- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:32-39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出,杀人法将拿问严格限定于解送官员且仅限于境内,并禁止虐待与勒赎;而阿里斯托克拉特的决议案却允许在未经审判的情况下自各处抓人并施加私刑,实属违法。接着他引用了保护避开边境市集的流亡杀人犯的法律,并阐明其立法初衷。
ὡς τούτους1 οὖν ἀπάγειν λέγει. διαφέρει δὲ τί τοῦτο τοῦ ὡς αὑτὸν ἄγειν; ὅτι ὁ μὲν ἀπάγων, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς τοὺς θεσμοθέτας, τοὺς νόμους κυρίους ποιεῖ τοῦ δεδρακότος, ὁ δʼ ὡς αὑτὸν ἄγων ἑαυτόν. ἔστι δʼ ἐκείνως μέν, ὡς ὁ νόμος τάττει, δοῦναι δίκην, οὕτω δέ, ὡς ὁ λαβὼν βούλεται. πλεῖστον δὲ δήπου διαφέρει τὸν νόμον κύριον τῆς τιμωρίας ἢ τὸν ἐχθρὸν γίγνεσθαι.
因此,法律所说的乃是将他解送至这些官员处。那么,这与押往私宅又有何区别呢?雅典人啊,这是因为将凶手解送至司法执政官处的人,乃是使法律成为处置行凶者的主宰;而将其押往私宅的人,则是使自己成为主宰。在前一种情形下,他是按照法律所规定的方式服罪;而在后一种情形下,则是按照擒获他之人的意愿服罪。而由法律来主宰惩处,还是由仇敌来主宰,这二者之间显然有着天壤之别。
λυμαίνεσθαι δὲ φησὶ μή, μηδὲ ἀποινᾶν. ταῦτα δʼ ἐστὶν τί; τὸ μὲν δὴ μὴ λυμαίνεσθαι γνώριμον οἶδʼ ὅτι πᾶσιν μὴ μαστιγοῦν, μὴ δεῖν, μὴ τὰ τοιαῦτα ποιεῖν λέγει, τὸ δὲ μηδʼ ἀποινᾶν μὴ χρήματα πράττεσθαι· τὰ γὰρ χρήματʼ ἄποινʼ ὠνόμαζον οἱ παλαιοί.
法律又说: “但不得虐待, 亦不得勒赎。” 这又是什么意思呢?不得虐待,我知道对所有人来说都是显而易见的,意指不得施以鞭笞,不得捆绑,不得施行此类行为;而不得勒赎,则是指不得勒索钱财;因为古人把钱财称作“赎金”。
ὁ μὲν δὴ νόμος οὕτως τὸν ἀνδροφόνον καὶ τὸν ἑαλωκότʼ ἤδη διώρισεν ὡς κολαστέον καὶ οὗ, τὴν τοῦ πεπονθότος εἰπὼν πατρίδα, καὶ περὶ τοῦ μηδένʼ ἄλλον τρόπον ἢ τοῦτον μηδʼ ἄλλοθι πλὴν ἐνταῦθʼ ἄντικρυς εἴρηκεν. ὁ δὲ τὸ ψήφισμα γράφων, πολλοῦ γε δεῖ, διώρισεν,2 ὅς γε πάντα τούτοις τἀναντίʼ εἴρηκεν· γράψας γὰρ ἐάν τις ἀποκτείνῃ Χαρίδημον, ἀγώγιμος ἔστω φησὶν πανταχόθεν.
法律就是这样,甚至对于杀人犯、即已经被定罪之人,也通过指定受害者的祖国,明确规定了应当如何惩罚以及在何处惩罚,并且直截了当地声明:不得以除此以外的任何其他方式惩处,亦不得在此处以外的任何地方惩处。然而起草决议案的人不仅没有加以限定,反而说出了与这一切完全相反的话;因为他在写下“若有人杀害查里德穆斯”之后,便声称: “当自任何地方皆可拿问。”
τί λέγεις; τῶν νόμων οὐδὲ τοὺς ἑαλωκότας διδόντων ἀπάγειν πλὴν ἐν τῇ ἡμεδαπῇ, σὺ γράφεις ἄνευ κρίσεώς τινʼ ἀγώγιμον ἐκ τῆς συμμαχίδος πάσης; καὶ οὐδʼ ἐν τῇ ἡμεδαπῇ ἄγειν κελευόντων τῶν νόμων, σὺ δίδως ἄγειν πανταχόθεν; καὶ μὴν ἔν γε τῷ ποιεῖν ἀγώγιμον πάνθʼ ὅσʼ ἀπείρηκεν ὁ νόμος δέδωκας, χρήματα πράξασθαι, ζῶντα λυμαίνεσθαι, κακοῦν ἔχοντα, αὐτὸν ἀποκτιννύναι.
