- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:74-79
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者列举了雅典余下的三座古老凶杀案法庭(审理正当杀戮的德尔菲尼翁、审理无生命致死物的普吕塔内翁、以及审理流亡期间再犯杀人罪的弗雷阿托),指出决议案剥夺审判与答辩程序、径直引渡嫌犯的做法彻底违背了敬虔与传统法度。
τρίτον δʼ ἕτερον πρὸς τούτοις δικαστήριον, ὃ πάντων ἁγιώτατα τούτων ἔχει καὶ φρικωδέστατα, ἄν τις ὁμολογῇ μὲν κτεῖναι, ἐννόμως δὲ φῇ δεδρακέναι. τοῦτο δʼ ἐστὶ τοὐπὶ Δελφινίῳ. δοκοῦσι γάρ μοι, ὦ ἄνδρες δικασταί, ζητῆσαι τοῦτο πρῶτον ἁπάντων οἱ περὶ τούτων ἐν ἀρχῇ τὰ δίκαιʼ ὁρίσαντες, πότερʼ οὐδένα χρὴ φόνον ὅσιον εἶναι νομίζειν ἢ τινά γʼ ἔσθʼ ὅσιον νομιστέον, λογιζόμενοι δʼ ὅτι μητέρʼ Ὀρέστης ἀπεκτονὼς ὁμολογῶν θεῶν δικαστῶν τυχὼν ἀποφυγγάνει, νομίσαι δίκαιόν τινʼ εἶναι φόνον· οὐ γὰρ ἂν τά γε μὴ δίκαια θεοὺς ψηφίσασθαι.1 ὡς δὲ τοῦτʼ ἐνόμισαν, γράφουσιν ἤδη καὶ διορίζουσι σαφῶς ἐφʼ οἷς ἐξεῖναι ἀποκτιννύναι.
此外,还有第三个不同的法庭,它是这一切中最神圣且最令人敬畏的,即当某人承认杀人、却声称自己是依法行事之时;这就是在德尔菲尼翁的法庭。审判官诸位,在我看来,最初在这些事情上确立正义准则的人们,首先探讨的乃是:究竟是任何杀戮都不应当被视为符合神圣法度,还是某些杀戮确实应当被视为合法的;他们考虑到,俄瑞斯忒斯在承认杀害母亲之后,由诸神担任审判官并获得了无罪开释,因而认定某些杀戮是正当的;因为诸神绝不会对不正义之事投赞成票。一旦确立了这一见解,他们随即著诸文字,并明确界定了在何种情况下可以杀人。
ἀλλʼ οὐχ οὗτος οὐδὲν ἀφεῖλεν, ἀλλʼ ἁπλῶς, ἐάν τις ἀποκτείνῃ Χαρίδημον, κἂν δικαίως, κἂν ὡς οἱ νόμοι διδόασιν, ἔκδοτον ποιεῖ. καίτοι πᾶσίν εἰσι πράγμασι καὶ λόγοις δύο προσθῆκαι, ἡ τοῦ δικαίου καὶ ἀδίκου· ἃς ἅμα μὲν ταὐτὸ πρᾶγμʼ οὐδὲν ἂν δύναιτο σχεῖν οὐδὲ λόγος οὐδείς (πῶς γὰρ ἂν δίκαιʼ ἅμα ταὐτὰ καὶ μὴ γένοιτο;) τὴν ἑτέραν δʼ ἕκαστον ἔχον δοκιμάζεται, κἂν μὲν τὴν ἄδικον φανῇ, πονηρὸν κρίνεται, ἂν δὲ τὴν δικαίαν, χρηστὸν καὶ καλόν. σὺ τοίνυν οὐδετέραν προσέθηκας τούτων, ἄν τις ἀποκτείνῃ γράφων· ἀλλʼ ἀόριστον εἰπὼν αὐτὴν τὴν αἰτίαν, καὶ μετὰ ταῦτʼ εὐθὺς προσγράψας ἀγώγιμον εἶναι, τρίτον τουτὶ δικαστήριον καὶ τὰ τούτου νόμιμα παραβεβηκὼς φαίνει.
