- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:55-61
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者援引了关于战时误杀、现场制止侵犯女性亲属以及遭遇暴力劫掠时当场正当防卫的法律,论证该决议案完全不考虑正当防卫与具体情由而一律予以缉拿的做法是违法且危险的。
πάλιν ἂν ἐν πολέμῳ φησὶν ἀγνοήσας, καὶ τοῦτον εἶναι καθαρόν. καλῶς· εἰ γὰρ ἐγώ τινα τῶν ἐναντίων οἰηθεὶς εἶναι διέφθειρα, οὐ δίκην ὑπέχειν, ἀλλὰ συγγνώμης τυχεῖν δίκαιός εἰμι.1 ἢ ἐπὶ δάμαρτι φησὶν ἢ ἐπὶ μητρὶ ἢ ἐπʼ ἀδελφῇ ἢ θυγατρί, ἢ ἐπὶ παλλακῇ ἣν ἂν ἐπʼ ἐλευθέροις παισὶν ἔχῃ, καὶ τὸν ἐπὶ τούτων τῳ κτείναντʼ ἀθῷον ποιεῖ, πάντων γʼ ὀρθότατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτον ἀφιείς. τί δήποτε;
法律接着又说:“若在战争中误杀,”此人亦属清白无罪。这十分合理;因为如果我误以为某人是敌人而将其杀死,我有权获得的不是惩罚,而是宽恕。 法律又说:“或在当场捕获并杀死侵犯其妻子、母亲、姐妹、女儿,或为生育自由子女所纳妾室之人,”并将就此类当场捕获而杀人者判为无罪;雅典人啊,法律免除此人的罪责是最为公正合理的。究竟为何?
ὅτι ὑπὲρ ὧν τοῖς πολεμίοις μαχόμεθα, ἵνα μὴ πάσχωσιν ὑβριστικὸν μηδʼ ἀσελγὲς μηδέν, ὑπὲρ τούτων καὶ τοὺς φιλίους, ἐὰν παρὰ τὸν νόμον εἰς αὐτοὺς ὑβρίζωσι καὶ διαφθείρωσιν, ἔδωκεν ἀποκτεῖναι. ἐπειδὴ γὰρ οὐ γένος ἐστὶν φιλίων καὶ πολεμίων, ἀλλὰ τὰ πραττόμενʼ ἐξεργάζεται τούτων ἑκάτερον, τοὺς ἐχθρὰ ποιοῦντας ἐν ἐχθροῦ μέρει κολάζειν ἀπέδωκεν ὁ νόμος. οὐκοῦν δεινόν, εἰ τοσούτων ὄντων ἐφʼ οἷς τοὺς ἄλλους ἔξεστιν ἀποκτιννύναι, μόνον ἀνθρώπων ἐκεῖνον μηδʼ ἐπὶ τούτοις ἐξέσται ἀποκτεῖναι.
因为我们抗击敌人所要保护的对象——为了使她们不受任何凌辱与放肆暴行——正是为了她们,即使是自己人,如果违抗法律对她们施暴毁损,法律也准许将其杀死。因为“友”与“敌”并非天生的种类,而是各人的行为决定了属于哪一方,所以法律规定将行敌对之事者当作敌人予以惩罚。既然在如此多的法定情形下准许杀死其他人,唯独此人即便在这些情形下也不得被杀,这难道不是骇人听闻吗?
φέρε, ἂν δέ τι συμβῇ τοιοῦτον οἷον ἴσως ἤδη τῳ καὶ ἄλλῳ, ἀπαλλαγῇ μὲν ἐκ Θρᾴκης, ἐλθὼν δʼ εἰς πόλιν οἰκῇ που, τῆς μὲν ἐξουσίας μηκέτι κύριος ὢν διʼ ἧς πολλὰ ποιεῖ τῶν ἀπειρημένων ὑπὸ τῶν νόμων, τοῖς δʼ ἔθεσιν καὶ ταῖς ἐπιθυμίαις ταῦτʼ ἐπιχειρῶν πράττειν, ἄλλο τι ἢ2 σιγῶντα δεήσει Χαρίδημον ἐᾶν αὑτὸν ὑβρίζειν; οὐ γὰρ ἀποκτεῖναί γʼ ἀσφαλὲς οὐδὲ τιμωρίαν λαβεῖν ἣν δίδωσʼ ὁ νόμος, διὰ τὸ ψήφισμα τουτί.
