- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:18-24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者将从自己的三个论点(违法性、不利性与不配享性)中先讲哪一个的决定权交予听众,随后选择首先讨论违法性,并在宣读阿雷奥帕古斯的杀人法后指出,将查里德穆斯视作公民对待的同时绝不当违背法律给予其超越本邦公民的特权。
ὧν μὲν τοίνυν ἕνεκʼ ἐρρήθη τὸ προβούλευμα, ἵνα κυρώσειεν ὁ δῆμος ἐξαπατηθείς, καὶ διʼ ἃ τὴν γραφὴν ἐποιησάμεθʼ ἡμεῖς ταυτηνί, βουλόμενοι κωλῦσαι, ταῦτʼ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι. δίκαιον δʼ ἐστὶν ἴσως ἔμʼ ὑπεσχημένον τρίʼ ἐπιδείξειν, ἓν μὲν ὡς παρὰ τοὺς νόμους τὸ ψήφισμʼ εἴρηται, δεύτερον δʼ ὡς ἀσύμφορόν ἐστι τῇ πόλει, τρίτον δʼ ὡς ἀνάξιος τυχεῖν ᾧ γέγραπται, πάντων αἵρεσιν ὑμῖν δοῦναι τοῖς ἀκουσομένοις, τί πρῶτον ἢ τί δεύτερον ἢ τί τελευταῖον βουλομένοις ἀκούειν ὑμῖν ἐστιν.1
雅典人啊,当初之所以提出这项预决案,以便民众在受骗之下予以批准,以及我们之所以提起这桩公诉,意欲加以阻拦,缘由正是在于这些。而我既然已经许诺要证明三点——第一,该决议案的提出违反了法律;第二,它对城邦有害;第三,法令所针对的那个人根本不配享有此项特权——那么,把所有这些内容的抉择权交予即将听讼的你们,听任你们愿意先听什么、次听什么或最后听什么,这或许才是公允的。
ὅ τι δὴ βούλεσθε, ὁρᾶτε, ἵνα τοῦτο λέγω πρῶτον ὑμῖν. περὶ τοῦ παρανόμου βούλεσθε πρῶτον; τοῦτο τοίνυν ἐροῦμεν. ἃ δὴ δέομαι καὶ ἀξιῶ παρὰ πάντων ὑμῶν τυχεῖν, δίκαια, ὥς γʼ ἐμαυτὸν πείθω· μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τῷ διεψεῦσθαι τοῦ Χαριδήμου καὶ νομίζειν εὐεργέτην εἶναι2 φιλονικῶν δυσχερέστερον τοὺς περὶ τῶν νόμων λόγους ἀκούσῃ μου, μηδʼ ἀποστερήσῃ διὰ τοῦτο μήθʼ ἑαυτὸν τοῦ θέσθαι τὴν ψῆφον εὔορκον μήτʼ ἐμὲ τοῦ διδάξαι περὶ πάντων ὑμᾶς ὡς βούλομαι. ἀλλὰ ποιησάσθω τὴν ἀκρόασιν ὡδί· καὶ σκοπεῖσθʼ ὡς δίκαιʼ ἐρῶ·
因此,请考虑你们究竟想先听什么,以便我先向你们讲述此点。你们希望先听关于违法性的问题吗?那么我们就讲这一点。我恳请并期望从你们所有人那里得到的,至少就我自己而言是确信为合情合理的:雅典人啊,绝不要因为你们对查里德穆斯有所误信并认其为恩人,便出于意气用事而带着反感倾听我关于法律的论述;也不要因此既剥夺了你们自己依誓言投票的权利,又剥夺了我按自己的意愿就所有问题向你们阐明的机会。相反,请按如下方式倾听——且看我所言是何等公允:
