- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:1-8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
控告人声明自己起诉阿里斯托克拉特斯的非法法令并非出于私仇,而是为了保全凯尔索内苏斯这一国家利益,并指出该法令将破坏色雷斯诸王之间的均势。
μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ μήτʼ ἰδίας ἔχθρας ἐμὲ μηδεμιᾶς ἕνεχʼ ἥκειν Ἀριστοκράτους κατηγορήσοντα τουτουί, μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημʼ ἑτοίμως οὕτως ἐπὶ τούτῳ προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν, ἀλλʼ εἴπερ ἄρʼ ὀρθῶς ἐγὼ λογίζομαι καὶ σκοπῶ, ὑπὲρ τοῦ Χερρόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς, περὶ τούτου μοί ἐστιν ἅπασʼ ἡ σπουδή.1
雅典人啊,请你们任何人不要以为,我是出于任何个人的私仇而前来控告这位阿里斯托克拉特斯的,也不要以为我是看到了某种微不足道的过失,便如此轻率地为了这事让自己陷入仇怨之中。相反,如果我的推断与审视确实正确的话,我的全副精力完全在于:为了使你们能够稳固地保有凯尔索内苏斯,而不致受骗再度丧失它。
δεῖ δὴ πάντας ὑμᾶς, εἰ βούλεσθʼ ὀρθῶς περὶ τούτων μαθεῖν καὶ κατὰ τοὺς νόμους δικαίως κρῖναι τὴν γραφήν, μὴ μόνον τοῖς γεγραμμένοις ἐν τῷ ψηφίσματι ῥήμασιν προσέχειν, ἀλλὰ καὶ τὰ συμβησόμενʼ ἐξ αὐτῶν σκοπεῖν. εἰ μὲν γὰρ ἦν ἀκούσασιν εὐθὺς εἰδέναι τὰ κεκακουργημένα, τὴν ἀρχὴν ἴσως ἂν οὐκ ἐξηπάτησθε·
因此,如果你们希望正确地了解这些事情,并依据法律公正地审判这起公诉案,你们所有人就必须不仅注意法令中所写的字句,而且还要审视由此产生的结果。因为如果在听闻时就能立刻看清其中的阴谋构陷,你们起初或许就不会受骗了。
ἐπειδὴ δὲ τοῦθʼ ἕν ἐστι τῶν ἀδικημάτων, τὸ τοῦτον τὸν τρόπον καὶ λέγειν καὶ γράφειν ἐνίους ὃν ἂν ἥκισθʼ ὑμεῖς ὑπίδοισθέ τι καὶ φυλάξαισθε, προσήκει μὴ πάνυ θαυμάζειν, εἰ καὶ τοῦτο τὸ ψήφισμʼ ἡμεῖς οὕτω γεγραμμένον ἐπιδείξομεν ὥστε δοκεῖν μὲν Χαριδήμῳ φυλακήν τινα τοῦ σώματος διδόναι, τὴν ὡς ἀληθῶς δὲ δικαίαν καὶ βέβαιον τῆς πόλεως ἀποστερεῖν.2
然而,由于不正义的行径之一,正是某些人以你们最不怀疑、最不提防的方式来演说和拟定提案,因此,如果我们证明这项法令的撰写方式,在表面上看似给予查里德穆斯某种人身护卫,实则剥夺了城邦真正正义而稳固的防务,你们也绝不应当感到惊讶。
εἰκότως δʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ προσέχοιτέ μοι τὸν νοῦν καὶ μετʼ εὐνοίας ἀκούσαιθʼ ἃ λέγω. ἐπειδὴ γάρ, οὐχὶ τῶν ἐνοχλούντων ὑμᾶς οὐδὲ τῶν πολιτευομένων καὶ πιστευομένων παρʼ ὑμῖν ὤν, πρᾶγμα τηλικοῦτόν φημι δείξειν πεπραγμένον, ἐάν, ὅσον ἐστὶν ἐν ὑμῖν, συναγωνίσησθέ μοι καὶ προθύμως ἀκούσητε, τοῦτό τε σώσετε καὶ ποιήσετε μὴ κατοκνεῖν, ἐάν τίς τι καὶ ἡμῶν οἴηται δύνασθαι ποιῆσαι τὴν πόλιν ἀγαθόν. οἰήσεται δέ, ἂν μὴ χαλεπὸν εἶναι νομίζῃ τὸ παρʼ ὑμῖν λόγου τυχεῖν.
