← 狄摩西尼

控诉阿里斯托克拉底

§25-31

德拉古杀人法与未经审判即处刑之违法

演说者援引德拉古杀人法证明,正当法律在定罪前绝不施加惩罚而必先经审判,唯有被定罪者始称杀人犯;反观阿里斯托克拉特斯的决议案未判先惩,非法将未经审判的嫌疑人直接交付原告私力处置。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25

καὶ προσειπὼν ὁ θεὶς τὸν νόμον ἐὰν ἀποκτείνῃ, κρίσιν πεποίηκεν ὅμως, οὐ πρότερον τί χρὴ πάσχειν τὸν δεδρακότʼ εἴρηκεν, καλῶς, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦθʼ ὑπὲρ εὐσεβείας ὅλης τῆς πόλεως προϊδών. πῶς; οὐκ ἔνεστιν ἅπαντας ἡμᾶς εἰδέναι τίς ποτʼ ἐστὶν ὁ ἀνδροφόνος. τὸ μὲν δὴ τὰ τοιαῦτʼ ἄνευ κρίσεως πιστεύειν, ἄν τις ἐπαιτιάσηται, δεινὸν ἡγεῖτο, δεῖν δʼ ὑπελάμβανεν, ἐπειδήπερ ἡμεῖς τιμωρήσομεν τῷ πεπονθότι, πεισθῆναι καὶ μαθεῖν ἡμᾶς διδασκομένους ὡς δέδρακεν· τηνικαῦτα γὰρ εὐσεβὲς ἤδη κολάζειν εἰδόσιν εἶναι, πρότερον δʼ οὔ.

而立法者在提出“若有人杀人”的措辞之后,却依然设立了审判程序,并未预先规定行凶者应当承受何种惩罚——雅典人啊,这是他为了全邦的虔敬而作出的极佳先见。何以见得呢?我们绝不可能全都知道究竟谁是杀人犯。因此,若有人提出指控,便不经审判而轻信此类指控,立法者认为这是骇人听闻的;他认定,既然我们是要替受害者复仇,我们就必须在受到指教后被说服并得知他确已行凶;因为唯有到那时,作为知情者施加惩罚才是合乎虔敬的,而在此之前绝非如此。

§26

καὶ ἔτι πρὸς τούτῳ διελογίζετο, ὅτι πάντα τὰ τοιαῦτʼ ὀνόματα, οἷον ἐάν τις ἀποκτείνῃ, ἐάν τις ἱεροσυλήσῃ, ἐάν τις προδῷ, καὶ τὰ τοιαῦτα πάντα πρὸ μὲν τοῦ κρίσιν γενέσθαι αἰτιῶν ὀνόματʼ ἐστίν, ἐπειδὰν δὲ κριθείς τις ἐξελεγχθῇ, τηνικαῦτʼ ἀδικήματα γίγνεται. οὐ δὴ δεῖν ᾤετο τῷ τῆς αἰτίας ὀνόματι τιμωρίαν προσγράφειν, ἀλλὰ κρίσιν.1 καὶ διὰ ταῦτα, ἄν τις ἀποκτείνῃ τινά, τὴν βουλὴν δικάζειν ἔγραψεν, καὶ οὐχ ἅπερ, ἂν ἁλῷ, παθεῖν εἶπεν.

不仅如此,他还深思考虑到:所有这类的措辞,例如“若有人杀人”、“若有人盗窃神庙”、“若有人叛国”,凡此类措辞在审判举行之前都只是控告的名称,而一旦某人受审并被证实有罪,那时它们才成为罪行。因此他认为,不应当把惩罚附加在控告的名称之后,而应当附加审判程序。正是由于这些原因,他写道“若有人杀了人,议事会当予审理”,而没有径直规定若其被定罪应当承受何种惩罚。

