← 狄摩西尼

控诉阿里斯托克拉底

§80-85

扭送程序与人质扣押法的法定限制及决议案的违背

演说者列举了针对杀人犯的第六种程序(扭送程序)以及关于非正常死亡的人质扣押法,论证了阿里斯托克拉特的决议案如何完全无视正当审判与法定限制,践踏了这道法律。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§80

ἔτι τοίνυν ἔσθʼ ἕκτη τιμωρία πρὸς ἁπάσαις ταύταις, ἣν ὁμοίως παραβὰς γέγραφεν τὸ ψήφισμʼ οὑτοσί. εἰ πάντα ταῦτά τις ἠγνόηκεν, ἢ καὶ παρεληλύθασιν οἱ χρόνοι ἐν οἷς ἔδει τούτων ἕκαστα ποιεῖν, ἢ διʼ ἄλλο τι οὐχὶ βούλεται τούτους τοὺς τρόπους ἐπεξιέναι, τὸν ἀνδροφόνον δʼ ὁρᾷ περιιόντʼ ἐν τοῖς ἱεροῖς καὶ κατὰ τὴν ἀγοράν, ἀπάγειν ἔξεστιν εἰς τὸ δεσμωτήριον, οὐκ οἴκαδʼ οὐδʼ ὅποι βούλεται, ὥσπερ σὺ δέδωκας. κἀνταῦθʼ ἀπαχθεὶς οὐδʼ ὁτιοῦν, πρὶν ἂν κριθῇ, πείσεται, ἀλλʼ ἐὰν μὲν ἁλῷ, θανάτῳ ζημιωθήσεται, ἐὰν δὲ μὴ μεταλάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων ὁ ἀπαγαγών, χιλίας προσοφλήσει.

此外,在所有这些之外还有第六种惩处程序,而此人在起草决议案时同样逾越了这一程序。如果有人不了解所有这些法庭程序,或者应当采取这些措施的期限已经届满,又或者出于其他原因不愿通过这些途径提起诉讼,但他若在神庙和广场中见到凶手四处走动,他是可以将凶手押往监狱的——而不是像你所准许的那样,可以押往自己家中或任何想去的地方。被告被押往那里之后,在受审之前不得遭受丝毫伤害;相反,如果他被定罪,将被处以死刑;但如果抓捕押送者未能获得五分之一的选票,他还将被加罚一千德拉克马。

§81

ἀλλʼ οὐχ οὗτος ἔγραψε ταῦτα, ἀλλὰ τὸν μὲν ἀθῷον αἰτιᾶσθαι, τὸν δʼ ἄκριτον παραχρῆμʼ ἐκδίδοσθαι. ἂν δέ τις ἀνθρώπων ἢ καὶ ὅλη πόλις τοσούτοις νομίμοις ἀναιρουμένοις ὅσοις ἐγὼ διεξελήλυθα, καὶ τοσούτοις δικαστηρίοις καταλυομένοις ὅσοις εἴρηκα, ἃ θεοὶ κατέδειξαν καὶ μετὰ ταῦτʼ ἄνθρωποι χρῶνται πάντα τὸν χρόνον, βοηθήσῃ καὶ τὸν ὑβριζόμενον καὶ παρανομούμενον ἀφέληται, ἔκσπονδον ἔγραψεν εἶναι, καὶ οὐδὲ τούτῳ λόγον οὐδὲ κρίσιν πεποίηκεν, ἀλλὰ καὶ τοῦτον εὐθὺς ἄνευ κρίσεως κολάζει. πῶς ἂν ἢ δεινότερον γένοιτʼ ἢ παρανομώτερον τούτου ψήφισμα;

然而,此人并未作此起草,而是让一方免受处罚地提出指控,让另一方未经审判便立即被引渡处置。并且,在我所详述的如此众多的传统法度被废除、我所列举的如此众多的法庭——那些由诸神设立、此后由人类历代沿用的法庭——被瓦解之际,如果有人或整个城邦挺身相助,解救了那名遭受暴虐和不法对待的人,他却在提案中写明该人或该城邦亦处于休战条约保护之外;对于他们,他同样没有给予申辩或审判的机会,而是未经审讯便径行直接予以惩处。怎能有比这更骇人听闻、更为不法的决议案呢?