且慢,假若发生了类似也许曾发生在他人身上的事情:他脱离了色雷斯,来到某座城邦定居,虽然不再拥有借以犯下许多被法律所禁止之恶事的权势,却出于恶习与私欲企图做出此类勾当;那么遭凌辱者除了默默任由查里德穆斯肆意侮辱自己之外,还能有别的办法吗?因为由于这份决议案的存在,无论是杀死他,还是施加法律所赋予的惩罚,都绝非安全之举。
καὶ μὴν εἴ τις ἐκεῖνʼ ὑπολαμβάνει, ποῦ δὲ γένοιτʼ ἂν ταῦτα; τί κωλύει κἀμὲ λέγειν, τίς δʼ ἂν ἀποκτείναι Χαρίδημον; ἀλλὰ μὴ τοῦτο σκοπῶμεν· ἀλλʼ ἐπειδήπερ ἐστὶ τὸ φεῦγον ψήφισμα οὐκ ἐπʼ ἤδη γεγενημένῳ τινὶ πράγματι, ἀλλʼ ἐπὶ τοιούτῳ ὃ μηδʼ εἰ γενήσεται μηδεὶς οἶδεν, τὸ μὲν τοῦ μέλλοντος ἔσεσθαι κοινὸν ἀμφοῖν ὑπαρχέτω, πρὸς δὲ τοῦθʼ ὑποθέντες ἀνθρωπίνως τὰς ἐλπίδας οὕτω σκοπῶμεν, ὡς τάχʼ ἄν, εἰ τύχοι, καὶ τούτων κἀκείνων συμβάντων.3
如果有人认定:“这种事哪里会发生呢?”那我反问一句“又有谁会去杀查里德穆斯呢?”,又有什么能够阻拦我呢?但我们切不可这样看问题;既然这份被起诉的决议案不是针对已经发生的具体事件,而是针对连是否会发生都无人知晓的未来之事,那么对于未来的未知性对双方而言应当是平等的;我们基于人之常理做出推测并据此考量,假定这两种情况都可能偶然发生。
λύσασι μὲν τοίνυν τὸ ψήφισμα, ἂν ἄρα συμβῇ τι παθεῖν ἐκείνῳ, εἰσὶν αἱ κατὰ τοὺς νόμους ὑπὲρ αὐτοῦ τιμωρίαι· ἐῶσι δέ,4 ἂν ἄρʼ ἐκεῖνος ζῶν ἀδικῇ τινα, ἀνῄρηται τοῖς ὑβριζομένοις ἡ μετὰ τῶν νόμων δίκη. ὥστε πανταχῇ καὶ ἐναντίον ἐστὶ τοῖς νόμοις τὸ ψήφισμα καὶ λῦσαι συμφέρει.
因此,如果你们废除了这份决议案,倘若他当真遭遇不测,依据法律为他伸张的惩罚依旧完备;但如果你们听任决议案生效,倘若他活着侵害了他人,受凌辱者依照法律获得正义审判的权利便被剥夺殆尽。可见,该决议案在各个方面都违背法律,将其废除才是有利的。
λέγε τὸν μετὰ ταῦτα νόμον. ΝΟΜΟΣ. "καὶ ἐὰν φέροντα ἢ ἄγοντα βίᾳ ἀδίκως εὐθὺς ἀμυνόμενος κτείνῃ, νηποινεὶ τεθνάναι." ἄλλα ταῦτʼ ἐφʼ οἷς ἔξεστι κτεῖναι. ἐὰν ἄγοντα ἢ φέροντα βίᾳ ἀδίκως εὐθὺς ἀμυνόμενος κτείνῃ, νηποινεὶ τεθνάναι κελεύει. θεάσασθε πρὸς Διὸς ὡς εὖ· τῷ μὲν ὑπειπών, ἐφʼ οἷς ἐξεῖναι κτείνειν, προσγράψαι τὸ εὐθὺς ἀφεῖλε τὸν τοῦ βουλεύσασθαί τι κακὸν χρόνον· τῷ δὲ ἀμυνόμενος γράψαι δηλοῖ τῷ πάσχοντι διδοὺς τὴν ἐξουσίαν, οὐκ ἄλλῳ τινί. ὁ μὲν δὴ νόμος εὐθὺς ἀμυνομένῳ δέδωκεν ἀποκτιννύναι, ὁ δʼ οὐδὲν εἴρηκεν, ἀλλʼ ἁπλῶς ἐάν τις ἀποκτείνῃ, κἂν ὡς οἱ νόμοι διδόασιν.
