← 狄摩西尼

控诉阿里斯托克拉底

§67-73

杀人审判程序与决议案对传统权利的侵犯

演说者详述了战神山法庭严苛的誓证程序与被告的自愿流亡权,以及帕拉狄翁法庭对过失杀人所规定的宽恕与流亡制度,谴责阿里斯托克拉特的决议案肆意践踏了这些古老而崇高的法定程序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§67

ταύτην τοίνυν τὴν φυλακὴν καὶ τὰς ἐν ταύτῃ νομίμους τιμωρίας παραβὰς ὁ γράφων τὸ ψήφισμα τοδὶ ζῶντι μὲν ἐξουσίαν γέγραφεν τῷ Χαριδήμῳ ποιεῖν ὅ τι ἂν βούληται, παθόντος δέ τι1 τοῖς οἰκείοις συκοφαντίαν δέδωκεν. σκέψασθε γὰρ οὑτωσί. ἴστε δήπου τοῦθʼ ἅπαντες, ὅτι ἐν Ἀρείῳ πάγῳ, οὗ δίδωσʼ ὁ νόμος καὶ κελεύει τοῦ φόνου δικάζεσθαι, πρῶτον μὲν διομεῖται κατʼ ἐξωλείας αὑτοῦ καὶ γένους καὶ οἰκίας ὅ τινʼ αἰτιώμενος εἰργάσθαι τι τοιοῦτον, εἶτʼ οὐδὲ τὸν τυχόντα τινʼ ὅρκον ἀλλʼ ὃν οὐδεὶς ὄμνυσʼ ὑπὲρ οὐδενὸς ἄλλου, στὰς ἐπὶ τῶν τομίων κάπρου καὶ κριοῦ καὶ ταύρου, καὶ τούτων ἐσφαγμένων ὑφʼ ὧν δεῖ καὶ ἐν αἷς ἡμέραις καθήκει, ὥστε καὶ ἐκ τοῦ χρόνου καὶ ἐκ τῶν μεταχειριζομένων ἅπαν, ὅσον ἔσθʼ ὅσιον, πεπρᾶχθαι. καὶ μετὰ ταῦθʼ ὁ τὸν τοιοῦτον ὅρκον ὀμωμοκὼς οὔπω πεπίστευται, ἀλλʼ ἐὰν ἐξελεγχθῇ μὴ λέγων ἀληθῆ, τὴν ἐπιορκίαν ἀπενεγκάμενος τοῖς αὑτοῦ παισὶν καὶ τῷ γένει πλέον οὐδʼ ὁτιοῦν ἕξει.

因此,这份决议案的起草者违犯了这道防线以及其中的法定惩罚,赋予了查里德穆斯在生前为所欲为的特权,而若他遭遇不幸,则为其亲属提供了诬告的权柄。请你们如此考虑:想必你们全都知晓,在法律准许并命令审理凶杀案件的战神山,首先,凡控告他人犯下此类罪行的人,必须发下庄严誓言,以自身、家族和门第的毁灭起誓;其次,所立的绝非寻常誓言,而是任何人都不曾为其他目的所立之誓:他须站在被宰杀的野猪、公羊和公牛的祭肉上,且这些祭牲须由应当主持之人并在适宜的吉日被宰杀,从而在时间上以及在执事之人上,凡属神圣不可侵犯的程序皆已完备。即使在立下此种誓言之后,发誓之人尚未被信赖;若被证实所言不实,他将使伪誓之祸降临于自己的子女与宗族,而自身得不到丝毫好处。

§69

ἂν δὲ δόξῃ τὰ δίκαιʼ ἐγκαλεῖν καὶ ἕλῃ τὸν δεδρακότα τοῦ φόνου, οὐδʼ οὕτω κύριος γίγνεται τοῦ ἁλόντος, ἀλλʼ ἐκείνου μὲν οἱ νόμοι κύριοι κολάσαι καὶ οἷς προστέτακται, τῷ δʼ ἐπιδεῖν διδόντα δίκην ἔξεστιν, ἣν ἔταξʼ ὁ νόμος, τὸν ἁλόντα, πέρα δʼ οὐδὲν τούτου. καὶ τῷ μὲν διώκοντι ὑπάρχει ταῦτα, τῷ δὲ φεύγοντι τὰ μὲν τῆς διωμοσίας ταὐτά, τὸν πρότερον δʼ ἔξεστιν εἰπόντα λόγον μεταστῆναι,2 καὶ οὔθʼ ὁ διώκων οὔθʼ οἱ δικάζοντες οὔτʼ ἄλλος ἀνθρώπων οὐδεὶς κύριος κωλῦσαι.

