← 狄摩西尼

控诉阿里斯托克拉底

§40-47

排除于祭礼之外的规定与禁止境外追捕

演说者阐释了将杀人犯排除在安菲克提翁祭礼与竞技会之外但在界限之外予以保护的立法原意,指出该决议案不仅令捕杀者获罪,更使提案者同涉血罪;随后引用保护过失杀人流亡者免在境外受追捕的法律,痛斥阿里斯托克拉特提案的荒谬妄断。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40

καὶ πάλιν ἱερῶν Ἀμφικτυονικῶν. τί δήποτε καὶ τούτων ἀπέκλεισε τὸν ἀνδροφόνον; ὅσων τῷ παθόντι ζῶντι μετῆν, τούτων εἴργει τὸν δεδρακότα, πρῶτον μὲν τῆς πατρίδος καὶ τῶν ἐν ταύτῃ πάντων καὶ ὁσίων καὶ ἱερῶν, τὴν ἐφορίαν ἀγορὰν ὅρον προσγράψας ἧς εἴργεσθαί φησιν, εἶτα τῶν ἱερῶν τῶν ἐν Ἀμφικτύοσιν· καὶ γὰρ τούτων, εἴπερ ἦν Ἕλλην ὁ παθών, μετῆν αὐτῷ. καὶ ἄθλων. διὰ τί; ὅτι κοινοὶ πᾶσίν εἰσιν οἱ κατὰ τὴν Ἑλλάδʼ ἀγῶνες, κατὰ δὲ τὴν πάντων μετουσίαν μετῆν καὶ τούτων τῷ πεπονθότι· καὶ τούτων οὖν ἀπεχέσθω.

法律又说: “安菲克提翁宗教祭礼。” 立法者究竟为何也要将杀人犯从这些祭礼中排除呢?凡是受害者生前所享有的,立法者便把行凶者从这一切中剥夺:首先是他的祖国以及其中所有世俗与神圣的事物,并附加上“边境市集”作为他声称应当避开的界限;其次是安菲克提翁同盟中的祭礼;因为受害者若是一个希腊人,他也同样享有这些。 “以及竞技赛会。” 为什么呢?因为全希腊的竞技赛会是全希腊人所共有的,按照全人类共同享有的权利,受害者也同样参与其中;因此,行凶者也必须避开这些。

§41

τούτων μὲν δὴ τὸν εἰργασμένον εἴργει. ἂν δʼ ἔξω τούτων κτείνῃ τις αὐτὸν ἄλλοθι, τὴν αὐτὴν ὑπὲρ αὐτοῦ δίκην δέδωκεν ἥνπερ ἂν τὸν Ἀθηναῖον κτείνῃ.1 τὸν γὰρ φυγάδα τὸ τῆς πόλεως οὐ προσεῖπʼ ὄνομα, ἧς οὐκ ἔστι μετουσία αὐτῷ, ἀλλὰ τὸ τοῦ πράγματος, ᾧ κατέστησεν αὑτὸν ἐκεῖνος ἔνοχον· καὶ διὰ ταῦτʼ ἄν τις ἀποκτείνῃ φησὶ τὸν ἀνδροφόνον. εἶτʼ εἰπὼν ὧν εἰργόμενον, ἐπὶ τῷ τὴν τιμωρίαν νομίμως ἐπιθεῖναι τὸ τῆς πόλεως ὄνομʼ ὠνόμασεν, τοῖς αὐτοῖς ἐνεχέσθω καθάπερ ἂν τὸν Ἀθηναῖον ἀποκτείνῃ γράψας, ἀνομοίως, ὦ ἄνδρες Ἀθηναῖοι, τῷ τουτὶ τὸ ψήφισμʼ εἰρηκότι.

诚然,立法者将行凶者从这些事物中排除了。但如果有人在这些范围之外的别处将其杀害,法律为他所规定的刑罚,与杀害一个雅典人所受的完全相同。因为立法者对流亡者并没有冠以城邦之名——他在城邦中并无份额——而是冠以他使自己陷于罪责的行为之名;正是由于这个缘故,他说: “若有人杀害 该杀人犯。” 随后,在说明了他应当避开哪些事物之后,为了依法施行惩罚,立法者才提及了城邦之名,写道: “当承受与杀害雅典人相同的罪责,”雅典人啊,他的做法与提出这项决议案的人完全不同。

