 则表示实施该阴谋的手段与方式。