雅典人啊,你们向我倾注注意并怀着善意聆听我的发言,乃是合情合理的。因为我既不是向你们无端生扰之徒,也不是在你们当中参政且备受信任之人,我却声称将揭示这样一件重大之事的发生;只要你们尽己所能协助我并热诚倾听,你们不仅将保全此项正义,也将使我们当中凡认为自己能为城邦做些好事的人不致退缩不前。只要他不认为在你们面前获得发言机会是一件难事,他便会这样去想。
νῦν δὲ πολλοῖς τοῦτο φοβουμένοις, λέγειν μὲν ἴσως οὐ δεινοῖς, βελτίοσι δʼ ἀνθρώποις τῶν δεινῶν, οὐδὲ σκοπεῖν ἐπέρχεται τῶν κοινῶν οὐδέν. ἐγὼ γοῦν (ὀμνύω τοὺς θεοὺς ἅπαντας) ἀπώκνησʼ ἄν, εὖ ἴστε, καὶ αὐτὸς τὴν γραφὴν ταύτην ἀπενεγκεῖν, εἰ μὴ πάνυ τῶν αἰσχρῶν ἐνόμιζον εἶναι νῦν μὲν ἡσυχίαν ἄγειν καὶ σιωπῆσαι, πρᾶγμʼ ἀλυσιτελὲς τῇ πόλει κατασκευάζοντας ὁρῶν τινας ἀνθρώπους, πρότερον δέ, ὅτʼ ἔπλευσα τριηραρχῶν εἰς Ἑλλήσποντον, εἰπεῖν καὶ κατηγορῆσαί τινων, οὓς ἀδικεῖν ὑμᾶς ἡγούμην.
然而现在,许多人惧怕这一点——他们或许不善言辞,却是比那些巧言者更优秀的人——甚至连审视任何公共事务的念头都不会产生。至少就我而言(我向诸神起誓),请你们确信,若非我认为在目睹某些人为城邦设下有害之事时,如今却保持安静与沉默乃是极其可耻的,那么我自己本也会退缩而不提起这项公诉的——尤其是此前,当作为三列桨座战船统领航向赫勒斯滂时,我曾发言控告过某些我认为侵害了你们的人。
οὐκ ἀγνοῶ μὲν οὖν ὅτι τὸν Χαρίδημον εὐεργέτην εἶναί τινες τῆς πόλεως οἴονται· ἐγὼ δέ, ἄν περ ἃ βούλομαί τε καὶ οἶδα πεπραγμένʼ ἐκείνῳ δυνηθῶ πρὸς ὑμᾶς εἰπεῖν, οἶμαι δείξειν οὐ μόνον οὐκ εὐεργέτην, ἀλλὰ καὶ κακονούστατον ἀνθρώπων ἁπάντων καὶ πολὺ τἀναντίʼ ἢ προσῆκεν ὑπειλημμένον.