但若他被认为提出了正当指控,并将杀人凶手定罪,即便此时,他也无法擅自处置被定罪之人;相反,对凶犯施行惩治的权力在于法律及受命执行者,原告所能享有的,仅仅是目睹被定罪者承受法律所规定的惩罚,此外绝无其他权力。对于原告适用这些规定,而对于被告,除誓证程序相同外,在发表第一轮申辩之后,他被允许自行离去流亡,无论原告、审判官还是其他任何人都无权阻拦。

§70

τί δήποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθʼ οὕτως ἔχει; ὅτι οἱ ταῦτʼ ἐξ ἀρχῆς τὰ νόμιμα διαθέντες, οἵτινές ποτʼ ἦσαν, εἴθʼ ἥρωες εἴτε θεοί, οὐκ ἐπέθεντο τοῖς ἀτυχήμασιν, ἀλλʼ ἀνθρωπίνως ἐπεκούφισαν, εἰς ὅσον εἶχε καλῶς, τὰς συμφοράς. ταῦτα μέντοι πάνθʼ οὕτω καλῶς καὶ νομίμως ἔχονθʼ ὁ γράφων τὸ ψήφισμα τουτὶ παραβεβηκὼς φαίνεται· ἓν γὰρ οὐδʼ ὁτιοῦν ἔνι τούτων ἐν τῷ ψηφίσματι τῷ τούτου. καὶ πρῶτον μὲν παρʼ ἑνὸς τούτου δικαστηρίου καὶ τοὺς γεγραμμένους νόμους καὶ τἄγραφα νόμιμα τὸ ψήφισμʼ εἴρηται.

雅典人啊,究竟为何会如此规定呢?因为最初确立这些法度的人,无论他们是英雄还是神祇,都不是在落井下石,而是在合乎情理的限度内以人道的方式减轻灾难。然而,对于这一切如此完善且合法的规定,这份决议案的起草者显然全部予以践踏;因为在他的决议案中,没有包含其中任何一项。首先,仅仅就这一个法庭而言,该决议案便已违背了成文法律与不成文法度。

§71

δεύτερον δʼ ἕτερον δικαστήριον τὸ τῶν ἀκουσίων φόνων φανήσεται συγχέων, τοὐπὶ Παλλαδίῳ, καὶ τοὺς παρὰ τούτῳ νόμους παραβαίνων. καὶ γὰρ ἐνταῦθʼ ὑπόκειται πρῶτον μὲν διωμοσία, δεύτερον δὲ λόγος, τρίτον δὲ γνῶσις τοῦ δικαστηρίου, ὧν οὐδέν ἐστιν ἐν τῷ τούτου ψηφίσματι. ἂν δʼ ἁλῷ καὶ δοκῇ τοὔργον εἰργάσθαι, οὔθʼ ὁ διώκων τοῦ δεδρακότος κύριος οὔτʼ ἄλλος οὐδεὶς πλὴν ὁ νόμος.

