- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:199-205
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出昔日雅典面对梅农和贝尔狄卡斯等大立功劳之人也仅授予公民权而不加过度宠幸,抨击当下的腐败演说家为了贿赂将城邦荣誉贱卖给无赖之徒,呼吁公民效仿先祖,即便对立下大功之人犯法也决不姑息惩治。
τὰς μὲν δὴ πολιτικὰς δωρειὰς οὕτως ἐκεῖνοί τε καλῶς καὶ λυσιτελούντως αὑτοῖς ἐδίδοσαν καὶ ἡμεῖς οὐκ ὀρθῶς· τὰς δὲ τῶν ξένων πῶς; ἐκεῖνοι Μένωνι τῷ Φαρσαλίῳ δώδεκα μὲν τάλαντʼ ἀργυρίου δόντι πρὸς τὸν ἐπʼ Ἠιόνι τῇ πρὸς Ἀμφιπόλει πόλεμον, τριακοσίοις δʼ ἱππεῦσι πενέσταις ἰδίοις βοηθήσαντι, οὐκ ἐψηφίσαντο, αὐτὸν ἄν τις ἀποκτείνῃ, ἀγώγιμον εἶναι,1 ἀλλὰ πολιτείαν ἔδοσαν καὶ ταύτην ἱκανὴν ὑπελάμβανον εἶναι τὴν τιμήν.
关于对本国公民的酬劳,古人是以如此崇高且于己有益的方式赐予的,而我们如今的做法却并不端正;那么他们对待外邦人又是如何呢?法尔萨洛斯的梅农在安菲波利斯附近的厄翁战役中捐献了十二塔兰特白银,并率领自己私属的三百名佩内斯特骑兵前来助战,他们并未决议若有人杀害他就当被解送法办,而是授予他公民权,且认为这份荣誉已然足够。
καὶ πάλιν Περδίκκᾳ τῷ κατὰ τὴν τοῦ βαρβάρου ποτʼ ἐπιστρατείαν βασιλεύοντι Μακεδονίας, τοὺς ἀναχωροῦντας ἐκ Πλαταιῶν τῶν βαρβάρων διαφθείραντι καὶ τέλειον τἀτύχημα ποιήσαντι τῷ βασιλεῖ, οὐκ ἐψηφίσαντʼ ἀγώγιμον, ἄν τις ἀποκτείνῃ Περδίκκαν, ᾧ βασιλεὺς ἐχθρὸς διʼ ἡμᾶς ἀπεδέδεικτο, ἀλλὰ πολιτείαν ἔδωκαν μόνον. καὶ γάρ τοι τότε μὲν οὕτω τίμιον ἦν πᾶσιν ἀνθρώποις τὸ γενέσθαι πολίταις παρʼ ὑμῖν ὥσθʼ ὑπὲρ τοῦ τυχεῖν τούτου τηλικαῦθʼ ὑμᾶς ἀγάθʼ ἤθελον ποιεῖν, νῦν δʼ οὕτως ἄτιμον ὥστε τῶν τετυχηκότων πολλοὶ πλείω κακὰ τῶν φανερῶς ἐχθρῶν εἰσιν ὑμᾶς εἰργασμένοι.
又如在蛮族入侵时统治马其顿的贝尔狄卡斯,他歼灭了从普拉提亚撤退的蛮族,使大王的惨败不可逆转;对于这位因我们之故而使大王公开与之为敌的人,先人们并未决议若有人杀害贝尔狄卡斯就当被解送法办,而仅仅授予了他公民权。事实上,正因在当时成为诸位的同胞对所有人来说都是如此尊崇之事,以至于为了获此殊荣,他们愿为诸位建立如此丰功伟绩;而如今这一身份已变得如此廉价,以至于许多获得此权的人对诸位造成的伤害,比公开的仇敌还要深重。
οὐ μόνον δʼ αὕτη τῆς πόλεως ἡ δωρειὰ προπεπηλάκισται καὶ φαύλη γέγονεν, ἀλλὰ καὶ πᾶσαι διὰ τὴν τῶν καταράτων καὶ θεοῖς ἐχθρῶν ῥητόρων, τῶν τὰ τοιαῦτα γραφόντων ἑτοίμως, πονηρίαν, οἳ τοσαύτην ὑπερβολὴν πεποίηνται τῆς αὑτῶν αἰσχροκερδείας ὥστε τὰς τιμὰς καὶ τὰς παρʼ ὑμῶν δωρειάς, ὥσπερ οἱ τὰ μικρὰ καὶ κομιδῇ φαῦλʼ ἀποκηρύττοντες, οὕτω πωλοῦσιν ἐπευωνίζοντες καὶ πολλοῖς ἀπὸ τῶν αὐτῶν λημμάτων γράφοντες πᾶν ὅ τι ἂν βούλωνται.
不仅城邦的这一恩赐被践踏而变得低劣,而且由于那些动辄草拟此类法令的该死且招天谴的演说家们的卑劣行径,所有的酬劳皆已沦落至此。他们将自身的贪婪卑鄙发展到了登峰造极的地步,竟像拍卖低贱破烂货色的小贩一样,廉价抛售诸位给予的荣誉和赏赐,并因收受同样的贿赂,就为许多人草拟他们所渴望的一切特权。
πρῶτον μέν, ἵνα τῶν τελευταίων πρώτων μνησθῶμεν, Ἀριοβαρζάνην ἐκεῖνον οὐ μόνον αὐτὸν καὶ τοὺς υἱεῖς τρεῖς ὄντας πάντων ἠξίωσαν ὅσων ἐβουλήθησαν, ἀλλὰ καὶ δύʼ Ἀβυδηνούς, μισαθηναιοτάτους καὶ πονηροτάτους ἀνθρώπους, Φιλίσκον καὶ Ἀγαυόν. πάλιν Τιμοθέου δόξαντός τι ποιῆσαι τῶν δεόντων ὑμῖν, πρὸς τῷ πάνθʼ ἃ μέγιστʼ ἦν αὐτῷ δοῦναι προσέθηκαν αὐτῷ Φρασιηρίδην καὶ Πολυσθένην, ἀνθρώπους οὐδʼ ἐλευθέρους, ἀλλʼ ὀλέθρους καὶ τοιαῦτα πεποιηκότας οἷα λέγειν ὀκνήσειεν ἄν τις εὖ φρονῶν.
首先,为了先从最近的例子说起,在当年那位阿里奥巴赞内斯的案子里,他们不仅认为他本人及其三个儿子配得上所希望的一切待遇,甚至还把阿比多斯人菲利斯科斯和阿加乌奥斯这两个最仇视雅典、最邪恶无耻之徒也附带赐予了同样特权。又有一次,当人们认为提摩太为诸位立下了应有的功劳时,除了把所有至高的荣誉赐予他之外,他们还附带赐予了弗拉西埃里德斯和波吕斯提涅斯,这两个人甚至连自由人都不算,而是品行败坏之徒,干尽了任何有理智的人都羞于启齿的勾当。
τὸ τελευταῖον δὲ νῦν, ἐπειδὴ Κερσοβλέπτην ἠξίουν ὧν αὐτοῖς ἐδόκει, καὶ περὶ τούτων ἦν ἡ σπουδή, προστιθέασιν δύʼ αὐτῷ, τὸν μὲν ὅσʼ ὑμεῖς ἀκηκόατʼ εἰργασμένον κακά, τὸν δʼ ὅλως οὐδεὶς οἶδεν ἀνθρώπων τίς ἐστιν, Εὐδέρκην ὄνομα. τοιγάρτοι διὰ ταῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μικρά, ἃ πρὸ τοῦ μεγάλʼ ἦν, φαίνεται, καὶ τὸ πρᾶγμʼ ἤδη καὶ πορρωτέρω βαδίζει καὶ οὐκέτι ταῦτʼ ἀπόχρη, ἀλλʼ εἰ μὴ καὶ φυλάξεθʼ ἕκαστον τούτων, ἐκείνων γʼ οὐδεμία χάρις, ὡς ἔοικεν.
而最近也是眼前的这一遭,当他们企图按照自己的意愿满足凯尔索布莱普特斯,并为此竭尽全力时,又为他附带上了两个人:一个是诸位耳闻已做尽恶事的家伙,另一个则是世上根本无人知晓其为何许人、名叫欧德耳刻斯的无名之辈。因此,雅典人啊,正因这些缘故,以往被视为重大的赏赐,如今显得微不足道;而且事态如今愈演愈烈,仅仅给予这些已不再能满足他们,看来除非诸位还负责贴身保护他们当中的每一个人,否则他们对之前的厚赐便绝无半分感激。
τοῦ μέντοι ταῦθʼ οὕτως αἰσχρῶς προεληλυθέναι, εἰ δεῖ μετὰ παρρησίας εἰπεῖν τἀληθῆ, οὐδένες ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, μᾶλλόν εἰσιν αἴτιοι. οὐδὲ γὰρ δίκην ἔτι λαμβάνειν ἐθέλετε παρὰ τῶν ἀδικούντων, ἀλλὰ καὶ τοῦτʼ ἐξελήλυθεν ἐκ τῆς πόλεως. καίτοι σκέψασθʼ ὡς ἐκόλαζον οἱ πρόγονοι τοὺς ἀδικοῦντας ἑαυτούς, εἰ παραπλησίως ὑμῖν.
然而,雅典人啊,若要秉持直言吐露实情,对于事态竟可耻地恶化到如此地步,没有任何人比诸位自身更应承担罪责。因为诸位已不再愿意向为非作歹者讨还公道,这种风气甚至已从城邦中荡然无存。然而请考量一下,先祖们昔日是如何惩处侵害他们的人的,看看是否与诸位当下的做法相仿。
ἐκεῖνοι Θεμιστοκλέα λαβόντες μεῖζον ἑαυτῶν ἀξιοῦντα φρονεῖν ἐξήλασαν ἐκ τῆς πόλεως καὶ μηδισμὸν κατέγνωσαν· καὶ Κίμωνα, ὅτι τὴν πάτριον μετεκίνησε πολιτείαν ἐφʼ ἑαυτοῦ, παρὰ τρεῖς μὲν ἀφεῖσαν ψήφους τὸ μὴ θανάτῳ ζημιῶσαι,2 πεντήκοντα δὲ τάλαντʼ ἐξέπραξαν. καὶ τοῦτον τὸν τρόπον προσεφέροντο τηλικαῦτʼ αὐτοὺς ἀγάθʼ εἰργασμένοις ἀνθρώποις. δικαίως· οὐ γὰρ αὐτοῖς ἀπεδίδοντο τὴν αὑτῶν ἐλευθερίαν καὶ μεγαλοψυχίαν τῶν ἔργων, ἀλλὰ χρηστοὺς μὲν ὄντας ἐτίμων, ἀδικεῖν δʼ ἐπιχειροῦσιν οὐκ ἐπέτρεπον.
当年他们发现狄米斯托克利自视甚高、凌驾于城邦之上时,便将他逐出城邦并判定其通波斯之罪;至于客蒙,由于他擅自改动祖传政制,他们仅以三票之差免除了他的死罪,却严厉征收了五十塔兰特罚款。他们就是以这般手段对待曾为自己建立过这等丰功伟绩的人物的。这完全合乎正义:因为他们绝不因当年的功业而将自身的自由和崇高气节出卖给这些人;反之,在这些人忠良时给予嘉奖,在他们企图作恶时却绝不姑息。
- 199οὐκ ἐψηφίσαντο, αὐτὸν ἄν τις ἀποκτείνῃ, ἀγώγιμον εἶναι
不定词 εἶναι 与主语构成依附于 ἐψηφίσαντο 的宾格不定词结构,ἀγώγιμον 为其表语补足语。条件从句 ἄν τις ἀποκτείνῃ 嵌套在不定词短语中,意为“决议若有人杀害他,便当被引渡缉拿”。此句直接对照并驳斥了阿里斯托克拉特斯为卡里德穆斯所草拟的法令条文。
- 205παρὰ τρεῖς μὲν ἀφεῖσαν ψήφους τὸ μὴ θανάτῳ ζημιῶσαι
介词短语 παρὰ τρεῖς ψήφους 是表示差距的惯用搭配(παρά 接表示数量的宾格),意为“相差三票”。带冠词的不定词短语 τὸ μὴ θανάτῳ ζημιῶσαι 充当 ἀφεῖσαν 的宾语;在表示免除、释放或阻碍意义的动词后,不定词常伴随冗余的否定词 μή,在此表示“免除了对他处以死刑”。
