← 狄摩西尼

控诉阿里斯托克拉底

§184-191

给卡里德穆斯的不当荣誉与起诉缘由

演说者谴责给予卡里德穆斯的不当荣誉,解释了自己此前保持沉默而如今因法令所带来的重大危害挺身起诉的理由,并准备驳斥对方关于“不念旧怨”的辩解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§184

ταῦτα μέντοι δεῖ σκοπουμένους ἀπιστεῖν καὶ μὴ τετυφῶσθαι, μηδʼ ὡς εὐεργέτῃ προσέχειν τὸν νοῦν. οὐ γὰρ ὧν ἀναγκαζόμενος φίλος εἶναί φησι φενακίζων ὑμᾶς, χάριν ἐστὶ δίκαιον ὀφείλειν,1 οὐδʼ ὧν μίκρʼ ἀναλίσκων ἰδίᾳ καὶ τοῖς στρατηγοῖς καὶ τοῖς ῥήτορσιν διαπράττεται πρὸς ὑμᾶς ἐπαίνους αὑτοῦ γράφεσθαι· ἀλλʼ ὧν, ὁσαχοῦ κύριος γέγονεν τοῦ πράττειν ὅ τι βούλεται, πανταχοῦ κακῶς ἐπιχειρῶν ἡμᾶς ποιεῖν φαίνεται, τούτων πολὺ μᾶλλον ὀργίζεσθαι προσήκει.

因此,在考虑这些事情时,诸位理当不予轻信,不可受其蒙蔽,更不可将他视作恩人而加以关照。因为,对于他迫于形势而假意声称与诸位为友以欺瞒诸位之事,欠下恩情绝非正当;对于他私下向将领和演说家们花费微薄钱财、以此促成在诸位面前起草对其颂词之事,诸位同样无须感激;相反,在凡是他掌握了随心所欲之权力的所有地方,他都公然企图加害我们,对这一切行为予以极大的愤慨才更为合宜。

§185

οἱ μὲν τοίνυν ἄλλοι πάντες, ὅσοι τι παρʼ ὑμῶν εὕρηνται πώποτε, ἐφʼ οἷς εὖ πεποιήκασιν ὑμᾶς τετίμηνται, οὗτος δʼ εἷς ἁπάντων τῶν ἄλλων μόνος ἐφʼ οἷς ἐγχειρῶν οὐ δεδύνηται κακῶς ποιῆσαι.2 καίτοι τῷ τοιούτῳ τὸ δίκης, ἣν ἔδωκε δικαίως ἄν, ἀφεῖσθαι, μεγάλη δωρειὰ παρʼ ὑμῶν ἦν. ἀλλʼ οὐ ταῦτα δοκεῖ τοῖς ῥήτορσιν, ἀλλὰ πολίτης, εὐεργέτης, στέφανοι, δωρειαί, διʼ ἃ τούτοις ἰδίᾳ δίδωσιν· οἱ δʼ ἄλλοι πεφενακισμένοι κάθησθε, τὰ πράγματα θαυμάζοντες.

以往所有从诸位那里获得赏赐的人,都是因施惠于诸位而受奖赏,唯独此人与所有人不同,是因其企图加害却未能得逞而受奖赏。然而,对于这样一个人而言,得以免除其理应承受的惩罚,本就已是诸位给予的莫大恩惠。但这并非演说家们的看法,相反,他获得了公民权、恩人称号、冠冕与厚礼,以此作为他私下犒劳这些人的回报;而诸位其余的人则受骗枯坐,对这些怪事惊异不已。

§186

τὸ τελευταῖον δὲ νυνὶ κἂν φύλακας κατέστησαν ὑμᾶς ἐκείνου διὰ τοῦ προβουλεύματος τούτου, εἰ μὴ τὴν γραφὴν ἐποιησάμεθʼ ἡμεῖς ταυτηνί, καὶ τὸ τοῦ μισθοφόρου καὶ θεραπεύοντος ἐκεῖνον ἔργον ἡ πόλις ἂν διεπράττετο,3 ἐφρούρει Χαρίδημον. καλόν γʼ, οὐ γάρ; ὦ Ζεῦ καὶ θεοί, ὃς αὐτός ποτε τοὺς ὑμετέρους ἐχθροὺς μισθὸν λαμβάνων ἐδορυφόρει, τοῦτον ὑφʼ ὑμετέρου ψηφίσματος φανῆναι φυλαττόμενον.

最终到了如今,若非我们提起了这桩公诉,他们甚至会通过这项预案决议让诸位沦为他的卫士,城邦将履行他的雇佣兵和仆从的职责,去警卫卡里德穆斯。这岂不是绝妙的情景吗,以宙斯和诸神的名义!一个曾经收取报酬为诸位的敌人充当侍卫的人,如今竟然要在诸位的一纸法令下受到护卫!