请宣读接下来的法律。 【法律】“若有人在当场自卫时,杀死了以暴力不义地劫掠财物或掳掠人口者,该死者应算作枉死(被杀者不得追究偿命)。” 这些是准许杀人的其他法定情形。 “若有人在当场自卫时,杀死了以暴力不义地掳掠人口或劫掠财物者,该死者应算作枉死,”法律这样规定。凭宙斯起誓,请看法律规定得何其精妙!在先限定准许杀人的情形之后,附加上“当场”二字,剥夺了蓄意谋害的时间;而写下“自卫”,则表明法律将这一权力赋予了受害者本人,而非任何其他人。可见,法律将杀人的权力赋予了当场自卫的人;而此人却没有做任何限定,只是笼统地写道: “若有人杀害,”纵使是在法律准许的情形之下亦然。
ἀλλὰ νὴ Δία συκοφαντοῦμεν τὸ πρᾶγμα· τίνα γὰρ οἴσει ἢ ἄξει βίᾳ ἀδίκως Χαρίδημος; πάντας ἀνθρώπους. ἴστε γὰρ δήπου τοῦθʼ ὅτι πάντες οἱ στράτευμʼ ἔχοντες, ὧν ἂν οἴωνται κρείττους ἔσεσθαι, ἄγουσι καὶ φέρουσι χρήματʼ αἰτοῦντες. εἶτʼ οὐ δεινόν, ὦ γῆ καὶ θεοί, καὶ φανερῶς παράνομον, οὐ μόνον παρὰ τὸν γεγραμμένον νόμον, ἀλλὰ καὶ παρὰ τὸν κοινὸν ἁπάντων ἀνθρώπων, τὸν ἄγοντʼ ἢ φέροντα βίᾳ τἄμʼ ἐν πολεμίου μοίρᾳ μὴ ἐξεῖναί μοι ἀμύνεσθαι, εἴ γε μηδὲ τοῦτον τὸν τρόπον ἐξέσται Χαρίδημον ἀποκτεῖναι, ἀλλά, ἐὰν ἀδικῶν ἄγῃ καὶ φέρῃ βίᾳ τά τινος λῃζόμενος, ἀγώγιμος ὁ κτείνας ἔσται, τοῦ νόμου διδόντος, ἐὰν ἐπὶ τούτοις, ἀθῷον εἶναι;
“可是凭宙斯起誓,我们这是在罗织构陷;因为查里德穆斯究竟会以暴力不义地去掳掠谁、抢劫谁呢?”——所有人!因为你们无疑知道,所有统领军队的人,只要自以为强过对方,都会索要钱财并肆意抢掠掳掠。那么,呼求天地与众神啊,若是我竟然无权将使用暴力抢夺我财物的人视作敌人进行自卫,这不仅违背成文法,而且违背全人类的公理,难道不是骇人听闻且昭然违法的吗?如果连以此种方式都不得杀死查里德穆斯,相反,纵使他不义地以强盗行径强行掳掠劫夺某人的财物,法律本已准许在此情形下杀人者无罪,杀他的人却反要被缉拿押送,这难道不是荒谬绝伦吗?
- 55δίκαιός εἰμι
人称结构(δίκαιός εἰμι 搭配不定式),等同于非人称结构 δίκαιόν ἐστιν ἐμέ...(“我有权……”或“我理当……”)。主语 ἐγώ 和表语形容词 δίκαιος 与谓语动词 εἰμί 一致,后接不定式短语 οὐ δίκην ὑπέχειν, ἀλλὰ συγγνώμης τυχεῖν 作为补充说明。
- 57ἄλλο τι ἢ
惯用疑问短语 ἄλλο τι ἤ(字面义为“难道还有别的……而不是……吗?”),相当于拉丁语的 nonne,预期得到肯定的回答(“难道不是……吗?”)。引导的主句为 δεήσει Χαρίδημον ἐᾶν αὑτὸν ὑβρίζειν(不得不任由查里德穆斯侮辱自己)。
- 58ὡς τάχʼ ἄν, εἰ τύχοι, καὶ τούτων κἀκείνων συμβάντων
连词 ὡς 引导带有语气小辞 ἄν 的属格独立结构(τούτων κἀκείνων συμβάντων),中间插入了一个希求法条件从句 εἰ τύχοι(“假若碰巧发生”)。ἄν 修饰分词 συμβάντων,表示潜在的假设可能性,整个结构意为“在假定这两种情况亦可能碰巧发生的前提下”。
- 59λύσασι μὲν τοίνυν ... ἐῶσι δέ
与格分词 λύσασι 与 ἐῶσι 在句中承担条件分词的功能(“若废除……,而若听任其有效……”),充当关涉与格,为后文的主句(εἰσὶν αἱ τιμωρίαι 与 ἀνῄρηται ἡ δίκη)提供前提或涉及的对象。