然而此人却没有做出任何除外区分,而是简单概括地规定,只要有人杀害了查里德穆斯,哪怕是正当的杀戮,哪怕是依据法律所允许的方式,都要予以引渡处置。然而,一切行为与言论皆具有两种附加属性,即正义与不正义;没有任何单一的行为或言论能够同时具有这两种属性——因为同样的事物怎能同时既正义又不正义呢?——相反,每件事物都因具有其中之一而接受检验:若显现出不正义的属性,便被判定为恶劣;若显现出正义的属性,便被判定为善良与崇高。然而,你在起草“若有人杀害”时,却未加上其中任何一项,而是将罪由本身不加限定地提出,并在其后立即写明可予直接拿办;这表明你显然践踏了这第三个法庭及其法度。
τέταρτον τοίνυν ἄλλο πρὸς τούτοις τοὐπὶ Πρυτανείῳ. τοῦτο δʼ ἐστὶ τί; ἐὰν λίθος ἢ ξύλον ἢ σίδηρος ἤ τι τοιοῦτον ἐμπεσὸν πατάξῃ, καὶ τὸν μὲν βαλόντʼ ἀγνοῇ τις, αὐτὸ δʼ εἰδῇ καὶ ἔχῃ τὸ τὸν φόνον εἰργασμένον, τούτοις ἐνταῦθα λαγχάνεται. εἰ τοίνυν τῶν ἀψύχων καὶ μὴ μετεχόντων τοῦ φρονεῖν οὐδέν ἐσθʼ ὅσιον, τοιαύτην ἔχον αἰτίαν, ἐᾶν ἄκριτον, ἦ που τόν γʼ ἀδικοῦντα μὲν οὐδέν, ἐὰν τύχῃ, θήσω δʼ ἀδικοῦντα,2 ἀλλʼ ἄνθρωπόν γʼ ὄντα καὶ μετειληφότα τῆς αὐτῆς ἡμῖν φύσεως, ἀνόσιον καὶ δεινὸν ἄνευ λόγου καὶ ψήφου ποιεῖν ἔκδοτον ἐπʼ αἰτίᾳ τοιαύτῃ.
在此之外,还有第四个法庭,即在普吕塔内翁的法庭。这是怎样的法庭呢?如果有落下的石头、木块、铁器或此类物品击中了人,虽然不知投掷者是谁,但知道并掌握了造成死亡的器具本身,便在此处对这些器物提起诉讼。因此,如果在无生命且无意识的器物背负此类罪责时尚且不合神法将其不经审讯而置之不理,那么对于一个或许根本毫无过错的人——我且退一步设想他有过错——作为人类并与我们享有同样本性之人,在没有申辩与投票表决的情况下仅凭此类指控就将他引渡处置,难道不是大逆不道且骇人听闻的吗?
ἔτι τοίνυν πέμπτον δικαστήριον ἄλλο θεάσασθʼ οἷον ὑπερβέβηκε, τὸ ἐν Φρεαττοῖ. ἐνταῦθα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, κελεύει δίκας ὑπέχειν ὁ νόμος, ἐάν τις ἐπʼ ἀκουσίῳ φόνῳ πεφευγώς, μήπω τῶν ἐκβαλλόντων αὐτὸν ᾐδεσμένων, αἰτίαν ἔχῃ ἑτέρου φόνου ἑκουσίου. καὶ οὐχ, ὅτι δεῦρʼ οὐχ οἷόν τʼ ἐλθεῖν αὐτῷ, παρεῖδεν αὐτὸν ὁ ταῦθʼ ἕκαστα τάξας, οὐδʼ, ὅτι καὶ πρότερόν τι τοιοῦτον ἐποίησε, καὶ δὴ τὴν ὁμοίαν ἐποιήσατο πιστὴν αἰτίαν κατʼ αὐτοῦ, ἀλλὰ τό τʼ εὐσεβὲς εὗρεν ὅπως ἔσται, κἀκεῖνον οὐκ ἀπεστέρησε λόγου καὶ κρίσεως. τί οὖν ἐποίησεν; ἤγαγε τοὺς δικάσοντας οἷ προσελθεῖν οἷόν τʼ ἐκείνῳ, τῆς χώρας ἀποδείξας τόπον τινʼ ἐν Φρεαττοῖ καλούμενον ἐπὶ θαλάττῃ. εἶθʼ ὁ μὲν ἐν πλοίῳ προσπλεύσας λέγει τῆς γῆς οὐχ ἁπτόμενος,3 οἱ δʼ ἀκροῶνται καὶ δικάζουσιν ἐν τῇ γῇ· κἂν μὲν ἁλῷ, τὴν ἐπὶ τοῖς ἑκουσίοις φόνοις δίκην ἔδωκε δικαίως, ἂν δʼ ἀποφύγῃ, ταύτης μὲν ἀθῷος ἀφίεται, τὴν δʼ ἐπὶ τῷ πρότερον φόνῳ φυγὴν ὑπέχει.