因此,我并非不知道,有些人认为查里德穆斯是城邦的恩人;但我认为,只要我能向你们讲出我所期望且知晓的他所做过的那些事,我将证明他不仅不是恩人,反而是所有人中最具恶意之徒,并且所获评价与他应得的完全相反。
εἰ μὲν οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο μέγιστον Ἀριστοκράτης ἠδίκει, τὸ τοιούτου, οἷον ἐγώ φημι δείξειν τὸν Χαρίδημον ὄντα, τοσαύτην πεποιῆσθαι πρόνοιαν ἐν τῷ ψηφίσματι ὥστʼ ἰδίαν παρὰ τοὺς νόμους, ἄν τι πάθῃ, τιμωρίαν αὐτῷ δεδωκέναι, ταῦτʼ ἂν ἤδη λέγειν πρὸς ὑμᾶς ἐπεχείρουν, ἵνʼ εἰδῆτε πολλοῦ δεῖν3 ἄξιον ὄντα τυχεῖν τοῦ ψηφίσματος αὐτὸν τουτουί. νυνὶ δʼ ἕτερον τούτου μεῖζον διὰ τοῦ ψηφίσματος ἔστʼ ἀδίκημα, ὃ δεῖ πρότερον καὶ μαθεῖν ὑμᾶς καὶ φυλάξασθαι.
雅典人啊,如果阿里斯托克拉特斯所犯下的最大过错,仅仅在于他在法令中为我将证明其为人如此的查里德穆斯作了如此周详的考量,以至于违法授予他一旦遇害便可获得的个别复仇特权,那我立刻就会着手向你们陈述这些事,好让你们明白他绝不配得到这项法令。但如今,由于这项法令,还存在着另一桩比这更为重大的侵害,你们必须先了解它并加以提防。
ἀνάγκη δὲ ἐστὶ πρῶτον ἁπάντων εἰπεῖν καὶ δεῖξαι τί ποτʼ ἐστὶ τὸ Χερρόνησον ὑμᾶς ἀσφαλῶς ἔχειν πεποιηκός· διὰ γὰρ τοῦ μαθεῖν τοῦτο καὶ τἀδίκημα σαφῶς ὄψεσθε. ἔστι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο, τὸ τελευτήσαντος Κότυος Βηρισάδην καὶ Ἀμάδοκον καὶ Κερσοβλέπτην τρεῖς ἀνθʼ ἑνὸς γενέσθαι Θρᾴκης βασιλέας· συμβέβηκε γὰρ ἐκ τούτου αὑτοῖς μὲν ἀντιπάλους εἶναι τούτους, ὑμᾶς δʼ ὑπέρχεσθαι καὶ θεραπεύειν.
首先必须说明并指出的是,究竟是什么使你们得以稳固地保有凯尔索内苏斯;因为通过了解这一点,你们也将清楚地看清那项罪行。雅典人啊,这正是:在科提斯去世后,贝里萨德斯、阿马多库斯和刻耳索布勒普忒斯三个人取代了一人而成为色雷斯的国王;因为由此带来的结果是,他们彼此成为了对手,而对你们则百般讨好与迎奉。
- 1ὑπὲρ τοῦ Χερρόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς, περὶ τούτου μοί ἐστιν ἅπασʼ ἡ σπουδή
复指(epanalepsis)结构,句首由“ὑπὲρ τοῦ + 不定式短语”构成的介词短语在主句中被“περὶ τούτου”重新承接。通过将核心主题(稳固保有凯尔索内苏斯)前置以示强调,随后通过谓语短语完成句意。
- 3τὴν ὡς ἀληθῶς δὲ δικαίαν καὶ βέβαιον τῆς πόλεως ἀποστερεῖν
承接前文的“φυλακήν τινα τοῦ σώματος”,冠词“τὴν”之后省略了名词“φυλακήν”(护卫/防备)。属格“τῆς πόλεως”在句法上既可作定语修饰省略的名词(“城邦的护卫”),也可作动词“ἀποστερεῖν”所支配的夺格性属格(“剥夺城邦的……”)。基于与前文“Χαριδήμῳ ... διδόναι”(赋予查里德穆斯)的严格对比,此处统一定为由动词支配、表示被剥夺对象的夺格性属格(从城邦剥夺)。
- 7πολλοῦ δεῖν
由无人称动词“δεῖ”构成的绝对不定式成语结构,充当副词短语,意为“远非”、“绝不”。在此修饰“ἄξιον ὄντα”,强调查里德穆斯根本不配获得该法令的优待。
