← 狄摩西尼

控诉阿里斯托克拉底

§206-212

先祖之节俭与今朝政风腐败及公民权贬值

演说者将当代大肆自肥、令公库空虚的政客及轻率放纵的民众,与私生活简朴而城邦建树辉煌的先祖时代进行鲜明对比。接着他列举连埃癸娜与墨加拉等小邦尚且极其严守公民权门槛的事例,痛斥雅典如今竟为卡里得莫斯商讨护卫的堕落与耻辱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§206

ὑμεῖς δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς τὰ μέγιστʼ ἀδικοῦντας καὶ φανερῶς ἐξελεγχομένους, ἂν ἓν ἢ δύʼ ἀστεῖʼ εἴπωσιν καὶ παρὰ τῶν φυλετῶν τινες ᾑρημένοι σύνδικοι δεηθῶσιν, ἀφίετε· ἂν δὲ καὶ καταψηφίσησθέ του, πέντε καὶ εἴκοσι δραχμῶν ἐτιμήσατε.1 καὶ γάρ τοι τότε μὲν τὰ μὲν τῆς πόλεως ἦν εὔπορα καὶ λαμπρὰ δημοσίᾳ, ἰδίᾳ δʼ οὐδεὶς ὑπερεῖχε τῶν πολλῶν.

然而,雅典人啊,对于那些犯下弥天大罪且被昭然定罪之人,他们只要说上一两句俏皮话,再由同部落选出的辩护人从旁求情,诸位便将他们予以开释;即便诸位确实将某人定罪,也不过科处二十五德拉克马的罚款。正因如此,当年城邦的财力在公共方面充裕而辉煌,在私底下却没有一人凌驾于大众之上。

§207

τεκμήριον δέ· τὴν Θεμιστοκλέους μὲν οἰκίαν καὶ τὴν Μιλτιάδου καὶ τῶν τότε λαμπρῶν, εἴ τις ἄρʼ ὑμῶν οἶδεν ὁποία ποτʼ ἐστίν, ὁρᾷ τῶν πολλῶν οὐδὲν σεμνοτέραν οὖσαν, τὰ δὲ τῆς πόλεως οἰκοδομήματα καὶ κατασκευάσματα τηλικαῦτα καὶ τοιαῦθʼ ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι, προπύλαια ταῦτα, νεώσοικοι, στοαί, Πειραιεύς, τἄλλʼ οἷς κατεσκευασμένην ὁρᾶτε τὴν πόλιν.

证据就在于:诸位之中若有人碰巧知晓狄米斯托克利、米尔蒂阿得斯以及当年那些显赫之人的府邸是何模样,便能看出它们绝不比平民的居所更显尊荣;相反,城邦的公共建筑与各项设施,其规模之宏大、气象之非凡,以至于后世之人全无超越的可能——这些山门、船坞、柱廊、比雷埃夫斯港,以及诸位所见装点着城邦的一切设施皆是如此。

§208

νῦν δʼ ἰδίᾳ μὲν ἑκάστῳ τῶν τὰ κοινὰ πραττόντων τοσαύτη περιουσία ὥστε τινὲς μὲν αὐτῶν πολλῶν δημοσίων οἰκοδομημάτων σεμνοτέρας τὰς ἰδίας κατεσκευάκασιν οἰκίας, γῆν δʼ ἔνιοι πλείω πάντων ὑμῶν τῶν ἐν τῷ δικαστηρίῳ συνεώνηνται· δημοσίᾳ δʼ ὑμεῖς ἃ μὲν οἰκοδομεῖτε καὶ κονιᾶτε, ὡς μικρὰ καὶ γλίσχρα, αἰσχύνη λέγειν. ἀλλʼ ἔχετʼ εἰπεῖν ὅ τι κοινῇ κτησάμενοι καταλείψετε, ὥσπερ ἐκεῖνοι Χερρόνησον, Ἀμφίπολιν, δόξαν ἔργων καλῶν; ἣν οἱ τοιοῦτοι πολῖται πάντʼ ἀναλίσκοντες τρόπον οὐχ οἷοί τʼ εἰσὶν ἀφανίσαι, ὦ ἄνδρες Ἀθηναῖοι.

然而现今,私底下每一个经办国政之人,皆拥有如此丰厚的家产,以至于他们当中有些人建造的私宅比许多公共建筑还要宏伟气派,有些人购置的土地比法庭中诸位所有人加起来的还要多;至于公家方面,诸位所建造并粉刷的工程,其简陋微末实令人难以启齿。诸位还能说得出有什么像先人们留下赫尔索涅索斯、安菲波利斯和宏伟功勋的光荣那样,作为共同取得的遗产留给后世吗?雅典人啊,哪怕这等公民穷尽一切伎俩糟蹋侵吞,也绝无法抹杀那份光荣!