ὅταν μὲν λέγω περὶ τῶν νόμων, ἀφελὼν ὅτῳ τὸ ψήφισμʼ εἴρηται καὶ ποίῳ τινί, σκοπείσθω πότερον παρὰ τοὺς νόμους ἢ κατʼ αὐτοὺς εἴρηται, καὶ μηδὲν ἄλλο· ὅταν δʼ ἐλέγχω τὰ πεπραγμένα καὶ διεξίω τὸν τρόπον ὃν πεφενάκισθʼ ὑπʼ αὐτοῦ, τὰς πράξεις σκοπείσθω, πότερον γεγονυίας ἢ ψευδεῖς ἐρῶ· ὅταν δʼ ἐξετάζω περὶ τοῦ συμφέρειν ἢ μὴ τῇ πόλει ταῦτα ψηφίσασθαι, πάντα τἄλλʼ ἀφεὶς τοὺς λογισμοὺς ὁράτω τοὺς περὶ τούτων, πότερʼ ὀρθῶς ἔχοντας ποιοῦμαι ἢ οὔ. ἐὰν γὰρ τοῦτον ἔχοντες τὸν τρόπον ἀκροάσησθέ μου, αὐτοί τʼ ἄρισθʼ ἃ προσήκει συνήσετε, χωρὶς ἕκαστα σκοποῦντες καὶ οὐχ ἅμα πάνθʼ ἁθρόʼ ἐξετάζοντες, κἀγὼ ῥᾷσθʼ ἃ βούλομαι δυνήσομαι διδάξαι. ἔσονται δὲ βραχεῖς περὶ πάντων οἱ λόγοι·
当我谈及法律时,请撇开这道法令是为谁、为怎样的一个人而提出的,只考察它是违反法律还是合乎法律而提出的,别无其他;当我揭发其过往行径并历数你们被他蒙骗的手法时,请考察那些行为,看我所说的是实有其事还是虚妄之谈;而当我审议通过这些决议对城邦究竟有利还是有害时,请抛开其余一切,专看关于这些事项的推理与论据,看我所作的论断究竟正确与否。因为如果你们怀着这种态度倾听我的发言,你们自己通过分别考察每一事项而非将所有问题混为一谈,便能最好地领会当明之理,而我也能最轻松地说明我所要阐述的内容。并且我关于这一切的论述都将十分简短。
λαβὲ δὴ τοὺς νόμους αὐτοὺς καὶ λέγε, ἵνʼ ἐξ αὐτῶν ἐπιδεικνύω τούτων τὸ παράνομον. ΝΟΜΟΣ ΕΚ ΤΩΝ ΦΟΝΙΚΩΝ ΝΟΜΩΝ ΤΩΝ ΕΞ ΑΡΕΙΟΥ ΠΑΓΟΥ. "δικάζειν δὲ τὴν βουλὴν τὴν ἐν Ἀρείῳ πάγῳ φόνου καὶ τραύματος ἐκ προνοίας καὶ πυρκαϊᾶς καὶ φαρμάκων, ἐάν τις ἀποκτείνῃ δούς."
拿过法律文本来宣读吧,以便我直接据此证明这些人的违法之处。 【出自阿雷奥帕古斯杀人诸法之法条】“阿雷奥帕古斯议事会当审理谋杀案、蓄意伤人案、放火案以及下毒案(若有人施毒致死)。”
ἐπίσχες. ἠκούσατε μὲν τοῦ τε νόμου καὶ τοῦ ψηφίσματος, ὦ ἄνδρες Ἀθηναῖοι· ὡς δʼ ἄν μοι δοκεῖτε τοὺς περὶ τοῦ παρανόμου λόγους αὐτοὺς ῥᾷστα μαθεῖν, τοῦθʼ ὑμῖν φράσω· εἰ σκέψαισθʼ3 ἐν τίνι τάξει ποτʼ ἔσθʼ ὑπὲρ οὗ τὸ ψήφισμʼ εἴρηται, πότερα ξένος ἢ μέτοικος ἢ πολίτης ἐστίν. εἰ μὲν δὴ μέτοικον φήσομεν, οὐκ ἐροῦμεν ἀληθῆ, εἰ δʼ αὖ ξένον, οὐχὶ δίκαια ποιήσομεν· τὴν γὰρ τοῦ δήμου δωρειάν, ἐν ᾗ πολίτης γέγονεν, κυρίαν αὐτῷ δίκαιόν ἐστιν εἶναι. ὡς ὑπὲρ πολίτου τοίνυν, ὡς ἔοικε, ποιητέον τοὺς λόγους.