§27

ὁ μὲν δὴ τὸν νόμον τιθεὶς οὕτως, ὁ δὲ τὸ ψήφισμα γράφων πῶς; ἐάν τις ἀποκτείνῃ φησὶν Χαρίδημον. τὴν μὲν δὴ προσηγορίαν τοῦ πάθους τὴν αὐτὴν ἐποιήσατο, ἄν τις ἀποκτείνῃ γράψας, ἥνπερ ὁ τὸν νόμον τιθείς· μετὰ ταῦτα δʼ οὐκέτι ταὐτά, ἀλλʼ ἀνελὼν τὸ δίκην ὑπέχειν ἀγώγιμον εὐθὺς ἐποίησεν, καὶ παραβὰς τὸ διωρισμένον ἐκ τοῦ νόμου δικαστήριον, ἄκριτον τοῖς ἐπαιτιασαμένοις παρέδωκεν ὅ τι ἂν βούλωνται χρῆσθαι τὸν οὐδʼ εἰ πεποίηκέ πω φανερόν.2

立法者固然是如此行事,而起草该决议案的人又是如何呢? “若有人杀害,”他说,“查里德穆斯。” 他固然采用了与立法者相同的受害称谓,写下“若有人杀害”;但在此之后,便不再与法律相同了:他取消了依法受审的环节,直接规定该人可被当即逮捕拿问;他越过了法律所指定的法庭,将一个甚至尚未查明究竟是否犯下罪行的人,直接交由原告等任意处置。

§28

καὶ λαβοῦσιν ἐκείνοις ἐξέσται στρεβλοῦν, αἰκίσασθαι, χρήματα πράξασθαι. καίτοι πάντα ταῦτʼ ἀπείρηκεν ἄντικρυς καὶ σαφῶς ὁ κάτωθεν νόμος μηδὲ τοὺς ἑαλωκότας καὶ δεδογμένους ἀνδροφόνους ἐξεῖναι ποιεῖν. λέγε δʼ αὐτοῖς αὐτὸν τὸν νόμον τὸν μετὰ ταῦτα. ΝΟΜΟΣ. "τοὺς δʼ ἀνδροφόνους ἐξεῖναι ἀποκτείνειν ἐν τῇ ἡμεδαπῇ καὶ ἀπάγειν, ὡς ἐν τῷ α ἄξονι ἀγορεύει, λυμαίνεσθαι δὲ μή, μηδὲ ἀποινᾶν, ἢ διπλοῦν ὀφείλειν ὅσον ἂν καταβλάψῃ. εἰσφέρειν δʼ ἐς τοὺς ἄρχοντας, ὧν ἕκαστοι δικασταί εἰσι, τῷ βουλομένῳ. τὴν δʼ ἡλιαίαν διαγιγνώσκειν."

而那些擒获他的人,将可以对他施加严刑拷打、虐待侮辱、勒索钱财。然而,紧随其后的法律直截了当且明明白白地禁止对哪怕已被定罪并判定为杀人凶手的人施行所有这些行径。请宣读紧随其后的法律本身给他们听。 【法律】“杀人犯得在本邦境内予以处死并拿问,如第一木盘上所规定者,但不得虐待,亦不得勒赎,否则当赔偿其所造成损害的双倍。凡有意愿者,得将其解送至各自分管审判的执政官处;并由赫利埃亚法庭作出判决。”

§29

ἠκούσατε μὲν τοῦ νόμου, σκέψασθε δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ θεωρήσατε ὡς καλῶς καὶ σφόδρʼ εὐσεβῶς ἔθηκε ὁ τιθεὶς τὸν νόμον. τοὺς ἀνδροφόνους φησίν. πρῶτον μὲν δὴ τοῦτον ἀνδροφόνον λέγει, τὸν ἑαλωκότʼ ἤδη τῇ ψήφῳ. οὐ γάρ ἐστʼ οὐδεὶς ὑπὸ ταύτῃ τῇ προσηγορίᾳ, πρὶν ἂν ἐξελεγχθεὶς ἁλῷ.