§209

εἰκότως· τότε μὲν γὰρ τῷ κυρίῳ τῶν φόρων γενομένῳ τάξαι Ἀριστείδῃ οὐδὲ μιᾷ δραχμῇ πλείω τὰ ὑπάρχοντʼ ἐγένετο, ἀλλὰ καὶ τελευτήσαντʼ αὐτὸν ἔθαψεν ἡ πόλις· ὑμῖν δʼ, εἴ τι δέοισθε, χρήμαθʼ ὑπῆρχε κοινῇ πλεῖστα τῶν πάντων Ἑλλήνων, ὥσθʼ ὁπόσου χρόνου ψηφίσαισθʼ ἐξιέναι, τοσούτου μισθὸν ἔχοντες ἐξῇτε.2 νῦν δʼ οἱ μὲν τὰ κοινὰ διοικοῦντες ἐκ πτωχῶν εὔποροι καὶ πολλοῦ χρόνου τροφὴν ἄφθονόν εἰσιν ἡτοιμασμένοι· ὑμῖν δʼ οὐδὲ μιᾶς ἡμέρας ἐφόδιʼ ἐστὶν ἐν τῷ κοινῷ, ἀλλʼ ἅμα δεῖ τι ποιεῖν, καὶ πόθεν οὐκ ἔχετε.3 τότε μὲν γὰρ ὁ δῆμος ἦν δεσπότης τῶν πολιτευομένων, νῦν δʼ ὑπηρέτης.

这也是理所当然的:当年受命全权评定贡金的阿里斯泰德,其私产未曾增加分文,在他去世时还是城邦出资将他安葬;而诸位若有所需,城邦共有的财力为全希腊之冠,以至于无论诸位决议出征多久,都能带着这整个期间的军饷开赴战场。可如今,主持国政的人由赤贫暴富,积攒了足以维系长久岁月的充裕资财;而诸位的国库中连一天的路费都没有,每逢必须有所作为之际,诸位甚至无处筹措资金。当年民众是执政者的主人,如今却沦为了奴仆。

§210

αἴτιοι δʼ οἱ τὰ τοιαῦτα γράφοντες, καὶ συνεθίζοντες ὑμᾶς ὑμῶν μὲν αὐτῶν καταφρονεῖν, ἕνα δʼ ἢ δύο θαυμάζειν ἀνθρώπους. εἶθʼ οὗτοι κληρονομοῦσι τῆς ὑμετέρας δόξης καὶ τῶν ἀγαθῶν, ὑμεῖς δʼ οὐδʼ ὁτιοῦν ἀπολαύετε, ἀλλὰ μάρτυρές ἐστε τῶν ἑτέρων ἀγαθῶν, οὐδενὸς ἄλλου μετέχοντες ἢ τοῦ ἐξαπατᾶσθαι. καίτοι πηλίκον τί ποτʼ ἂν στενάξειαν οἱ ἄνδρες ἐκεῖνοι, οἱ ὑπὲρ δόξης καὶ ἐλευθερίας τελευτήσαντες, καὶ πολλῶν καὶ καλῶν ἔργων ὑπομνήματα καταλιπόντες, εἰ ἄρʼ αἴσθοινθʼ ὅτι νῦν ἡ πόλις εἰς ὑπηρέτου σχῆμα καὶ τάξιν προελήλυθεν, καὶ Χαρίδημον εἰ χρὴ φρουρεῖν βουλεύεται; Χαρίδημον; οἴμοι.

罪魁祸首正是那些草拟此类法令之人,他们诱使诸位自甘轻贱,却去盲目崇拜一两个权贵。结果便是,这些人继承了诸位的威名与财富,而诸位却未蒙受分毫实惠,反倒沦为他人富贵的旁观者,除了被欺瞒蒙蔽之外一无所获。然而,当年那些为了荣耀与自由而捐躯、留下无数崇高功勋纪念碑的先烈们,倘若察觉到如今城邦竟沦落到奴仆的姿态与地位,甚至在商讨是否应当为卡里得莫斯提供警卫,他们该会发出何等沉痛的叹息!卡里得莫斯?哀哉!