你说的是什么话?当法律甚至不准许在本邦境内以外的地方将已定罪之人解送时,你竟然写明无需审判即可自整个盟邦境内任意拿问?当法律甚至禁止在境内私自绑架羁押时,你却准许从任何地方任意拿问?不仅如此,在规定可被任意拿问之中,你竟然赋予了法律所禁止的一切权力:勒索钱财、在活着时虐待侮辱、拘押期间加以残害、以及亲手将其处死。
πῶς οὖν ἄν τις μᾶλλον ἐλεγχθείη παράνομʼ εἰρηκὼς ἢ πῶς δεινότερʼ ἂν γράφων ἢ τοῦτον τὸν τρόπον; ὃς δυοῖν ὑποκειμένων ὀνομάτων, κατὰ μὲν τῶν ἐν αἰτίᾳ, ἐάν τις ἀποκτείνῃ, κατὰ δὲ τῶν ἑαλωκότων, ἐάν τις ἀνδροφόνος ᾖ, ἐν μὲν τῇ προσηγορίᾳ τὸ τοῦ τὴν αἰτίαν ἔχοντος ἔλαβες ὄνομα, τὴν δὲ τιμωρίαν, ἣν οὐδὲ κατὰ τῶν ἐξεληλεγμένων διδόασιν οἱ νόμοι, ταύτην κατὰ τῶν ἀκρίτων ἔγραψας, καὶ τὸ μέσον τούτων ἐξεῖλες. μέσον γάρ ἐστιν αἰτίας καὶ ἐλέγχου κρίσις, ἣν οὐδαμοῦ γέγραφʼ οὗτος ἐν τῷ ψηφίσματι.
那么,还有谁能比这更明白地被证实提出了违法提案,或者还有谁能比用这种方式起草决议案更加骇人听闻呢?在有两种现成的称谓可供使用的情况下——对于受指控者是“若有人杀人”,对于已被定罪者是“若有人为杀人犯”——你却在称谓中采用了属于受控者的名称,但在惩罚上,却把法律甚至对已被证实有罪者都不予许可的严刑,强加在未经审判的人身上,并且剔除了介于二者之间的环节。因为在控告与证实有罪之间,正是审判程序,而此人在决议案中却绝口不提审判。
λέγε τοὺς ἐφεξῆς νόμους. ΝΟΜΟΣ. "ἐὰν δέ τις τὸν ἀνδροφόνον κτείνῃ ἢ αἴτιος ᾖ φόνου, ἀπεχόμενον ἀγορᾶς ἐφορίας3 καὶ ἄθλων καὶ ἱερῶν Ἀμφικτυονικῶν, ὥσπερ τὸν Ἀθηναῖον κτείναντα, ἐν τοῖς αὐτοῖς ἐνέχεσθαι,4 διαγιγνώσκειν δὲ τοὺς ἐφέτας." τουτονὶ δεῖ μαθεῖν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν νόμον τί ποτʼ ἐβούλεθʼ ὁ θείς· ὄψεσθε γὰρ ὡς ἅπαντʼ εὐλαβῶς διώρισε καὶ νομίμως.
请宣读接下来的法律。 【法律】“若有人杀害该杀人犯或为致死之起因,只要该杀人犯避开了边境市集、竞技赛会及安菲克提翁宗教祭礼,则杀人者当承受与杀害雅典人相同的罪责;并由埃斐特斯法官作出判决。” 雅典人啊,你们必须明白立法者通过这部法律究竟意欲何为;因为你们将看到他是何等审慎且合法地规定了一切。
ἐάν τις ἀποκτείνῃ τὸν ἀνδροφόνον φησὶν ἢ αἴτιος ᾖ φόνου, ἀπεχόμενον ἀγορᾶς ἐφορίας καὶ ἄθλων καὶ ἱερῶν Ἀμφικτυονικῶν, ὥσπερ τὸν Ἀθηναῖον κτείναντα, ἐν τοῖς αὐτοῖς ἐνέχεσθαι, διαγιγνώσκειν δὲ τοὺς ἐφέτας. τί δὴ ταῦτʼ ἐστίν; ἐκεῖνος ᾤετο τὸν πεφευγότʼ ἐπʼ αἰτίᾳ φόνου καὶ ἑαλωκότα, ἐάνπερ ἅπαξ ἐκφύγῃ καὶ σωθῇ, εἴργειν μὲν τῆς τοῦ παθόντος πατρίδος δίκαιον εἶναι, κτείνειν δʼ οὐχ ὅσιον πανταχοῦ. τί σκοπῶν; ὅτι καὶ τοὺς δεῦρο πεφευγότας, ἂν ἡμεῖς τοὺς ἑτέρωσʼ ἀποκτιννύωμεν, ἀποκτενοῦσʼ ἕτεροι.