§187

ἴσως τοίνυν ἐκεῖνʼ ἄν τίς μʼ ἔροιτο, τί δήποτε ταῦτʼ εἰδὼς οὕτως ἀκριβῶς ἐγὼ καὶ παρηκολουθηκὼς ἐνίοις τῶν ἀδικημάτων εἴασα, καὶ οὔθʼ ὅτʼ αὐτὸν ἐποιεῖσθε πολίτην οὐδὲν ἀντεῖπον, οὔθʼ ὅτʼ ἐπῃνεῖτε, οὔθʼ ὅλως πρότερον, πρὶν τὸ ψήφισμα τουτὶ γενέσθαι, λόγον οὐδένʼ ἐποιησάμην. ἐγὼ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς ὑμᾶς ἅπασαν ἐρῶ τὴν ἀλήθειαν. καὶ γὰρ ὡς ἀνάξιος ἦν ᾔδειν, καὶ παρῆν ὅτε τούτων ἠξιοῦτο, καὶ οὐκ ἀντεῖπον· ὁμολογῶ.

或许有人会问我:既然我如此确切地知晓这些内情,并且目睹了其中若干罪行,究竟为何当初放任不管,既在他被诸位接纳为公民时未予反驳,在他受赞扬时未予反驳,而且在这项法令出台之前,根本就未曾发表过任何反对言论?雅典人啊,我将向诸位道出全部实情。我确实深知他不配获此殊荣,在他被认为应当得此待遇时我也在场,且我确实未予反驳,对此我直言不讳。

§188

διὰ τί; ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, πρῶτον μὲν ἀσθενέστερον ἡγούμην ἔσεσθαι πολλῶν ψευδομένων ἑτοίμως περὶ αὐτοῦ πρὸς ὑμᾶς ἕνα τἀληθῆ λέγοντʼ ἐμαυτόν· ἔπειθʼ ὧν μὲν ἐκεῖνος εὑρίσκετʼ ἐξαπατῶν ὑμᾶς, μὰ τὸν Δία καὶ θεοὺς πάντας οὐδενὸς εἰσῄει μοι φθονεῖν, κακὸν δʼ οὐδὲν ἑώρων ὑπερφυὲς πεισομένους ὑμᾶς, εἴ τινʼ ἠδικηκότα πόλλʼ ἀφίετε καὶ προὐκαλεῖσθέ τι τοῦ λοιποῦ ποιεῖν ὑμᾶς ἀγαθόν· ἐν γὰρ τῷ πολίτην ποιεῖσθαι καὶ στεφανοῦν ταῦτʼ ἐνῆν ἀμφότερα.

为何如此?雅典人啊,首先是因为我认为,面对众多随时准备就他向诸位撒谎的人,我一人讲述真话势单力薄;其次,对于他通过欺瞒诸位而获得的那些待遇,指着宙斯与诸神起誓,我从未起过任何嫉恨之心,并且我也看不出,若诸位宽恕一个犯下诸多劣行之人并激励他在未来为诸位做些好事,诸位会遭受什么致命的危害;因为授予公民权和冠冕本身就兼具这两种意味。

§189

ἐπειδὴ δʼ ὁρῶ προσκατασκευαζόμενόν τι τοιοῦτον διʼ οὗ, ἂν μόνον εὐτρεπίσηται τοὺς ἐνθάδʼ ἐξαπατήσοντας ὑμᾶς ὑπὲρ αὑτοῦ, τῶν γʼ ἔξω φίλων καὶ βουλομένων ἄν τι ποιεῖν ὑμᾶς ἀγαθὸν κἀκεῖνον κωλύειν ἐναντία πράττειν ὑμῖν, οἷον Ἀθηνόδωρον λέγω, Σίμωνα, Βιάνορα, Ἀρχέβιον τὸν Βυζάντιον, τοὺς Θρᾷκας τοὺς δύο, τοὺς βασιλέας, τούτων μηδενὶ μήτʼ ἐναντιωθῆναι μήτε κωλύειν ἐκεῖνον ἐξέσται, τηνικαῦθʼ ἥκω καὶ κατηγορῶ.

