- 底本
- Demosthenes. Orationes, Vol. II, Part 1. Butcher, S. H., editor. Oxford: Clarendon Press, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg023.humanitext-grc2:177-183
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者列举信件与地缘要塞证据,揭露卡里德穆斯与凯尔索布莱普特斯背信弃义、以卡尔迪亚为据点,并在雅典军队撤离后企图消灭另外两位国王的险恶图谋。
ἐνθυμεῖσθʼ ὅτι καὶ τέλη καὶ δεκάτας ἠξίου λαμβάνειν, καὶ πάλιν ὡς αὑτοῦ τῆς χώρας οὔσης τοὺς λόγους ἐποιεῖτο, τοὺς δεκατηλόγους ἀξιῶν τοὺς αὑτοῦ τῶν τελῶν κυρίους εἶναι, καὶ τὸν ὅμηρον τὸν υἱὸν τὸν Ἰφιάδου, ὃν ὑπὲρ Σηστοῦ ἔχων ὤμοσε πρὸς τὸν Ἀθηνόδωρον παραδώσειν, οὐδʼ ὑπισχνεῖται παραδώσειν ἔτι. λαβὲ τὸ ψήφισμʼ ὃ πρὸς ταῦθʼ ὑμεῖς ἐψηφίσασθε. λέγε. ΨΗΦΙΣΜΑ.
请诸位记住:他甚至主张有权征收关税与什一税,并再次仿佛这片土地归其所有那般争辩,要求由他自己的收税官掌管这些税收;并且对于作为塞斯托斯的质子、他扣留在手并向雅典诺多罗斯起誓交出的伊菲阿德斯之子,他甚至不再许诺交出。请取来诸位对此通过的法令。请宣读。 [法令]
ἐλθόντων τοίνυν μετὰ ταῦτα τῶν πρέσβεων εἰς Θρᾴκην, ὁ μὲν Κερσοβλέπτης ὑμῖν ἐπιστέλλει ταυτί, καὶ οὐδʼ ὁτιοῦν ὡμολόγει δίκαιον, οἱ δʼ ἕτεροι ταυτί. λέγʼ αὐτοῖς. ΕΠΙΣΤΟΛΗ. λέγε δὴ τὴν παρὰ τῶν βασιλέων. καὶ σκοπεῖτʼ εἰ ἄρʼ ὑμῖν δοκοῦσι μηδὲν ἐγκαλεῖν. ΕΠΙΣΤΟΛΗ. ὁρᾶτε καὶ συνίετʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν πονηρίαν καὶ τὴν ἀπιστίαν, ὡς ἄνω καὶ κάτω. τὸ πρῶτον ἠδίκει Κηφισόδοτον, πάλιν φοβηθεὶς Ἀθηνόδωρον ἐπαύσατο· αὖθις ἠδίκει Χαβρίαν, πάλιν ὡμολόγει Χάρητι. πάντʼ ἄνω καὶ κάτω, καὶ οὐδὲν ἁπλῶς οὐδὲ δικαίως ἔπραξεν.
在此之后使节们抵达色雷斯时,凯尔索布莱普特斯向诸位寄来这封信,不承认任何合理之事,而另外两位国王则寄来这些。请向他们宣读。 [信件]现在请宣读来自诸位国王的信件。请审视一下,他们看起来难道像是在全无怨言吗? [信件]雅典人啊,请看清楚并领会这奸诈与背信弃义,这是何等翻覆无常!起初他侵害克菲索多托斯,接着因惧怕雅典诺多罗斯而收手;随后他又侵害沙布利亚斯,接着又与沙雷斯达成协议。一切都颠三倒四,他所行之事无一件光明正大或合乎公义。
μετὰ ταῦτα τοίνυν ὅσον μὲν χρόνον ἡ ὑμετέρα δύναμις παρῆν ἐν Ἑλλησπόντῳ, κολακεύων καὶ φενακίζων ὑμᾶς διαγέγονεν· ἐπεὶ δʼ εἶδε τάχιστα τὸν Ἑλλήσποντον ἔρημον δυνάμεως, εὐθὺς ἐνεχείρει καταλύειν καὶ ἀπαλλάξαι τοὺς δύο καὶ πᾶσαν ὑφʼ ἑαυτῷ ποιήσασθαι τὴν ἀρχήν, ἔργῳ πεῖραν ἔχων ὅτι τῶν πρὸς ὑμᾶς οὐδὲν μὴ δυνηθῇ πρότερον λῦσαι, πρὶν ἂν ἐκβάλῃ τούτους.1
在此之后,只要诸位的军队驻扎在赫勒斯滂,他就一直逢迎讨好、欺瞒诸位;但一旦看到赫勒斯滂兵力空虚,他便立即企图废黜并除掉那两位国王,将全部统治权收归己有,因为他在实际行动中已体验到:在驱逐他们之前,他绝不可能废除任何对诸位的协议。
ἵνα δʼ ὡς ῥᾷστα τοῦτο περάνειε, ψήφισμα τοιοῦτο παρʼ ὑμῶν εὕρετο ἐξ οὗ κυρωθέντος ἄν, εἰ μὴ διʼ ἡμᾶς καὶ ταύτην τὴν γραφήν,2 ἠδίκηντο μὲν φανερῶς οