← 狄摩西尼

控诉阿里斯托克拉底

§62-66

禁止改篡法律的规定与战神山法庭的权威

演说者援引对篡改或废弛法条者处以剥夺公权之刑的法律以谴责阿里斯托克拉特的违法行为,并通过古代神话与历史权威阐述雅典凶杀审判制度及战神山法庭的崇高与正义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§62

λέγε τὸν μετὰ ταῦτα νόμον. ΝΟΜΟΣ. "ὃς ἂν ἄρχων ἢ ἰδιώτης αἴτιος ᾖ τὸν θεσμὸν συγχυθῆναι τόνδε, ἢ μεταποιήσῃ αὐτόν, ἄτιμον εἶναι καὶ παῖδας καὶ τὰ ἐκείνου.1" ἠκούσατε μὲν τοῦ νόμου λέγοντος ἄντικρυς, ὦ ἄνδρες Ἀθηναῖοι, ὃς ἂν ἄρχων ἢ ἰδιώτης αἴτιος ᾖ τὸν θεσμὸν συγχυθῆναι τόνδε, ἢ μεταποιήσῃ αὐτόν, ἄτιμος ἔστω καὶ οἱ παῖδες καὶ τὰ ἐκείνου. ἆρʼ οὖν μικρὰν ἢ φαύλην πρόνοιαν ἔχειν ὑμῖν ὁ θεὶς τὸν νόμον δοκεῖ, ὅπως κύριος ἔσται καὶ μήτε συγχυθήσεται μήτʼ αὖ μεταποιηθήσεται; ἀλλʼ Ἀριστοκράτης οὑτοσὶ μικρὰ φροντίσας αὐτοῦ μεταποιεῖ καὶ συγχεῖ. τί γὰρ ἄλλʼ ἐστὶν τὸ μεταποιεῖν ἢ ὅταν ἔξω τῶν τεταγμένων δικαστηρίων καὶ ὅρων, διδῷ τις τὰς τιμωρίας, καὶ τὸ λόγου τυχεῖν ἀναιρῶν ἐκδότους ποιῇ; τί δʼ ἄλλο τὸ συγχεῖν ἢ ὅταν ἑξῆς οὑτωσὶ πάντα τἀναντία τῶν ἐν τοῖς νόμοις τις γεγραμμένων γράφῃ;

请宣读接下来的法律。 【法律】“无论官员还是平民,凡造成本法被废弛者,或对其加以篡改者,其本人及其子女与财产皆当丧失公民权(剥夺公权)。” 雅典人啊,你们听到了法律直截了当地宣称:“无论官员还是平民,凡造成本法被废弛者,或对其加以篡改者,其本人及其子女与财产皆应剥夺公权。” 那么,你们难道认为立法者为了使该法保持效力,既不被废弛也不被篡改,所付出的预见是微不足道或马虎草率的吗?然而这里的阿里斯托克拉特对此毫不在意,公然进行篡改与废弛。因为如果在法定法庭和法定界限之外赋予惩罚,剥夺受审申辩的机会而将人引渡,除此以外篡改还能是什么呢?如果在条文上如此接连不断地写下与法律所载完全相反的内容,除此以外废弛又能是什么呢?

§63

οὐ τοίνυν τούτους μόνον τοὺς νόμους, ὦ ἄνδρες Ἀθηναῖοι, παραβέβηκεν, ἀλλὰ καὶ ἄλλους πολλοὺς οὓς οὐ παραγεγράμμεθα διὰ τὸ πλῆθος. ἀλλʼ ἐν κεφαλαίῳ λέγω· ὁπόσοι νόμοι περὶ τῶν φονικῶν δικαστηρίων εἰσίν, καλεῖσθαι λέγοντες ἢ μαρτυρεῖν ἢ διόμνυσθαι τοὺς ἀγωνιζομένους ἢ ἄλλʼ ὁτιοῦν προστάττοντες, πάντας ὑπερβέβηκε τούτους καὶ πᾶσιν ἐναντίον εἴρηκεν τὸ ψήφισμα τουτί. οὗ γὰρ οὐ κλῆσις, οὐ κρίσις, οὐ μαρτυρία συνειδότος, οὐ διωμοσία, ἀλλʼ ἀπʼ αἰτίας εὐθὺς ἡ τιμωρία γέγραπται,2 καὶ αὕτη ἣν ἀπαγορεύουσιν οἱ νόμοι, τί ἂν ἄλλο τις εἴποι; καίτοι ταῦτα πάντʼ ἐπὶ πέντε δικαστηρίοις γίγνεται προστεταγμένα τοῖς νόμοις.

