- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:213-220
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出卡里得莫斯在其母城奥热乌斯尚且无法取得完整公民权,以此痛斥雅典对其给予的过当优待;随后逐条对比了现行凶杀诸法与阿里斯托克拉特提案之间的尖锐抵触,告诫审判官切勿被对方规避审判的诡辩所蒙骗。
καὶ Ὠρείτας ἐκείνους, μέρος τέταρτον Εὐβοίας οἰκοῦντας, τὸν Χαρίδημον τοῦτον αὐτόν, ᾧ μήτηρ μὲν ὑπάρχει πολῖτις ἐκεῖ, πατὴρ δʼ οὐκ ἐρῶ τίς ἢ πόθεν (οὐδὲν γὰρ δεῖ πλείω τῶν ἀναγκαίων αὐτὸν ἐξετάζεσθαι), ἀλλʼ ὅμως, τὸ ἥμισυ τοῦ γένους αὐτοῦ συμβαλλομένου,1 τοῦ ἡμίσεος μέχρι τῆς τήμερον ἡμέρας οὐκ ἠξιώκασιν, ἀλλʼ εἰς τοὺς νόθους ἐκεῖ συντελεῖ, καθάπερ ποτʼ ἐνθάδʼ εἰς Κυνόσαργες οἱ νόθοι·
甚至连占据优卑亚四分之一领土的奥热乌斯人,对待这位卡里得莫斯本人——他的母亲固然是当地的公民,至于其父亲是谁、来自何方,我就不予赘述了(因为完全没有必要对其家底进行超出必要的追究)——即便如此,虽然他提供了一半的血统,他们直到今日也未曾认为他配享有那半边的特权,而是将他登记在当地的私生子名册中,正如昔日在这里将私生子登记在居诺萨耳格斯一样。
ὑμεῖς δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πάσης τῆς πόλεως μεταδόντες αὐτῷ καὶ τετιμηκότες ἄλλοις, ἔτι καὶ τοῦτʼ αὐτῷ προσθήσετε; ὅτι τί;2 ποίας ἔλαβεν ναῦς ὑμῖν διʼ ἃς ὑπὸ τῶν ἀπολωλεκότων ἐπιβουλεύεται; ἢ ποίαν πόλιν παρέδωκεν αἰχμάλωτον λαβών; ἢ τίνας κινδύνους ὑπὲρ ὑμῶν κεκινδύνευκεν; ἢ τίνας ἐχθροὺς τοὺς αὐτοὺς ὑμῖν ᾕρηται; οὐδʼ ἂν εἷς εἰπεῖν ἔχοι.
然而雅典人啊,诸位既已将城邦的全部权利赋予他,又施以其他的殊荣,难道还要把这项特权也追加给他吗?这究竟是为了什么?他究竟为诸位俘获了什么战船,以至于遭到那些受损之人的谋害?抑或他攻克并向诸位献出了哪座城池?抑或他曾为诸位冒过何等危险?抑或他曾将哪一个诸位的敌人视同自己的敌人?绝无一人能够说得出来。
περὶ δὴ τῶν νόμων ὧν παραγεγράμμεθʼ, ὦ ἄνδρες δικασταί, βούλομαι μικρὰ πρὸς ὑμᾶς εἰπὼν καταβαίνειν, ἃ νομίζω μνημονεύοντας ἂν ὑμᾶς ἄμεινον φυλάττειν,3 ἂν παράγειν καὶ φενακίζειν οὗτοι ζητῶσιν. ὁ πρῶτος νόμος ἄντικρυς εἴρηκεν, ἄν τις ἀποκτείνῃ, τὴν βουλὴν δικάζειν· ὁ δέ, ἄν τις ἀποκτείνῃ, εὐθὺς ἔγραψεν ἀγώγιμον εἶναι. τοῦτο φυλάττετε καὶ μέμνησθε, ὅτι πάντων ἐναντιώτατόν ἐστι τῷ κρίνειν τὸ μὴ διδόντα κρίσιν ἔκδοτον ποιεῖν.
