- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:192-198
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者揭露了以抛弃旧怨为由包庇当前罪行的荒谬逻辑,主张唯有定罪才能制止行骗或促其真正效力,并提出古昔先贤克制授奖、维护城邦集体功业的做法作为对照与典范。
ἐγὼ δʼ ἡγοῦμαι τοῦτον τὸν λόγον, εἰ μὲν ἔν τινι καιρῷ, βοηθείας γεγραμμένης τῷ Κερσοβλέπτῃ καὶ τῷ Χαριδήμῳ, κωλυόντων ἡμῶν ταύτην, ἔλεγον, ὀρθῶς ἂν λέγεσθαι· εἰ δὲ τοιούτου μὲν μηδενὸς ὄντος μηδὲ γεγραμμένου, βουλόμενοι δὲ μείζω τοῦ δέοντος ποιῆσαι διὰ τοῦ παρʼ ὑμῶν ἄδειαν λαβεῖν τοὺς ἐκείνου στρατηγούς, δεινὰ ποιεῖν αὐτοὺς ἡγοῦμαι. οὐ γάρ ἐστι δίκαιον, ἄνδρες Ἀθηναῖοι, τοὺς τῶν σωθῆναι ζητούντων λόγους πρὸς ὑμᾶς λέγειν ὑπὲρ τῶν ὅπως ἀδικεῖν αὑτοῖς ἐξέσται πραττόντων.
依我之见,如果在某个紧要关头,当法令已决议向凯尔索布莱普特斯和卡里德穆斯派遣援军,而我们出面阻拦时,他们发表此番议论倒还算合理;但在根本没有任何此类救援存在或被决议的情况下,他们仅仅是想通过从诸位那里获得免责权,从而使他的将领们获得超出应有范围的势力,那我便认为他们的所作所为极为恶劣。因为,雅典人啊,把属于寻求庇护救助之人的言辞,说给诸位听来庇护那些正图谋为自己谋取肆意妄为特权的人,绝非正当。
χωρὶς δὲ τούτων, εἰ μὲν ἐχθρὸς ὢν κακῶς ἐποίει, φίλος δὲ φήσας μετεβέβλητο, τάχʼ ἂν ταῦτά τις ἤκουεν· ἐπειδὴ δʼ οὐ τοιοῦτʼ ἐστίν, ἀλλʼ ἐξ οὗ φίλος εἶναι προσποιεῖται, ἐκ τούτου πλεῖσθʼ ὑμᾶς ἐξηπάτηκεν, εἰ μὴ καὶ διʼ ἐκεῖνα μισεῖν, διά γε ταῦτʼ ἀπιστεῖν δήπου προσήκει. καὶ μὴν περὶ τοῦ γε μὴ μνησικακεῖν ἔγωγʼ ὡδί πως λέγω· ὁ μὲν εἵνεκα τοῦ κακόν τι ποιεῖν τὰ τοιαῦτʼ ἐξετάζων μνησικακεῖ, ὁ δʼ ὑπὲρ τοῦ μὴ παθεῖν, ἀλλὰ φυλάξασθαι σκοπῶν σωφρονεῖ.
此外,如果他身为敌人时曾施加伤害,而在声称化敌为友后洗心革面,那么或许还有人愿意倾听这种话;但事实并非如此,反倒自他假装与我们为友以来,恰恰在这一时期内对诸位的欺骗最为严重,即便诸位不因昔日之事而恨他,至少也理当因这些现状而对他不予信任。至于不念旧恶一事,我大致持这种看法:凡是为了施加伤害而追究这类往事的人,才是在记恨旧恶;而为了避免受害、旨在自我防范而加以考量的人,则是明智审慎。
ἴσως τοίνυν καὶ τοιαύτην τινʼ ἐροῦσʼ ὑπόνοιαν, ὡς ὡρμηκότα νῦν τὸν ἄνθρωπον φίλον εἶναι καὶ βουλόμενόν τι ποιεῖν ἀγαθὸν τὴν πόλιν εἰς ἀθυμίαν τρέψομεν, εἰ καταψηφιούμεθα, καὶ ποιήσομεν ὑπόπτως ἔχειν πρὸς ἡμᾶς. ἐγὼ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, θεάσασθʼ ὡς ἔχω. εἰ μετʼ ἀληθείας ἁπλῶς ἦν ἡμῖν φίλος καὶ νὴ Δία πάντʼ ἀγάθʼ ἔμελλεν ἡμᾶς ποιήσειν, οὐδʼ ἂν οὕτως ᾤμην δεῖν τοῦτον ἀκούειν τὸν λόγον· οὐδένα γὰρ ἂν νομίζω τοσαῦτʼ ἀγαθὰ ποιῆσαι, διʼ ὃν ὑμῖν προσήκειν ἐπιορκῆσαι1 καὶ παρʼ ἃ φαίνεται δίκαια τὴν ψῆφον θέσθαι.
也许他们还会提出类似这样的揣测,称如果我们投票定罪,就会使一个如今热切愿与我们为友、渴望为城邦做些好事的汉子心灰意冷,并让他对我们心生猜疑。然而,雅典人啊,请察看我的看法:即便他当真是毫无保留地与我们为友,且以宙斯起誓,确实打算为我们做尽一切好事,我也绝不认为应当倾听这种论调;因为我认为世上绝无任何人能建立如此巨大的功德,值得诸位为他背弃誓言、违背昭然若揭的正义去投票。
ἐπειδὴ δὲ καὶ φενακίζων καὶ οὐδʼ ὁτιοῦν ὑγιὲς πράττων ἐξελέγχεται, δυοῖν ἀγαθοῖν θάτερον ὑμῖν, ἂν καταψηφίσησθε, συμβήσεται· ἢ γὰρ ἐξαπατῶν παύσεται νομίσας οὐκέτι λανθάνειν, ἢ εἴπερ αὐτῷ βουλομένῳ πρὸς ὑμᾶς ἔστιν2 οἰκείως ἔχειν ὡς ἀληθῶς, ἀγαθόν τι ποιεῖν πειράσεται, γνοὺς ὅτι τῷ φενακίζειν οὐκέθʼ ἃ βούλεται πράξει. ὥστε καὶ εἰ μηδὲ διʼ ἓν τῶν ἄλλων, διὰ τοῦτο καταψηφίσασθαι συμφέρει.
况且,既然他已被证实既是行骗之徒、行事又无一端正,那么只要诸位投票判定其有罪,两件好事必居其一:要么他认识到自己再也无法掩人耳目而停止欺骗,要么倘若他确实真诚渴望与诸位保持亲善,他就会努力去行些善事,因为他深知单凭行骗已无法达到自己的意图。因此,纵然没有其他任何理由,单凭这一点,投票定罪也是有益的。
ἄξιον τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, κἀκεῖνʼ ἐξετάσαι, πῶς ποθʼ οἱ πάλαι τὰς τιμὰς ἔνεμον καὶ τὰς δωρειὰς τοῖς ὡς ἀληθῶς εὐεργέταις, καὶ ὅσοι πολῖται τύχοιεν ὄντες καὶ ὅσοι ξένοι. κἂν μὲν ἴδητʼ ἐκείνους ἄμεινον ὑμῶν, καλὸν τὸ μιμήσασθαι, ἂν δʼ ὑμᾶς αὐτούς, ἐφʼ ὑμῖν ἔσται τὸ πράττειν. πρῶτον μὲν τοίνυν ἐκεῖνοι Θεμιστοκλέα τὸν τὴν ἐν Σαλαμῖνι ναυμαχίαν νικήσαντα καὶ Μιλτιάδην τὸν ἡγούμενον Μαραθῶνι καὶ πολλοὺς ἄλλους, οὐκ ἴσα τοῖς νῦν στρατηγοῖς ἀγάθʼ εἰργασμένους, οὐ χαλκοῦς ἵστασαν οὐδʼ ὑπερηγάπων.
雅典人啊,考察一下古人究竟是如何向真正的恩人——无论他们恰好是公民还是外邦人——分发荣誉和赏赐的,同样深具价值。若诸位发现他们做得比诸位更好,效仿他们便是美德;若诸位自己做得更好,那怎样做也全由诸位自行定夺。首先,昔日的人们并未为在萨拉米斯赢得海战的狄米斯托克利、在马拉松统帅全军的米勒提阿得斯,以及许多其他建立了远非今日将领所能比拟的功绩之人树立铜像,也未曾对他们过分逢迎。
οὐκ ἄρα τοῖς ἑαυτοὺς ἀγαθόν τι ποιοῦσιν χάριν εἶχον; σφόδρα γʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἀπεδίδοσάν γε καὶ αὑτῶν κἀκείνων ἀξίαν· ὄντες γὰρ πολλοῦ πάντες ἄξιοι προὔκρινον ἐκείνους αὑτῶν ἡγεῖσθαι. ἔστι δὲ σώφροσιν ἀνθρώποις καὶ πρὸς ἀλήθειαν βουλομένοις σκοπεῖν πολὺ μείζων τιμὴ τῆς χαλκῆς εἰκόνος τὸ καλῶν κἀγαθῶν ἀνδρῶν κεκρίσθαι πρώτους.
难道他们对施恩于己的人不怀感激吗?雅典人啊,他们极其感激,并且给予了既配得上他们自己也配得上受赏者的回报;因为他们所有人自身都极有才干,却甘愿推选那些人来统帅自己。对于明智且愿意正视真相的人而言,被评选为贤德志士中的魁首,是远比青铜造像宏大得多的荣誉。
καὶ γάρ τοι τῶν ἔργων τῶν τότʼ, ἄνδρες Ἀθηναῖοι, οὐδενὸς ἀπεστέρησαν ἑαυτούς, οὐδʼ ἔστιν οὐδεὶς ὅστις ἂν εἴποι τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Θεμιστοκλέους, ἀλλʼ Ἀθηναίων, οὐδὲ τὴν Μαραθῶνι μάχην Μιλτιάδου, ἀλλὰ τῆς πόλεως. νῦν δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πολλοὶ τοῦτο λέγουσιν, ὡς Κέρκυραν εἷλε Τιμόθεος καὶ τὴν μόραν κατέκοψεν Ἰφικράτης καὶ τὴν περὶ Νάξον ἐνίκα ναυμαχίαν Χαβρίας· δοκεῖτε γὰρ αὐτοὶ τῶν ἔργων τούτων παραχωρεῖν τῶν τιμῶν ταῖς ὑπερβολαῖς3 αἷς δεδώκατʼ ἐπʼ αὐτοῖς ἑκάστῳ τούτων.
正因如此,雅典人啊,他们丝毫没有剥夺自己在当年那些功业中的份量,没有任何人会说萨拉米斯海战属于狄米斯托克利,而只会说是属于雅典人;也没有人会说马拉松战役属于米勒提阿得斯,而只会说是属于城邦。然而如今,雅典人啊,许多人却说提摩太攻取了科尔基拉,伊菲克拉特斯歼灭了斯巴达军团,卡布里亚斯赢得了纳克索斯海战;因为诸位因在这些功业上赐予他们每个人的过分厚遇,看起来已亲自放弃了对这些伟绩的归属权。
- 194διʼ ὃν ὑμῖν προσήκειν ἐπιορκῆσαι
不定式 προσήκειν 承接了主句动词 νομίζω(οὐδένα γὰρ ἂν νομίζω τοσαῦτʼ ἀγαθὰ ποιῆσαι)所统领的间接引语结构,并将其延伸至关系分句之中;若按常规独立分句则应作限定动词形式(διʼ ὃν ὑμῖν προσήκει...)。
- 195εἴπερ αὐτῷ βουλομένῳ πρὸς ὑμᾶς ἔστιν
人称代词与格 αὐτῷ 与分词 βουλομένῳ 同连系动词 ἔστιν 结合构成的惯用句式(意为“若顺从其自身意愿”),整个条件从句表示“如果他本人确实有意与诸位建立亲善关系”。
- 198τῶν ἔργων τούτων παραχωρεῖν τῶν τιμῶν ταῖς ὑπερβολαῖς
动词 παραχωρεῖν(“让出、放弃……的所有权”)后接属格 τῶν ἔργων τούτων 表示被放弃的对象,并搭配表示方式或原因的与格短语 τῶν τιμῶν ταῖς ὑπερβολαῖς(“由于过度的荣誉”)。