停一下。雅典人啊,你们已经听取了法律与决议案。而我认为你们若要最容易地领会关于违法性的论述本身,方法我这就告诉你们:只要你们考察一下,该决议案为其提出的那个人究竟处于何种身份等级,究竟是外国人、外侨还是公民。如果我们说他是外侨,我们便未说真话;反之,若说他是外国人,我们便有失公允;因为民众赐予他并使之成为公民的这份赠礼,理当对他有效。因此,看来我们的论述必须当他是公民来展开。
θεάσασθε δὴ πρὸς Διὸς ὡς ἁπλῶς καὶ δικαίως χρήσομαι τῷ λόγῳ, ὃς εἰς μὲν ταύτην τίθεμαι τὴν τάξιν αὐτὸν ἐν ᾗ πλείστης ἂν τυγχάνοι τιμῆς, ἃ δʼ οὐδʼ ἡμῖν τοῖς γένει πολίταις ἐστίν, οὐδʼ ἐκείνῳ δεῖν οἶμαι γενέσθαι παρὰ τοὺς νόμους. τίνʼ οὖν ἐστι ταῦτα; ἃ νυνὶ γέγραφʼ οὑτοσί. γέγραπται γὰρ ἐν μὲν τῷ νόμῳ τὴν βουλὴν δικάζειν φόνου καὶ τραύματος ἐκ προνοίας καὶ πυρκαϊᾶς καὶ φαρμάκων, ἐάν τις ἀποκτείνῃ δούς.
那么凭宙斯起誓,请看我将何其质朴而公允地进行论证:我一方面将他置于他所能获得最高尊荣的身份地位之中,另一方面,即便对于我们这些本邦出生的公民亦不可行之事,我认为也不当违反法律而授予他。那么,这些究竟是何等之事呢?正是此人如今所写下的条款。因为法律中写道: “议事会当审理谋杀案、蓄意伤人案、放火案以及下毒案(若有人施毒致死)。”
- 18δοῦναι τοῖς ἀκουσομένοις, τί πρῶτον ἢ τί δεύτερον ἢ τί τελευταῖον βουλομένοις ἀκούειν ὑμῖν ἐστιν
不定式 δοῦναι 的逻辑主语是前文的宾格 ἐμέ,而与格分词 τοῖς ἀκουσομένοις 是其间接宾语,与间接疑问句内的 ὑμῖν 在语义上相呼应。句式 τί... βουλομένοις ἀκούειν ὑμῖν ἐστιν 构成了表示意愿的与格惯用句型(ἔστιν ὑμῖν βουλομένοις,意为“若你们希望 / 你们愿意”)。
- 19τῷ διεψεῦσθαι τοῦ Χαριδήμου καὶ νομίζειν εὐεργέτην εἶναι
冠词 τῷ 使并列的完成时不定式 διεψεῦσθαι 与现在时不定式 νομίζειν 名词化,构成修饰分词 φιλονικῶν 的原因/理由与格(“由于在查里德穆斯一事上受骗……”)。支配于 διεψεῦσθαι 的属格 τοῦ Χαριδήμου 表示受蒙骗所关涉的对象或方面。
- 23ὡς δʼ ἄν μοι δοκεῖτε τοὺς περὶ τοῦ παρανόμου λόγους αὐτοὺς ῥᾷστα μαθεῖν, τοῦθʼ ὑμῖν φράσω· εἰ σκέψαισθʼ
助词 ἄν 在句法上并不修饰谓语动词 δοκεῖτε,而是与不定式 μαθεῖν 结合表示潜在可能(“在我看来你们能最轻易领会……的方式”)。该不定式构成了后续希求法条件从句 εἰ σκέψαισθʼ 所对应的结论句。