“若有人杀害该杀人犯,”他说,“或为致死之起因,只要该杀人犯避开了边境市集、竞技赛会及安菲克提翁宗教祭礼,则杀人者当承受与杀害雅典人相同的罪责;并由埃斐特斯法官作出判决。” 这究竟是什么意思呢?那位立法者认为,因杀人指控而出逃且已被定罪的人,一旦逃脱并获得安全,将其驱逐出受害者的祖国是正当的,但在任何地方都将其杀害则是不合天道的。他出于何种考虑呢?因为如果我们去杀害那些逃往别处的人,其他人也会杀害逃亡到我们这里的人。
εἰ δὲ τοῦτʼ ἔσται, ἡ μόνη λοιπὴ τοῖς ἀτυχοῦσιν ἅπασι σωτηρία διαφθαρήσεται. ἔστι δʼ αὕτη τίς; ἐκ τῆς τῶν πεπονθότων μεταστάντα εἰς τὴν τῶν μηδὲν ἠδικημένων ἀδεῶς μετοικεῖν. ἵνα δὴ μὴ τοῦτʼ ᾖ μηδʼ ἀπέραντοι τῶν ἀτυχημάτων αἱ τιμωρίαι γίγνωνται, ἔγραψεν ἐάν τις τὸν ἀνδροφόνον κτείνῃ ἀπεχόμενον φησὶν ἀγορᾶς ἐφορίας. τί τοῦτο λέγων; τῶν ὁρίων τῆς χώρας· ἐνταῦθα γάρ, ὥς γʼ ἐμοὶ δοκεῖ, τἀρχαῖα συνῇσαν οἱ πρόσχωροι παρά θʼ ἡμῶν καὶ τῶν ἀστυγειτόνων, ὅθεν ὠνόμακεν ἀγορὰν ἐφορίαν.
而如果发生这种情况,留给所有不幸之人的唯一生路将被摧毁。这生路是什么呢?就是离开受害者所在的邦国,毫无畏惧地侨居在未受侵害者的邦国之中。为了不出现这种局面,也为了对不幸之事的惩罚不至于变成漫无止境,他写道: “若有人杀害该杀人犯,只要其避开,”他说,“边境市集。” 他说这话是指什么呢?是指该邦的边界;因为在我看来,古代我们这里的边民与邻邦的边民正是在那里集会,因此他才将其称作“边境市集”。
- 32ὡς τούτους
介词 ὡς 后接指人的代词/名词宾格(相当于 πρός)。此处指前一段提及的司法执政官(τοὺς θεσμοθέτας),意为解送“至这些官员处”,与后文押往“私宅”(ὡς αὑτὸν ἄγειν)形成对比。
- 34πολλοῦ γε δεῖ, διώρισεν
习语 πολλοῦ γε δεῖ(“远未……”、“绝非如此”)以插入成分的形式修饰动词 διώρισεν,表示起草者“非但没有加以限定/界定,反而提出了完全相反的主张”。
- 37ἀπεχόμενον ἀγορᾶς ἐφορίας
状语分词 ἀπεχόμενον 带有条件意味(“只要其避开”),修饰被杀害的对象 τὸν ἀνδροφόνον。ἀγορᾶς ἐφορίας 为表示分离的属格;后文演说者解释其为城邦边界处的集市或聚会之所。
- 37ὥσπερ τὸν Ἀθηναῖον κτείναντα, ἐν τοῖς αὐτοῖς ἐνέχεσθαι
表达法律条文祈使/规范意旨的“宾格加不定式”句式(省略主节动词,意为“当承受相同罪责”)。比较短语 ὥσπερ τὸν Ἀθηναῖον κτείναντα 中的宾格分词,与其所比较的未明言的不定式主语(即杀人者)在格上保持一致(相当于“正如杀害雅典人者一样”)。