§82

ἆρά τις ἡμῖν ἔτι λοιπός ἐστι νόμος; δεῖξον. οὑτοσί. λέγε τοῦτον. ΝΟΜΟΣ. "ἐάν τις βιαίῳ θανάτῳ ἀποθάνῃ, ὑπὲρ τούτου τοῖς προσήκουσιν εἶναι τὰς ἀνδροληψίας, ἕως ἂν ἢ δίκας τοῦ φόνου ὑπόσχωσιν ἢ τοὺς ἀποκτείναντας ἐκδῶσι. τὴν δὲ ἀνδροληψίαν εἶναι μέχρι τριῶν, πλέον δὲ μή." πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καλῶς ἐχόντων νόμων οὐκ οἶδʼ εἴ τινος ἧττον οὗτος ἔχει καλῶς καὶ δικαίως ὁ νόμος.1 σκέψασθε γὰρ ὡς νομίμως καὶ σφόδρʼ ἀνθρωπίνως κεῖται.

我们是否还有遗漏的法律?出示一下。就是这道。请宣读这道法律。 【法律】“如果有人死于暴力,死者的亲属有权为其扣押人质,直到对方就杀人案接受审判,或者引渡杀人者。但扣押人质以三人为限,不得超过。” 雅典人啊,在众多制定完备的法律中,我不知道是否还有任何法律比这道法律更为完善、更为正当。请审视一下,它的制定是多么合乎法度,多么充满人性情理。

§83

ἐάν τις βιαίῳ θανάτῳ ἀποθάνῃ, φησίν. πρῶτον μὲν δὴ τοῦτο προσγράψας τὸ βιαίως, σύμβολον πεποίηκεν ᾧ γιγνώσκομεν ὅτι, ἂν ἀδίκως, λέγει. ὑπὲρ τούτου φησὶ τοῖς προσήκουσιν εἶναι τὰς ἀνδροληψίας, ἕως ἂν ἢ δίκας τοῦ φόνου ὑπόσχωσιν ἢ τοὺς ἀποκτείναντας ἐκδῶσιν. σκοπεῖσθʼ ὡς καλῶς. πρότερον μὲν ὑποσχεῖν δίκας ἀξιοῖ, μετὰ ταῦτα δέ, ἂν τοῦτο μὴ βούλωνται, προσέταξεν ἐκδοῦναι· ἐὰν δὲ μηδέτερον τούτων ἐθέλωσι, τὸ ἀνδρολήψιόν φησιν εἶναι μέχρι τριῶν, πλέον δὲ μή. παρὰ τοίνυν ὅλον τοῦτον τὸν νόμον εἴρηται τὸ ψήφισμα.

“如果有人死于暴力,”法律如此写道。首先,通过加上这句“以暴力”,它确立了一个标志,借此我们明白其含义为“如果是非正义地被杀”。 “为其,”法律写道,“亲属有权扣押人质,直到对方就杀人案接受审判,或者引渡杀人者。” 请看这是多么周全!它首先要求对方接受审判;随后,若对方不愿受审,才命令其引渡凶手;如果对方两样都不肯做,“扣押人质,”法律写道,“以三人为限,不得超过。” 因此,该决议案完全是违反这整道法律而提出的。