审判官诸位,关于我们在控状旁附记的法律,我想向诸位简要陈述几句后便走下讲台。我认为诸位若是牢记这些要点,当这些人试图转移视线、施展欺瞒手段时,诸位便能更好地加以防范。第一条法律明文规定,若有人杀人,由议事会进行审判;而他却提议,若有人杀人,即刻便可予以拘捕引渡。请诸位牢记并紧握此点:在所有事情中,最与审判背道而驰的,莫过于不给受审机会便直接将人交出处置。
οὐκ ἐᾷ μετὰ ταῦθʼ ὁ δεύτερος νόμος οὐδὲ τὸν ἑαλωκότʼ ἀνδροφόνον λυμαίνεσθαι οὐδὲ χρήματα πράττεσθαι· ὁ δʼ ἐν τῷ ποιεῖν ἀγώγιμον πάντα ταῦτα δέδωκεν· ἐπὶ γὰρ τοῖς λαβοῦσιν ἔσται ποιεῖν ὅ τι ἂν βούλωνται. ἀπάγειν ὁ νόμος ὡς τοὺς θεσμοθέτας κελεύει, καὶ τοῦτʼ, ἂν ἐν τῇ τοῦ πεπονθότος λάβῃ τις πατρίδι· ὁ δʼ ἀγώγιμον αὐτῷ τῷ τὴν αἰτίαν ἐπενεγκόντι δίδωσιν ὡς αὑτόν, κἂν τῆς ἀλλοτρίας που λάβῃ.
其后,第二条法律甚至不允许对已被定罪的杀人凶手施加虐待或索取财物;而他却通过规定可以直接拘捕引渡,准许了所有这些暴行;因为落入擒获者手中后,他们便可任意妄为。法律命令将凶犯押解至司法官处,而且这仅限于在受害者的本国土地上擒获凶手的情况;但他却准许直接将人交由提起指控的受害方处置,哪怕是在异邦领土上抓获。
ἔστιν ἐφʼ οἷς ἀδικήμασιν δέδωκεν ἀποκτείνειν ὁ νόμος· ὁ δʼ οὐδὲν ὑπειπών, κἂν ἐπὶ τούτοις τις κτείνῃ, δίδωσιν ἔκδοτον τὸν ἀθῷον ἀφειμένον ἐν τοῖς νόμοις. ἄν τις πάθῃ τι τοιοῦτον, δίκας ὁ νόμος κελεύει αἰτεῖν πρῶτον· ὁ δὲ τοὐναντίον οὐδεμίαν κρίσιν οὔτʼ αὐτὸς εἰπὼν οὔτε παρʼ ὧν ἀξιοῖ λαβεῖν αἰτήσας, ἀγώγιμον εὐθὺς ἔγραψεν, κἄν τις ἀφαιρῆται, παραχρῆμʼ ἔκσπονδον.
有些不法侵害行为,法律是准许予以击杀的;但他毫无除外说明,哪怕有人是基于这些正当理由而杀人,他也将法律上本属无罪开释的人规定为应当引渡。若有人遭受此类侵害,法律规定首先当诉诸公堂;而他恰恰相反,既未亲自规定任何审判,亦未向他要求惩罚的对象提出过审判诉求,便直接写入准予拘押,且若有人从中阻拦解救,便立刻宣布该人为法外之徒。
τὸ ἀνδρολήψιον, παρʼ οἷς ἂν ὁ δράσας ᾖ, ἂν μὴ διδῶσι δίκας, κελεύουσιν οἱ νόμοι μέχρι τριῶν εἶναι· ὁ δέ, ἂν ἀφέληταί τις τὸν ἄγοντα μὴ βουλόμενος πρὸ δίκης ἐκδοῦναι, εὐθὺς ἔκσπονδον ποιεῖ. οὐκ ἐᾷ νόμον, ἂν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσι τιθῇ τις, εἰσφέρειν· ὁ δʼ ἐπʼ ἀνδρὶ γράφει ψήφισμʼ ἴδιον. οὐκ ἐᾷ ψήφισμʼ ὁ νόμος κυριώτερον εἶναι νόμου· ὁ δʼ ὑπαρχόντων τοσούτων νόμων ψήφισμα ποιεῖ κύριον τοὺς νόμους ἀναιρῶν.