雅典人啊,你们听到了法律的内容;请审视并考察立法者在制定法律时是何等优良且极具虔敬。 “杀人犯,”他说。首先,他所谓“杀人犯”,乃是指已经经过投票被定罪之人;因为在某人经辩驳被定罪之前,绝无一人属于此种称谓之下。

§30

ποῦ τοῦτο δηλοῖ; ἔν τε τῷ προτέρῳ νόμῳ καὶ τούτῳ. ἐν μὲν γὰρ ἐκείνῳ γράψας ἐάν τις ἀποκτείνῃ, τὴν βουλὴν δικάζειν εἶπεν, ἐν δὲ τούτῳ τὸν ἀνδροφόνον προσειπών, ἃ χρὴ πάσχειν εἴρηκεν· οὗ μὲν γὰρ ἦν αἰτία τὸ πρᾶγμα, τὴν κρίσιν εἴρηκεν, οὗ δʼ ὁ ἁλοὺς ἔνοχος τῷ προσρήματι τούτῳ καθέστηκεν, τὴν τιμωρίαν ἔγραψεν. περὶ μὲν δὴ τῶν ἑαλωκότων ἂν λέγοι. λέγει δὲ τί;

他在哪里表明了这一点呢?既在前一部法律中,亦在此部法律中。因为在前者中,他写道“若有人杀害,”便规定由议事会进行审理;而在此部法律中,他使用了“杀人犯”之称,便规定了该人当承受何种后果。在事件尚属控告之处,他规定了审判;而在被定罪者已确立为此一称号所指之人的地方,他写下了刑罚。因此,他所谈及的必然是被定罪之人。那么他又说了什么呢?

§31

ἐξεῖναι ἀποκτείνειν καὶ ἀπάγειν. ἆρʼ ὡς αὑτόν; ἢ ὡς ἂν βούληταί τις; πολλοῦ γε καὶ δεῖ.3 ἀλλὰ πῶς; ὡς ἐν τῷ α ἄξονι εἴρηται φησίν. τοῦτο δʼ ἐστὶν τί; ὃ πάντες ἐπίστασθʼ ὑμεῖς. οἱ θεσμοθέται τοὺς ἐπὶ φόνῳ φεύγοντας κύριοι θανάτῳ ζημιῶσαί, καὶ τὸν ἐκ τῆς ἐκκλησίας πέρυσιν πάντες ἑωρᾶθʼ ὑπʼ ἐκείνων ἀπαχθέντα.

“得予以处死并拿问。” 难道是押往私宅?或是随心所欲处置吗?绝非如此!那是怎样呢? “如第一木盘上所规定者,”他说。这是指什么呢?正是你们所有人都知晓之事:司法执政官有权将因杀人而流亡者处以死刑,而你们所有人去年都亲眼目睹了那个被他们从公民大会上押走之人。

语法注3 条
  1. 26οὐ δὴ δεῖν ᾤετο τῷ τῆς αἰτίας ὀνόματι τιμωρίαν προσγράφειν, ἀλλὰ κρίσιν

    由 ᾤετο 统领的带不定式宾格结构(οὐ δεῖν...)中,与格短语 τῷ τῆς αἰτίας ὀνόματι(“在指控的名称上”)作复合动词 προσγράφειν 的间接宾语。句中 τιμωρίαν(“惩罚”)与 κρίσιν(“审判”)形成对立,确立了在判决确立之前仅可附加审判程序而非刑罚的法理。

  2. 27τὸν οὐδʼ εἰ πεποίηκέ πω φανερόν

    阳性宾格冠词 τὸν 作动词 παρέδωκεν 的直接宾语,指代被控告之人;形容词 φανερόν 省略系动词,其后引导间接疑问从句 εἰ πεποίηκε(“他是否犯下此罪”),整体作 τὸν 的修饰语,意为“把那个甚至尚未查明究竟是否犯下罪行的人”。

  3. 31πολλοῦ γε καὶ δεῖ

    由非人称动词 δεῖ 搭配分离/程度属格 πολλοῦ 构成的固定惯用短语,字面意为“相差甚远”,表示强烈的否定(“断然不是”、“绝非如此”),用于对前文自问的两种私力救济方式(押入私宅或任意处置)予以断然驳斥。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:25-31