雅典人啊,因此他所违犯的不仅是这些法律,还有许多其他法律,因其繁多我们未能一一录出。但我简括而言:凡是关于凶杀法庭的法律,无论是规定诉讼双方必须接受传唤、作证、进行誓证,还是指令做其他任何事,这份决议案全部予以践踏,并做出了与之一切相反的规定。因为在既无传唤、又无审判、无知情人作证、亦无誓证的情况下,仅仅凭着指控便直接写下了惩罚,而且写下的还是法律所禁止的惩罚,人们对此还能说什么呢?然而,这一切程序都是依法规定在五个法庭中进行的。

§64

νὴ Δία, ἴσως εἴποι τις ἄν, ἀλλὰ ταῦτα μὲν οὐδενός ἐστʼ ἄξιʼ οὐδὲ δικαίως εὑρημένα, ἃ δʼ ἔγραψεν οὗτος, δίκαια καὶ καλά. ἀλλὰ τοὐναντίον τούτου μὲν τοῦ ψηφίσματος οὐκ οἶδʼ εἴ τι δεινότερον γέγονεν πώποτʼ ἐν ὑμῖν, τούτων δὲ τῶν πάντων ὁπόσʼ ἐστὶ δικαστήριʼ ἐν ἀνθρώποις οὐδὲν οὔτε σεμνότερον οὔτε δικαιότερον φανήσεται. βούλομαι δʼ εἰπεῖν διὰ βραχέων ἃ καὶ ζῆλόν τινα καὶ τιμὴν φέρει τῇ πόλει ῥηθέντα καὶ ἡδίους ἔσεσθʼ ἀκούσαντες. ἄρξομαι δʼ ἐντεῦθεν ὅθεν μάλιστα μαθήσεσθε, ἐπὶ τὴν δωρειὰν ἐπανελθὼν ἣ τῷ Χαριδήμῳ δέδοται.

“凭宙斯起誓,”或许有人会说,“那些制度一文不值,也非出于正义的创制,而此人所写下的才是正义而优越的。”但事实恰恰相反:这份决议案,我不知道在你们当中是否曾发生过比这更骇人听闻的事,而人类之中现存的一切法庭,没有一个会显得比这些法庭更崇高、更正义。我愿简短陈述一些说出来能给城邦带来景仰与荣耀、你们听了也会感到欣悦的事情。我将从最能让你们明白的地方着手,回到授予查里德穆斯的特权上来。

§65

ἡμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, Χαρίδημον ἐποιησάμεθα πολίτην, καὶ διὰ τῆς δωρειᾶς ταύτης μετεδώκαμεν αὐτῷ καὶ ἱερῶν καὶ ὁσίων καὶ νομίμων καὶ πάντων ὅσων περ αὐτοῖς μέτεστιν ἡμῖν. πολλὰ μὲν δὴ παρʼ ἡμῖν ἐστι τοιαῦθʼ οἷʼ οὐχ ἑτέρωθι, ἓν δʼ οὖν ἰδιώτατον πάντων καὶ σεμνότατον, τὸ ἐν Ἀρείῳ πάγῳ δικαστήριον, ὑπὲρ οὗ τοσαῦτʼ ἔστιν εἰπεῖν καλὰ παραδεδομένα καὶ μυθώδη καὶ ὧν αὐτοὶ μάρτυρές ἐσμεν, ὅσα περὶ οὐδενὸς ἄλλου δικαστηρίου· ὧν ὡσπερεὶ δείγματος εἵνεκʼ ἄξιόν ἐστιν ἓν ἢ δύʼ ἀκοῦσαι.

