- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:48-54
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者批评阿里斯托克拉特的决议案不加区分动机和情由(蓄意、过失、正当防卫或身份)便一律下令缉拿凶手,并通过援引德拉古的法律及关于合法杀人和过失致死的法条,论证该决议案直接违背了保障正当抗辩与流亡者权益的现有法规。
οὐκ ἔνεστʼ εἰπεῖν ὡς οἶσθα. οὐκοῦν ταῦτά γε δήπου προσῆκε γράψαι ἐάν τις ἀποκτείνῃ γράφοντα, ἄκων ἢ ἑκών, ἀδίκως ἢ δικαίως, ξένος ἢ πολίτης, ἵνʼ ὅτῳ ποτὲ τοὔργον ἐπράχθη, τούτῳ τὰ ἐκ τῶν νόμων ὑπῆρχε δίκαια,1 μὴ μὰ Δίʼ αὐτὸ τὸ τῆς αἰτίας ὄνομʼ εἰπόντα ἀγώγιμος ἔστω προσγράψαι. τίνα γὰρ σὺ λέλοιπας ὅρον τῷ γράμματι τούτῳ, τοῦ νόμου σαφῶς οὑτωσὶ λέγοντος μὴ πέρα ὅρων ἐλαύνειν, ὃς πανταχόθεν δίδως ἄγειν;
你绝不可能说你知道。那么,理所当然地,在起草“若有人杀害”时,本应加上“无论过失还是蓄意,无论不义还是正当,无论异邦人还是公民”,以便无论该行为是由谁所犯,他都能享有法律所赋予的正当权利;而不是凭宙斯起誓,仅仅提及指控的罪名,就附加一句“当予以缉拿”。因为当法律如此明确规定不得将人驱赶出境之外时,你却准许从任何地方都可以把人押走,那你通过这纸文书究竟还留下了什么界限呢?
ὁ νόμος δʼ οὐκ ἐλαύνειν τῶν ὅρων πέρα, ἀλλʼ οὐδʼ ἄγειν ἐᾷ. ἐκ δὲ τοῦ σοῦ ψηφίσματος ὁ βουλόμενος ἄξει τὸν ἄκοντʼ ἀπεκτονότα, ἔκδοτον λαβών, εἰς τὴν τοῦ παθόντος βίᾳ πατρίδα. ἆρʼ οὐ πάντα συγχεῖς τἀνθρώπινα, καὶ ἀφαιρεῖ τὴν πρόφασιν μεθʼ ἧς ἢ καλόν ἐστιν ἕκαστον τῶν ἔργων ἢ αἰσχρόν;2
法律不允许驱逐出境之外,甚至连押送都不允许。但按照你的决议案,任何人只要愿意,都可以把过失杀人者作为被引渡之人强行押送至受害者的祖国。你难道不是扰乱了所有人间的法度,剥夺了使我们每项行为得以被判定为光荣或可耻的动机与情由吗?
ὁρᾶτε γὰρ ὡς ἐπὶ πάντων, οὐκ ἐπὶ τῶν φονικῶν μόνον, οὕτω τοῦτʼ ἔχει. ἄν τις τύπτῃ τινά φησὶν ἄρχων χειρῶν ἀδίκων, ὡς, εἴ γʼ ἠμύνατο, οὐκ ἀδικεῖ. ἄν τις κακῶς ἀγορεύῃ, τὰ ψευδῆ προσέθηκεν, ὡς, εἴ γε τἀληθῆ, προσῆκον. ἄν τις ἀποκτείνῃ, ἐκ προνοίας, ὡς, εἴ γʼ ἄκων, οὐ ταὐτόν. ἄν τις καταβλάψῃ τινά, ἑκὼν ἀδίκως. πανταχοῦ τὴν πρόφασιν βεβαιοῦσαν τὸ πρᾶγμʼ εὑρήσομεν. ἀλλʼ οὐ σοί, ἀλλʼ ἁπλῶς, ἄν τις ἀποκτείνῃ Χαρίδημον, ἀγέσθω, κἂν ἄκων, κἂν δικαίως, κἂν ἀμυνόμενος, κἂν ἐφʼ οἷς διδόασιν οἱ νόμοι, κἂν ὁπωσοῦν.