§42

καίτοι πῶς οὐχὶ δεινὸν εἰ, οἷς ὁ νόμος δέδωκεν, ἐὰν ὧν εἶπον εἴργωνται, μετʼ ἀσφαλείας ζῆν φεύγουσιν, τούτους ἐκδότους τις εἶναι γράφει, καὶ ἀφαιρεῖται τὸ τῆς συγγνώμης ὠφέλιμον, ὃ τοῖς ἀτυχοῦσιν ὑπάρχειν εἰκὸς παρὰ τῶν ἔξω τῶν ἐγκλημάτων ὄντων, ὅτῳ ποτὲ τῶν πάντων ἀπόκειται ἄδηλον ὄν, μὴ προδήλου τῆς ἐπιούσης τύχης οὔσης ἑκάστῳ;2 καὶ νυνὶ τὸν ἀποκτείναντα Χαρίδημον, ὄντως ἂν ἄρα τοῦτο γένηται, ἂν ἀνταποκτείνωσί τινες λαβόντες ἔκδοτον, πεφευγότα καὶ τῶν νομίμων εἰργόμενον, ἔνοχοι μὲν αὐτοὶ ταῖς φονικαῖς δίκαις ἔσονται, ἔνοχος δὲ σύ·

然而,对于那些法律准许其只要避开我所说的事项便可在流亡中安全度日的人,如果有人竟然起草决议要将他们引渡交出,并且剥夺了宽恕的益处——这种宽恕本是不幸者理应从诉讼之外的旁人那里获得的,而在未来的命运尚未显露于每个人面前时,究竟谁会遭遇这般际遇乃是不可预知的——这难道不是骇人听闻的事吗?如今,若是杀害查里德穆斯的人——假定真有此事发生——在逃亡且避开法律所规定之事项时,有人因他被引渡而将他报复杀害,那么这些人自身固然难逃杀人罪责,而你也同样罪责难逃;因为法律明载:

§43

καὶ γὰρ ἄν τις αἴτιος ᾖ γέγραπται, ἔσει δʼ αἴτιος τὴν διὰ τοῦ ψηφίσματος ἐξουσίαν δεδωκώς. οὐκοῦν εἰ μὲν ἐάσομεν ὑμᾶς τούτων συμβάντων, οὐ καθαροῖς οὖσιν ὁμοῦ διατρίψομεν· εἰ δʼ ἐπέξιμεν, οἷς ἐγνώκαμεν αὐτοὶ τἀναντία πράττειν ἀναγκασθησόμεθα. ἆρά γε μικρὸν ἢ τὸ τυχόν ἐστιν ὑπὲρ οὗ δεῖ λῦσαι τὸ ψήφισμʼ ὑμᾶς;

“若有人成为起因,”而你通过这项决议案赋予了这种特权,你便成了起因。因此,倘若在这些事情发生之后我们放过你们,我们将与不洁之人朝夕共处;但如果我们起诉,我们将被迫违背自己通过的决议。难道促使你们应当废除这项决议案的理由,只是一件微不足道的小事吗?

§44

λέγε δὴ τὸν μετὰ ταῦτα νόμον. ΝΟΜΟΣ. "ἐάν τίς τινα τῶν ἀνδροφόνων τῶν ἐξεληλυθότων, ὧν τὰ χρήματα ἐπίτιμα,3 πέρα ὅρου ἐλαύνῃ ἢ φέρῃ ἢ ἄγῃ, τὰ ἴσα ὀφείλειν ὅσα περ ἂν ἐν τῇ ἡμεδαπῇ δράσῃ." ἄλλος οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, νόμος ἀνθρωπίνως καὶ καλῶς κείμενος, ὃν παραβὰς οὗτος ὁμοίως φανήσεται.

请宣读接下来的法律。 【法律】“若有人将离境且财产未被剥夺的杀人犯中的任何人,驱赶、劫掠或押送越过边界,其所应承担的罪责,当与在我国领土内所犯完全相同。” 雅典人啊,这是另一部充满仁道且制定优良的法律,同样可以证明此人违反了这部法律。

§45

ἐάν τίς τινα τῶν ἀνδροφόνων φησὶ τῶν ἐξεληλυθότων, ὧν τὰ χρήματα ἐπίτιμα. τῶν ἐπʼ ἀκουσίῳ φόνῳ λέγει μεθεστηκότων. τῷ τοῦτο δῆλον; τῷ τʼ ἐξεληλυθότων εἰπεῖν, ἀλλὰ μὴ φευγόντων, καὶ τῷ διορίζειν ὧν τὰ χρήματα ἐπίτιμα· τῶν γὰρ ἐκ προνοίας δεδήμευται τὰ ὄντα.