然而,当我看到如今正在谋划这样一种手段——只要他在本地笼络了替他在诸位面前行骗之人,那么外部那些本愿为诸位出力并阻止他损害诸位的友人,诸如雅典诺多罗斯、西蒙、比亚诺尔、拜占庭的阿尔克比奥斯,以及那两位色雷斯国王,便绝无可能去反抗或阻止他——唯当此时,我才站出来提起控告。

§190

καὶ νομίζω τὸ μέν, οἷς ἔμελλεν ἐκεῖνος λαβὼν μηδὲν ὑπερμέγεθες τὴν πόλιν βλάψειν, ἀντιλέγειν ἢ κακῶς ἰδίᾳ πεπονθότος ἢ συκοφαντοῦντος εἶναι, τὸ δέ, ἐφʼ οἷς μέγα πρᾶγμʼ ἀλυσιτελὲς τῇ πόλει κατεσκευάζετο, ἐναντιοῦσθαι χρηστοῦ καὶ φιλοπόλιδος ἀνδρὸς ἔργον εἶναι. διὰ ταῦτʼ ἐπʼ ἐκείνοις οὐδὲν εἰπὼν νῦν λέγω.

而且我认为,若反对那些即便他得到也不会给城邦带来重大损害的赏赐,乃是出于私怨之人或诬告之徒的行为;但在针对城邦的重大祸患正在被谋划之际挺身反对,才是一个正直且热爱城邦之人的本分。正是出于这些缘故,我当时未发一言,而如今才来进言。

§191

ἔστιν τοίνυν τις αὐτοῖς τοιοῦτος λόγος διʼ οὗ προσδοκῶσι παράξειν ὑμᾶς, ὡς ὁ Κερσοβλέπτης καὶ Χαρίδημος ἴσως ἐναντίʼ ἔπραττον τῇ πόλει τόθʼ ὅτʼ ἦσαν ἐχθροί, νῦν δὲ φίλοι καὶ χρησίμους παρέχουσιν ἑαυτούς. οὐ δὴ δεῖ μνησικακεῖν· οὐδὲ γὰρ Λακεδαιμονίους ὅτʼ ἐσῴζομεν, οὐκ ἀνεμιμνῃσκόμεθʼ εἴ τι κακῶς ἐποίησαν ἡμᾶς ὄντες ἐχθροί,4 οὐδὲ Θηβαίους, οὐδʼ Εὐβοέας τὰ τελευταῖα νυνί.

他们还有一套论调,指望借此误导诸位,声称凯尔索布莱普特斯与卡里德穆斯在身为敌人时,固然可能曾与城邦作对,但如今已成朋友并表现得十分有用;因而绝不该记恨旧怨;因为当我们在拯救拉刻代蒙人时,并未追究他们身为敌人时曾给予我们的伤害,对待底比斯人以及最近对待优卑亚人时也是如此。

语法注4 条
  1. 184οὐ γὰρ ὧν ἀναγκαζόμενος φίλος εἶναί φησι φενακίζων ὑμᾶς, χάριν ἐστὶ δίκαιον ὀφείλειν

    关系代词 ὧν 是从宾格 ἃ 受其省略的先行词 τούτων 的属格同化(assimilation)而来。整体句式为 χάριν ὀφείλειν [τούτων] ὧν...,该属格结构在 χάριν ὀφείλειν 中表示原因(“因……事而欠下恩情”)。

  2. 185οὗτος δʼ εἷς ἁπάντων τῶν ἄλλων μόνος ἐφʼ οἷς ἐγχειρῶν οὐ δεδύνηται κακῶς ποιῆσαι

    此处承接前一分句省略了单数动词 τετίμηται。全句意为“唯独此人不同于其他人,因其企图加害而未能得逞[而受奖赏]”。ἐφʼ οἷς 代替了 ἐπὶ τούτοις ἅ,表示受奖赏的依据或原因。

  3. 186τὸ τελευταῖον δὲ νυνὶ κἂν φύλακας κατέστησαν ὑμᾶς ἐκείνου διὰ τοῦ προβουλεύματος τούτου, εἰ μὴ τὴν γραφὴν ἐποιησάμεθʼ ἡμεῖς ταυτηνί, καὶ τὸ τοῦ μισθοφόρου καὶ θεραπεύοντος ἐκεῖνον ἔργον ἡ πόλις ἂν διεπράττετο

    κἂν 为 καὶ ἄν 的混声(crasis),其中的 ἄν 与归结分句中的动词 κατέστησαν(不定过去直说语气)和 διεπράττετο(未完成过去直说语气)搭配,对应过去与事实相反的条件从句 εἰ μὴ ... ἐποιησάμεθʼ。前者表示已成立的结果(“本已使诸位成为卫士”),后者表示持续的动作(“城邦本在履行职责”)。

  4. 191οὐδὲ γὰρ Λακεδαιμονίους ὅτʼ ἐσῴζομεν, οὐκ ἀνεμιμνῃσκόμεθʼ εἴ τι κακῶς ἐποίησαν ἡμᾶς ὄντες ἐχθροί

    此句属于演说者预先引述对方的辩词(假想反驳)。双重否定 οὐδὲ γὰρ ... οὐκ ... 在生动的修辞口语中起到强调否定的作用(即“因为当我们在拯救拉刻代蒙人时,绝没有去追究……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:184-191