雅典人啊,我们将查里德穆斯接纳为公民,并通过这一恩赐,将宗教祭仪、世俗权益、法律规范以及我们自己所享有的一切全部分享给了他。在我们这里固然有许多他处所没有的制度,但其中最独特、最崇高的一项,当属战神山法庭。关于该法庭,能够述说的美事——无论是流传下来的神话传说,还是我们亲身见证之事——其繁多是任何其他法庭所无法比拟的。为了作为例证,听上一两件是十分值得的。

§66

τοῦτο μὲν τοίνυν τὰ παλαιά, ὡς ἡμῖν ἀκούειν παραδέδοται, ἐν μόνῳ τούτῳ τῷ δικαστηρίῳ δίκας φόνου θεοὶ καὶ δοῦναι καὶ λαβεῖν ἠξίωσαν καὶ δικασταὶ γενέσθαι διενεχθεῖσιν ἀλλήλοις, ὡς λόγος· λαβεῖν μὲν Ποσειδῶν ὑπὲρ Ἁλιρροθίου τοῦ υἱοῦ παρʼ Ἄρεως, δικάσαι δʼ Εὐμενίσιν καὶ Ὀρέστῃ οἱ δώδεκα θεοί. καὶ τὰ μὲν δὴ παλαιὰ ταῦτα· τὰ δʼ ὕστερον, τοῦτο μόνον τὸ δικαστήριον οὐχὶ τύραννος, οὐκ ὀλιγαρχία, οὐ δημοκρατία τὰς φονικὰς δίκας ἀφελέσθαι τετόλμηκεν, ἀλλὰ πάντες ἀσθενέστερον ἂν τὸ δίκαιον εὑρεῖν ἡγοῦνται περὶ τούτων αὐτοὶ τοῦ παρὰ τούτοις εὑρημένου δικαίου.3 πρὸς δὲ τούτοις τοιούτοις οὖσιν, ἐνταυθοῖ μόνον οὐδεὶς πώποτʼ οὔτε φεύγων ἁλοὺς οὔτε διώκων ἡττηθεὶς ἐξήλεγξεν ὡς ἀδίκως ἐδικάσθη τὰ κριθέντα.

首先在远古时期,正如传至我们耳中的记载,唯独在这一法庭中,众神才认为值得接受和提起凶杀诉讼,并为彼此发生纷争者担任审判官;正如传说所言:波塞冬为了其子哈利罗提奥斯而在此对阿瑞斯提起诉讼,十二主神在此为复仇女神与俄瑞斯忒斯主持审判。古代传说正是如此。而在后世,唯独这个法庭,无论僭主、寡头政体还是民主政体,都未曾敢于剥夺其凶杀审判权;相反,所有人都认为,自己就这些事务可能找出的正义,必定逊色于在该法庭中所确立的正义。不仅如此,唯独在这里,历来从未有任何被定罪的被告或败诉的原告能够证实所做出的判决是不公正审理的。

语法注3 条
  1. 62ἄτιμον εἶναι καὶ παῖδας καὶ τὰ ἐκείνου

    这是法律条文的固定程式,其中不定式 εἶναι 用作祈使(命令不定式),下文演说者转述时将其换为命令式 ἄτιμος ἔστω。连带受罚的主体包括其子女(καὶ παῖδας)及财产(καὶ τὰ ἐκείνου,意指抄没家产)。

  2. 63οὗ γὰρ οὐ κλῆσις, οὐ κρίσις, οὐ μαρτυρία συνειδότος, οὐ διωμοσία, ἀλλʼ ἀπʼ αἰτίας εὐθὺς ἡ τιμωρία γέγραπται

    该句由关系副词/代词 οὗ(“在其中”或“在此处”,指决议案)引导。前半句省略系动词 ἐστίν,一连串由 οὐ 否定的主格名词(οὐ κλῆσις 等)与 ἀλλʼ 之后的主动词 γέγραπται 形成鲜明对照。分词 συνειδότος(“知情者”)为名词化用法,作 μαρτυρία 的主格性属格(施事属格)。

  3. 66ἀσθενέστερον ἂν τὸ δίκαιον εὑρεῖν ἡγοῦνται περὶ τούτων αὐτοὶ τοῦ παρὰ τούτοις εὑρημένου δικαίου

    由动词 ἡγοῦνται 所支配的潜在不定式结构(ἂν εὑρεῖν),代表间接引语中的希求法或不定过去时加 ἄν(表示“他们自认为若由自己来寻找正义,必定逊色于……”)。比较级形容词 ἀσθενέστερον 与后半部分的比较属格 τοῦ ... δικαίου 相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:62-66