“若有人将杀人犯中的任何人,”他说,“离境且财产未被剥夺之人。” 他指的是因过失杀人而退居境外的人。何以见得呢?既因为他说的是“离境之人”而非“逃亡之人”,又因为他限定了“财产未被剥夺之人”;因为蓄意谋杀者的财产是已被没收充公的。

§46

περὶ μὲν δὴ τῶν ἀκουσίων ἂν λέγοι. λέγει δὲ τί; ἐὰν πέρα ὅρου φησὶν ἐλαύνῃ ἢ φέρῃ ἢ ἄγῃ. τοῦτο δʼ ἐστὶν τί, τὸ πέρα ὅρου; ἔστι πᾶσιν ὅρος τοῖς ἀνδροφόνοις τῆς τοῦ παθόντος εἴργεσθαι πατρίδος. ἐκ μὲν δὴ ταύτης δίδωσιν ἐλαύνειν καὶ ἄγειν, πέρα δʼ οὐκ ἐᾷ τούτων οὐδέτερον ποιεῖν. ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ, τὴν αὐτὴν ἔδωκεν ὑπὲρ αὐτοῦ δίκην ἥνπερ ἂν εἰ μένοντʼ ἠδίκει, γράψας ταὔτʼ ὀφείλειν ἅπερ ἂν οἴκοι δράσῃ.

因此,他所说的应当是过失杀人者。那么他又说了什么呢? “若越过边界,”他说,“驱赶、劫掠或押送。” 这“越过边界”又是什么意思呢?所有杀人犯都有一条界限,即必须远离受害者的祖国。法律固然准许将其驱逐并押送出该国,但在〔边界〕之外,法律绝不容许施行其中任何一种行为。如果有人违反此规定行事,法律为他所规定的惩罚,便如同在他留在境内时侵害了他一样,写明其应承担的罪责与在本土所犯完全相同。

§47

εἰ δή τις ἔροιτʼ Ἀριστοκράτην τουτονί (καὶ μὴ νομίσητʼ εὔηθες τὸ ἐρώτημα) πρῶτον μὲν εἰ οἶδεν εἴ τις ἀποκτενεῖ Χαρίδημον, ἢ καὶ ἄλλως πως τελευτήσει, οὐκ ἄν, οἶμαι, φαίη. θήσομεν τοίνυν ἀποκτενεῖν. πάλιν οἶσθα, ἑκὼν ἢ ἄκων, καὶ ξένος ἢ πολίτης ὁ τοῦτο ποιήσων ἔσται;

如果有人问这位阿里斯托克拉特——请不要认为这个问题愚蠢——首先,他是否知道会有人杀害查里德穆斯,还是他会以其他某种方式死去,我认为他不会说自己知道。那么,我们就假定会有人杀害他。反过来,你又知道那行凶之人是蓄意还是过失、是异邦人还是本邦公民吗?

语法注3 条
  1. 41τὴν αὐτὴν ὑπὲρ αὐτοῦ δίκην δέδωκεν ἥνπερ ἂν τὸν Ἀθηναῖον κτείνῃ

    主动词 δέδωκεν 为现在完成时,表示立法者在法条中所作出的既定判罚规定(“规定了同一惩罚”)。在关系代词 ἥνπερ 之后的 ἄν 与虚拟语气 κτείνῃ 连用,构成泛指比较/条件从句(“正如杀害雅典人时所当受的完全相同”),ὑπὲρ αὐτοῦ 则表示“为他/为被杀之亡命者伸冤”的代受或申辩介词短语。

  2. 42ὅτῳ ποτὲ τῶν πάντων ἀπόκειται ἄδηλον ὄν, μὴ προδήλου τῆς ἐπιούσης τύχης οὔσης ἑκάστῳ

    ἄδηλον ὄν 为非人称短语的宾格绝对结构(“在尚属未知的情况下”),其后引出间接疑问分句 ὅτῳ ποτὲ τῶν πάντων ἀπόκειται(“在全人类中这命运究竟留待何人承受”)。随后的 μὴ προδήλου τῆς ἐπιούσης τύχης οὔσης ἑκάστῳ 则为表原因或伴随状况的属格绝对结构,否定词 μή 表明此分词分句具有普遍泛指与假设性质。

  3. 44ὧν τὰ χρήματα ἐπίτιμα

    形容词 ἐπίτιμα(ἐπίτιμος 的中性复数作表语)指财产在法律上未被没收或剥夺公民权、仍享有完整法定权利的状态。后文将其与故意杀人者财产被籍没充公(δεδήμευται)形成对照,证明此处的定语从句 ὧν τὰ χρήματα ἐπίτιμα 是雅典法中专门界定因过失杀人而离境服刑者的法律限定用语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:40-47