§211

ἀλλʼ οὐ τοῦτʼ ἔστι τὸ δεινόν, εἰ τῶν προγόνων, οἳ διενηνόχασιν ἁπάντων ἀρετῇ, χεῖρον βουλευόμεθα, ἀλλʼ ὅτι καὶ πάντων ἀνθρώπων. πῶς γὰρ οὐκ αἰσχρὸν Αἰγινήτας μὲν τουτουσί, νῆσον οἰκοῦντας οὕτω μικρὰν καὶ οὐδὲν ἔχοντας ἐφʼ ᾧ μέγα χρὴ φρονεῖν αὐτούς, Λάμπιν, ὃς μέγιστα ναυκλήρια κέκτηται τῶν Ἑλλήνων, καὶ κατεσκεύακεν τὴν πόλιν αὐτοῖς καὶ τὸ ἐμπόριον, μηδέπω καὶ τήμερον πολίτην πεποιῆσθαι, ἀλλὰ μόλις τῆς ἀτελείας αὐτὸν ἠξιωκέναι τῆς τοῦ μετοικίου· καὶ Μεγαρέας τουτουσὶ τοὺς καταράτους οὕτως εὖ τὰ παρʼ αὑτοῖς σεμνύνειν ὥσθʼ Ἕρμωνα τὸν κυβερνήτην, τὸν μετὰ Λυσάνδρου λαβόντα τριήρεις διακοσίας ὅτʼ ἐν Αἰγὸς ποταμοῖς ἠτυχήσαμεν ἡμεῖς, πεμψάντων Λακεδαιμονίων καὶ κελευόντων ποιήσασθαι πολίτην ἀποκρίνασθαι4 ὅτι, ὅταν αὐτοὺς ἴδωσι Σπαρτιάτην αὐτὸν πεποιημένους, τότε καὶ αὐτοὶ Μεγαρέα ποιήσονται·

但可怕之处不仅在于我们比起在德行上冠绝群雄的先祖们更加缺乏见识,更在于我们在所有世人中也是最不堪的。试问这怎能不令人汗颜:居住在如此狭小岛屿、毫无任何值得自傲之事的这群埃癸娜人,面对在全希腊拥有最大商船队、并为他们营建了城邦与贸易商港的兰皮斯,直至今日也未曾授予他公民权,而仅仅勉强赋予他免除客民税的特权;而这群该死的墨加拉人,也如此坚定地维系着自身特权的尊严,以至于当拉刻代蒙人派遣使者催促他们,将那位在我们于羊河遭遇惨败时曾协助吕珊德俘获两百艘三列桨战船的舵手赫耳蒙接纳为公民时,他们竟回复说:何时见到斯巴达人自己将赫耳蒙接纳为斯巴达公民,他们才会同样将他接纳为墨加拉公民!

语法注4 条
  1. 206πέντε καὶ εἴκοσι δραχμῶν ἐτιμήσατε

    动词 τιμάω 在司法语境下意为“裁定/科处刑罚”,后接表示惩罚或价值的属格 πέντε καὶ εἴκοσι δραχμῶν(“二十五德拉克马”)。不定过去时 ἐτιμήσατε 与前面的假设从句 ἂν ... καταψηφίσησθε 呼应,属于经验/格言式不定过去时(gnomic aorist),生动指称法庭一贯从轻发落的常态事实。

  2. 209ὥσθʼ ὁπόσου χρόνου ψηφίσαισθʼ ἐξιέναι, τοσούτου μισθὸν ἔχοντες ἐξῇτε

    ὁπόσου χρόνου 与 τοσούτου 构成相关结构,皆为表示时限/持续的“时间属格”。从句中的希求法 ψηφίσαισθʼ 是与过去重复性行为相伴的泛指希求法,主句动词 ἐξῇτε 为 ἐξέρχομαι 的未完成过去时(第二人称复数),整体意为“无论诸位表决出征多长时间,都能领到涵盖那整个时段的军饷而开赴战场”。

  3. 209ἅμα δεῖ τι ποιεῖν, καὶ πόθεν οὐκ ἔχετε

    由 ἅμα ... καί ... 构成的并列时间对应结构(parataxis),无需从属连词即生动展现两件事的瞬时同时发生(“一当……便……”)。πόθεν 为间接疑问副词(“从何处/向何处筹措”),与 οὐκ ἔχετε 结合表示“你们甚至没有筹措资金的来源/手段”。

  4. 212Ἕρμωνα τὸν κυβερνήτην ... πεμψάντων Λακεδαιμονίων καὶ κελευόντων ποιήσασθαι πολίτην ἀποκρίνασθαι

    句子的核心骨架为 ὥσθʼ ... (Μεγαρέας) ἀποκρίνασθαι ὅτι...(“以至于[墨加拉人]回复道……”)。宾格 Ἕρμωνα τὸν κυβερνήτην 本是不定式 ποιήσασθαι πολίτην 的逻辑宾语,但在语序上被大幅提前至属格独立结构(πεμψάντων Λακεδαιμονίων καὶ κελευόντων)之前,构成先取倒装(prolepsis/hyperbaton),以此突出谈论的核心人物。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:206-212