§84

πρῶτον μὲν γάρ, ἐάν τις ἀποκτείνῃ γράφων, οὐ προσέγραψʼ ἀδίκως οὐδὲ βιαίως οὐδʼ ὅλως οὐδέν. εἶτα πρὸ τοῦ δίκην ἀξιῶσαι λαβεῖν, εὐθὺς ἔγραψεν ἀγώγιμον εἶναι. πρὸς δὲ τούτοις ὁ μὲν νόμος, ἐὰν μήτε δίκας ὑπόσχωσι παρʼ οἷς ἂν τὸ πάθος γένηται, μήτε τοὺς δεδρακότας ἐκδῶσι, κελεύει κατὰ τούτων εἶναι μέχρι τριῶν τὸ ἀνδρολήψιον· ὁ δὲ τούτους μὲν ἀθῴους παρῆκε, καὶ οὐδὲ λόγον πεποίηται περὶ αὐτῶν οὐδένα, τοὺς δὲ τὸν ἤδη πεφευγότα (θήσω γὰρ οὕτω) κατὰ τὸν κοινὸν ἁπάντων ἀνθρώπων νόμον, ὃς κεῖται τὸν φεύγοντα δέχεσθαι, ὑποδεξαμένους ἐκσπόνδους εἶναι γράφει, ἐὰν μὴ τὸν ἱκέτην ἔκδοτον διδῶσιν. οὐκοῦν καὶ τῷ μὴ προσθεῖναι πῶς, ἐὰν ἀποκτείνῃ, καὶ τῷ μηδεμίαν κρίσιν εἰπεῖν, καὶ τῷ μὴ δίκας αἰτεῖν, καὶ τῷ πανταχόθεν διδόναι λαβεῖν, καὶ τῷ τοὺς ὑποδεξαμένους, ἀλλὰ μὴ παρʼ οἷς ἂν τὸ πάθος γένηται κολάζειν,2 καὶ πᾶσιν οὑτωσὶ φανερῶς καὶ παρὰ τοῦτον εἴρηκε τὸν νόμον.

因为首先,他在起草“如果有人杀害”时,并未加上“非正义地”或“以暴力”或任何限定词。其次,在要求获得审判救济之前,他便立即写明可直接拿办。除此以外,法律规定,如果在案发地的人们既不肯接受审判,也不肯引渡行凶者,则命令针对这批人实施至多三人的扣押;而他却将这些责任人放过且免于追究,对其只字未提;相反,对于那些根据全人类的共同法律——即接纳逃亡者的普遍法度——而收容了业已逃亡之人(我且如此假定)的人们,他却起草规定,若不将寻求庇护者引渡出来,便将其列入条约保护之外。因此,无论是因为未指明在何种情形下杀人,还是因为未规定任何审判,抑或未要求通过审判索偿,以及允许在任何地方捕人,并且惩罚收容庇护者而非案发地之人,在所有这些方面,他都如此显然地也违反这道法律作了发言。

语法注2 条
  1. 82οὐκ οἶδʼ εἴ τινος ἧττον οὗτος ἔχει καλῶς καὶ δικαίως ὁ νόμος

    这是由委婉句式 οὐκ οἶδα εἰ...(我不知道是否……)与比较级副词 ἧττον(更差/较少)结合而成的弱化陈述(litotes)惯用句。字面为“我不知道这道法律是否比其他任何法律更不完善、更不正当”,实际修辞意义为“没有任何法律比这道法律更为完善、更为正当”。

  2. 85οὐκοῦν καὶ τῷ μὴ προσθεῖναι πῶς, ἐὰν ἀποκτείνῃ, καὶ τῷ μηδεμίαν κρίσιν εἰπεῖν, καὶ τῷ μὴ δίκας αἰτεῖν, καὶ τῷ πανταχόθεν διδόναι λαβεῖν, καὶ τῷ τοὺς ὑποδεξαμένους, ἀλλὰ μὴ παρʼ οἷς ἂν τὸ πάθος γένηται κολάζειν

    此处由定冠词中性单数与格 τῷ 引导的不定式(τῷ προσθεῖναι、τῷ εἰπεῖν、τῷ αἰτεῖν、τῷ διδόναι、τῷ κολάζειν)通过 καί... καί... 形成五重排比,作为表示“原因”或“依据”的与格,修饰句末的主动词 εἴρηκε(提出/发言)。这种结构清晰地列举了决议案违法的具体方面。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:80-85