此外,再请审视他所逾越的第五个法庭是何等性质,即在弗雷阿托的法庭。雅典人啊,因为法律正是在此处命令: “如果有人因过失杀人而流亡,在驱逐他的人尚未给予宽恕之时,又背负了另一桩故意杀人的指控”,他须在此处应诉。制定这每一项规条的立法者,并未因为他无法来到本地而将他置之不理,也未因为他此前曾犯下此类行为就直接认定针对他的类似指控确实可信;相反,他不仅找到了保全敬虔的方法,而且没有剥夺那名被告获得申辩与审判的权利。那么他做了什么呢?他把审判官们带到了那个人能够接近的地方,指定了境内海边一处被称为弗雷阿托的地点。然后被告乘船驶来,在不触及陆地的情况下进行申辩,而审判官们则在陆地上听取并做出判决;如果他被定罪,他便正当地承担对故意杀人罪的惩罚;如果他被开释,他在该项指控上便免受惩处而获释,同时继续承受此前那桩杀人案的流亡之罚。
τίνος οὖν ποθʼ εἵνεκα ταῦθʼ οὕτω διεσπούδασται; ἴσον ἡγεῖτʼ ἀσέβημʼ ὁ ταῦτα διαιρῶν τόν τʼ ἀδικοῦντʼ ἐᾶν καὶ τὸν ἀναίτιον ἐκδιδόναι πρὸ δίκης. καίτοι εἰ περὶ τῶν ἀνδροφόνων τῶν ἤδη κεκριμένων τοσαύτη σπουδή, ὅπως λόγου καὶ κρίσεως καὶ πάντων ὁπόσʼ ἐστὶ δίκαια τεύξονται περὶ τῶν ὕστερον αἰτιῶν, ἦ που περί γε τοῦ μήθʼ ἑαλωκότος μήτʼ ἐγνωσμένου πότερον δέδρακεν ἢ οὒ καὶ πότερʼ ἄκων ἢ ἑκών, πάνδεινον γράφειν ὡς ἐκδοτέον τοῖς ἐγκαλοῦσιν.
那么,究竟是为了什么才对此类事情如此殚精竭虑呢?因为做出这些区分的人认为,放任作恶者与在审判之前引渡无辜者乃是同等的不敬。然而,如果对于那些已经被定罪的杀人凶犯尚且如此重视,使他们在后续指控中仍能获得申辩、审判以及一切正当程序,那么对于一个既未被定罪、又未被判定是否行凶、亦未判定系出于过失还是故意的人,起草提案主张必须将其引渡给指控者,岂不是荒谬绝伦吗?
- 74οὐ γὰρ ἂν τά γε μὴ δίκαια θεοὺς ψηφίσασθαι
此处是在间接引语中带有 ἄν 的不定式(ψηφίσασθαι),在直接引语中对应于表示与过去事实相反的直陈语气主句(οὐκ ἂν ἐψηφίσαντο,“诸神绝不会投赞成票”),用来为前文“某些杀戮是合法的”这一判断提供论据。
- 76θήσω δʼ ἀδικοῦντα
这是一个插入性质的让步/假设表达,意为“我且退一步设定/承认他有过错”(取 τίθημι 的设定、假定之意)。它与前文假设的无辜情况(ἀδικοῦντα μὲν οὐδέν, ἐὰν τύχῃ)形成对照,构成了“举轻明重(a fortiori)”的论证结构,即纵使退一步假定其有罪,未经审判予以引渡仍属不义。
- 78τῆς γῆς οὐχ ἁπτόμενος
表示“接触”的动词 ἅπτομαι 支配属格宾语 τῆς γῆς。这反映了弗雷阿托法庭独特的宗教礼仪与法律规定:背负宗教不洁(miasma)的过失杀人流亡者在陆地外接受故意杀人罪的新审讯时,被严格禁止踩踏阿提卡的土地。