至于在凶手藏身之地行使的抓人抵偿权,法律规定唯有在对方拒绝接受审判时,才准许最多拘留三人;但他却规定,若有人不愿在审判前引渡而从押解者手中夺回〔他〕,便立即将〔夺回者〕定为法外之徒。法律不允许提出不能普遍适用于一切人的法律;但他却为某一个个体专门草拟特别法令。法律绝不允许法令的效力凌驾于法律之上;但他却在现存诸多法律的情况下,通过废止法律而使一项法令凌驾其上。
ταῦτα φυλάττετε καὶ μεμνημένοι κάθησθε. καὶ τὰς μὲν παραγωγάς, ἃς οὗτοι ποιήσονται, χαίρειν ἐᾶτε καὶ μὴ ἐπιτρέπετε λέγειν αὐτοῖς, κελεύετε δὲ δεῖξαι ποῦ γέγραφεν κρίσιν, ἢ ποῦ γέγραφεν, ἄν τις ἁλῷ φόνου, κατὰ τούτου τὰς τιμωρίας. εἰ γὰρ ἢ τὸν ἄλλοθί που κριθέντα καὶ ἑαλωκότα ὅτι δεῖ κολάζειν ἔγραψεν, ἢ αὐτὸς ἔγραψεν κρίσιν εἰ πεποίηκεν ἢ οὒ καὶ εἰ δικαίως ἢ ἀδίκως, οὐκ ἂν ἠδίκει.4
诸位在座审案时,务必谨守并牢记这些要则。对于这些人将要施展的转移视线的花招,诸位当置之不理并不许他们妄言,而应当要求他们指明:究竟在何处规定了审判,又在何处规定了必须在某人被判杀人罪成立后才对其施加惩罚。因为他若是写入应当惩罚在异地受审且被定罪之人,抑或他自己规定了审判以判定究竟是否由其所为、属正当还是不正当,那么他便算不得违法。
εἰ δὲ τὸ τῆς αἰτίας ὄνομʼ αὐτὸ γράψας ἄν τις ἀποκτείνῃ, καὶ ὑπερβὰς τὸ καὶ ἁλῷ φόνου, καὶ τὸ δόξῃ ἀπεκτονέναι, καὶ τὸ δίκας ὑπεχέτω τοῦ φόνου, καὶ τὸ τὰς τιμωρίας εἶναι κατʼ αὐτοῦ τὰς αὐτὰς ἅσπερ ἂν τὸν Ἀθηναῖον κτείνῃ, καὶ πάνθʼ ὅσʼ ἐστὶ δίκαιʼ ὑπερβὰς ἀγώγιμον εἶναι γέγραφεν, μὴ φενακίζεσθε, ἀλλʼ εὖ ἴσθʼ ὅτι πάντων παρανομώτατʼ εἴρηκεν.
然而,若他仅仅写入了罪名的字眼‘若有人杀人’,却跳过了‘且被判杀人罪成立’、‘被判定确已杀人’、‘当为该起谋杀接受审判’以及‘对他的惩罚当与杀害雅典人相同’等条款,跳过了所有合乎正义的程序,直接写明准予拘捕引渡,诸位切勿受其蒙骗,而当深知他提出了全无先例的极其违法的法令。
- 213τὸ ἥμισυ τοῦ γένους αὐτοῦ συμβαλλομένου
独立属格结构。中动态现在分词 συμβαλλομένου 意为“提供、拿出(自己的份额)”,其逻辑主语为 αὐτοῦ(卡里得莫斯自己),宾格短语 τὸ ἥμισυ τοῦ γένους(血统的一半,即母方血统)作其直接宾语。
- 214ὅτι τί;
一种口语化的简略疑问习语,由表原因的从属连词 ὅτι 紧随疑问代词 τί 构成,意为“为了什么?”或“究竟何故?”(语法上常被视作 ὅτι τί γένηται 等句式的省略)。
- 215ἃ νομίζω μνημονεύοντας ἂν ὑμᾶς ἄμεινον φυλάττειν
由 νομίζω 统领的带不定式结构,其中助词 ἄν 修饰不定式 φυλάττειν,表示潜在语气(相当于 ἄμεινον ἂν φυλάττοιτε)。不定式的主语为 ὑμᾶς,修饰它的副词性分词 μνημονεύοντας 具有条件含义(“诸位若是牢记”)。
- 219εἰ γὰρ ἢ τὸν ἄλλοθί που κριθέντα καὶ ἑαλωκότα ὅτι δεῖ κολάζειν ἔγραψεν ... οὐκ ἂν ἠδίκει
反事实条件句,条件从句采用直陈式不定过去时(εἰ ... ἔγραψεν,对过去的虚构),而主句采用带 ἄν 的直陈式未完成过去时(οὐκ ἂν ἠδίκει)。主句使用未完成过去时,并非表示过去的瞬间行为,而是指一种持续性的法律状态(“那他如今便不会构成违法”)。