因为你们看,不仅在杀人案件中,在一切事物上情形皆是如此。 “若有人殴打他人,”法律说,“先施不义之手者,”意指如果他是自卫还击,便不算不义。 “若有人毁谤他人,”法律加上了: “虚妄之辞,”意指如果所说属实,便无可厚非。 “若有人杀害他人,” “出于预谋,”意指如果是过失杀人,便不可等同视之。 “若有人致他人损害,” “蓄意并不义地。” 我们在任何地方都会发现,正是动机确立了该行为的性质。但在你这里却全然不是,而只是一概而论: “若有人杀害查里德穆斯,当予以押送,”纵使是过失,纵使是正当地,纵使是出于自卫,纵使是在法律准许的情形下,纵使是无论何种方式,都要被押送。
λέγε τὸν μετὰ ταῦτα νόμον. ΝΟΜΟΣ. "φόνου δὲ δίκας μὴ εἶναι μηδαμοῦ κατὰ τῶν τοὺς φεύγοντας ἐνδεικνύντων, ἐάν τις κατίῃ ὅποι μὴ ἔξεστιν." ὁ μὲν νόμος ἐστὶν οὗτος Δράκοντος, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ οἱ ἄλλοι δὲ ὅσους ἐκ τῶν φονικῶν νόμων παρεγραψάμην· δεῖ δʼ ἃ λέγει σκέψασθαι. κατὰ τῶν ἐνδεικνύντων φησὶ τοὺς κατιόντας ἀνδροφόνους ὅποι μὴ ἔξεστι δίκας φόνου μὴ εἶναι. ἐνταυθὶ δύο δηλοῖ δίκαια, ἃ παρʼ ἀμφότερʼ οὗτος εἴρηκεν τὸ ψήφισμα, ὅτι τʼ ἐνδεικνύναι δίδωσι τὸν ἀνδροφόνον καὶ οὐκ αὐτὸν ἀγώγιμον οἴχεσθαι λαβόντα, καὶ ὅτι, ἐὰν κατίῃ τις ὅποι μὴ ἔξεστι, καὶ αὐτὸ τοῦτο δίδωσιν, οὐχ ὅπου βούλεταί τις.
请宣读接下来的法律。 【法律】“若有人返回不得涉足之处,对检举这些流亡者的人,任何地方皆不得提起杀人诉讼。” 雅典人啊,这是德拉古的法律,正如我从杀人法中抄录的所有其他法律一样;必须审视法律究竟说了什么。 “对检举之人,”法律说,“返回不得涉足之处的杀人犯,不得提起杀人诉讼。” 在此,法律阐明了两个正当原则,而此人在决议案中将两者悉数践踏:其一,法律准许的是检举杀人犯,而不是由人亲自将其作为可捕之人掳走;其二,法律准许此项特权,仅限于“若有人返回不得涉足之处”,而非准许人在任何任意地方动手。
οὐκ ἔξεστι δὲ ποῖ; ἐξ ἧς ἂν φεύγῃ τις πόλεως. ποῦ καὶ σφόδρα τοῦτο δηλοῖ; ἐάν τις κατίῃ φησί. τοῦτο δʼ οὐκ ἔστʼ ἐπενεγκεῖν ἄλλῃ πόλει πλὴν ἣν ἂν φεύγῃ τις· ὅθεν γὰρ μηδʼ ἐξέπεσέν τις τὴν ἀρχήν, οὐκ ἔνι δήπου κατελθεῖν εἰς ταύτην.3 ὁ μὲν τοίνυν νόμος ἔνδειξιν δέδωκεν, καὶ ταύτην, ἂν κατίῃ ὅποι μὴ ἔξεστιν· ὁ δὲ ἀγώγιμος ἔστω γέγραφεν κἀντεῦθεν, ὅποι φεύγειν οὐδεὶς κωλύει νόμος.
那么,“不得涉足之处”是哪里呢?就是他所逃离的那个城邦。从何处能最清楚地表明这一点呢? “若有人返回,”法律说。这个词除了用于他所流亡离开的城邦之外,不可能适用于任何其他城邦;因为起初根本未曾被驱逐出的地方,人断不可能“返回”。因此,法律固然赋予了检举权,但也仅限于“若他返回不得涉足之处”;然而此人却写道: “当予以缉拿,”哪怕是从没有任何法律禁止其流亡避难的地方,也要予以缉拿。
λέγʼ ἄλλον νόμον. ΝΟΜΟΣ. "ἐάν τις ἀποκτείνῃ ἐν ἄθλοις ἄκων, ἢ ἐν ὁδῷ καθελὼν ἢ ἐν πολέμῳ ἀγνοήσας, ἢ ἐπὶ δάμαρτι ἢ ἐπὶ μητρὶ ἢ ἐπʼ ἀδελφῇ ἢ ἐπὶ θυγατρί, ἢ ἐπὶ παλλακῇ4 ἣν ἂν ἐπʼ ἐλευθέροις παισὶν ἔχῃ, τούτων ἕνεκα μὴ φεύγειν κτείναντα." πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νόμων ὄντων, παρʼ οὓς εἴρηται τὸ ψήφισμα, παρʼ οὐδένα μᾶλλον ἢ παρὰ τοῦτον τὸν ἀνεγνωσμένον νῦν εἴρηται. διδόντος γὰρ τοῦ νόμου σαφῶς οὑτωσὶ καὶ λέγοντος ἐφʼ οἷς ἐξεῖναι κτεῖναι, οὗτος ἅπαντα παρεῖδε ταῦτα, καὶ γέγραφεν, οὐδὲν ὑπειπὼν πῶς, ἄν τις ἀποκτείνῃ, τὴν τιμωρίαν.
请宣读另一条法律。 【法律】“若有人在竞技赛会中过失致人于死,或在道路上制服并击杀他人,或在战争中误杀他人,或在当场捕获并杀死侵犯其妻子、母亲、姐妹、女儿,或为生育自由子女所纳妾室之人,该杀人者不因这些缘故而流亡。” 雅典人啊,尽管该决议案违背了许多法律,但没有哪一部比违背现在宣读的这部法律更为严重了。因为法律既然如此明确地准许并说明了在何种情形下可以杀人,此人却对这一切视若无睹,在丝毫没有说明究竟以何种方式杀人的情况下,就规定了惩罚。
καίτοι σκέψασθʼ ὡς ὁσίως καὶ καλῶς ἕκαστα διεῖλεν ὁ ταῦτʼ ἐξ ἀρχῆς διελών. ἄν τις ἐν ἄθλοις ἀποκτείνῃ τινά, τοῦτον ὥρισεν οὐκ ἀδικεῖν. διὰ τί; οὐ τὸ συμβὰν ἐσκέψατο, ἀλλὰ τὴν τοῦ δεδρακότος διάνοιαν. ἔστι δʼ αὕτη τίς; ζῶντα νικῆσαι καὶ οὐκ ἀποκτεῖναι. εἰ δʼ ἐκεῖνος ἀσθενέστερος ἦν τὸν ὑπὲρ τῆς νίκης ἐνεγκεῖν πόνον, ἑαυτῷ τοῦ πάθους αἴτιον ἡγήσατο, διὸ τιμωρίαν οὐκ ἔδωκεν ὑπὲρ αὐτοῦ.
然而请看,最初厘定这些分别的人,是如何虔敬而精妙地划分了每一种情况。若有人在赛会中杀死了某人,法律判定此人无罪。为什么呢?他没有看发生的结果,而是考察了行凶者的意图。这种意图是什么呢?是击败活着的对手,而不是杀死他。如果对手因过于羸弱而无法承受争胜的劳顿,法律便认为受害的原因在于其自身,因此没有为他向行凶者施加惩罚。
- 48ἵνʼ ὅτῳ ποτὲ τοὔργον ἐπράχθη, τούτῳ τὰ ἐκ τῶν νόμων ὑπῆρχε δίκαια
在 ἵνα 从句中,动词 ὑπῆρχε 采用未完成过去时直陈式,与主句表示过去应然或反事实含义的无人称动词 προσῆκε 相应,表示未能实现的过去意图或反事实结果。关系代词 ὅτῳ ποτέ 作被动语态动词 ἐπράχθη 的施事与格(“无论该行为是由谁所犯”),并作为后接的复指与格代词 τούτῳ 的先行词。
- 49καὶ ἀφαιρεῖ τὴν πρόφασιν μεθʼ ἧς ἢ καλόν ἐστιν ἕκαστον τῶν ἔργων ἢ αἰσχρόν;
此处的 πρόφασις 并非指虚假的“借口”,而是指界定行为道德与法律性质的“真实动机”、“情由”或“前因”。介词短语 μεθʼ ἧς 表示伴随(“伴随着它,每项行为才被判定为光荣或可耻”),下文列举的自卫、故意与过失等具体例证即是对其内涵的展开阐述。
- 52ὅθεν γὰρ μηδʼ ἐξέπεσέν τις τὴν ἀρχήν, οὐκ ἔνι δήπου κατελθεῖν εἰς ταύτην.
κατέρχομαι 是希腊法律和古典散文中指“从流亡中返回(祖国)”的专业术语。关系副词 ὅθεν(相当于 ἐξ ἧς πόλεως)引导定语分句,后由 εἰς ταύτην 复指。τὴν ἀρχήν 为宾格副词用法,意为“根本”、“起初”,与否定词 μηδέ 连用,构成“对于起初根本未曾被驱逐出的地方,人决不可能‘返回’”的严密论据。
- 53ἐπὶ δάμαρτι ἢ ἐπὶ μητρὶ ἢ ἐπʼ ἀδελφῇ ἢ ἐπὶ θυγατρί, ἢ ἐπὶ παλλακῇ
介词 ἐπί 支配与格在此表示“当场拿获/在……身上”,即撞见与妻子、母亲等行奸淫通奸之事的现行现场,是雅典杀人法中的专门惯用表达。后接的关系从句 ἣν ἂν ἐπʼ ἐλευθέροις παισὶν ἔχῃ 仅限定修饰妾室(παλλακή),指为了生育自由身份的后代而合法纳置的妾。