其次,人们还将看到他扰乱了另一个法庭,即位于帕拉狄翁审理过失杀人罪的法庭,并违犯了其中的法律。因为在那里同样规定了第一须有誓证,第二须有申辩,第三须有法庭的裁决,而这些在他的决议案中无一具备。即便被告被定罪并被认定犯下此行,原告或任何其他人都无权处置作恶者,唯独法律享有此权。

§72

τί οὖν ὁ νόμος κελεύει; τὸν ἁλόντʼ ἐπʼ ἀκουσίῳ φόνῳ ἔν τισιν εἰρημένοις χρόνοις ἀπελθεῖν τακτὴν ὁδόν, καὶ φεύγειν ἕως ἂν αἰδέσηταί τινα τῶν ἐν γένει τοῦ πεπονθότος.3 τηνικαῦτα δʼ ἥκειν δέδωκεν ἔστιν ὃν τρόπον, οὐχ ὃν ἂν τύχῃ, ἀλλὰ καὶ θῦσαι καὶ καθαρθῆναι καὶ ἄλλʼ ἄττα διείρηκεν ἃ χρὴ ποιῆσαι, ὀρθῶς, ὦ ἄνδρες Ἀθηναῖοι, πάντα ταῦτα λέγων ὁ νόμος.

那么法律是如何规定的呢?法律命令被判过失杀人罪的人在规定的时间内,沿着指定的路线离开,流亡在外,直到获得受害者某位亲属的宽恕为止。届时法律准许其以特定方式返回,而不是随意返回,而是详细规定了他必须献祭、接受洁净仪式并履行某些其他应尽之事;雅典人啊,法律规定这一切是完全正确的。

§73

καὶ γὰρ τὸ τῶν ἀκουσίων ἐλάττω τὴν τιμωρίαν ἢ τῶν ἑκουσίων τάξαι δίκαιον, καὶ τὸ παρασχόντʼ ἀσφάλειαν ἀπελθεῖν οὕτω προστάττειν φεύγειν ὀρθῶς ἐστιν ἔχον, καὶ τὸ τὸν κατιόνθʼ ὁσιοῦν καὶ καθαίρεσθαι νομίμοις τισί, καὶ τὸ τοὺς νόμους κυρίους ἁπάντων εἶναι, καὶ πάντα ταῦτʼ ἔχει καλῶς. ταῦτα τοίνυν ἅπαντα δικαίως οὕτω διορισθένθʼ ὑπὸ τῶν ἐξ ἀρχῆς νομοθετησάντων παρέβη γράφων τὸ ψήφισμʼ οὑτοσί. ταῦτα μὲν δὴ δύο τηλικαῦτα καὶ τοιαῦτα δικαστήρια καὶ νόμιμʼ ἐκ παντὸς τοῦ χρόνου παραδεδομένα οὕτως ἀναιδῶς ὑπερπεπήδηκεν.

因为对过失犯罪的惩罚轻于故意犯罪是正当的,在提供安全保障的前提下命令其以此种方式流亡也是正确的,使返回之人通过某些法定仪式获得圣化与洁净,以及使法律在一切事务上保持最高效力,这一切都是极好的。因此,对于最初的立法者们所如此公正规定的这一切,此人在起草决议案时全予违犯。对于这两个如此悠久、如此崇高的法庭以及自古相传的法度,他竟然如此厚颜无耻地全盘逾越了。

语法注3 条
  1. 67παθόντος δέ τι

    表示条件的独立属格(genitive absolute),字面意为“若某事发生于他”,是对“遭遇危害或死亡”的委婉表达。分词在此没有显式的代词主语,从前文的 τῷ Χαριδήμῳ 可以清楚补出其逻辑主语。

  2. 69τὸν πρότερον δʼ ἔξεστιν εἰπόντα λόγον μεταστῆναι

    不定词 μεταστῆναι(退席避难、自愿流亡)作为无人称动词 ἔξεστι 的真正主语,修饰其省略的逻辑主语的状语分词 εἰπόντα 用作宾格(τὸν πρότερον ... λόγον“第一轮申辩”为其宾语),从句首的与格 τῷ δὲ φεύγοντι 转换至宾格不定词结构。

  3. 72ἕως ἂν αἰδέσηταί τινα τῶν ἐν γένει τοῦ πεπονθότος

    由 ἕως ἄν 引导接虚拟式(中间位不定过去时 αἰδέσηται)的时间限度从句。在雅典凶杀法律术语中,动词 αἰδέομαι 专门指“取得(受害者亲属的)原谅、和解”,而非通常的“尊敬”或“感到羞愧”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:67-73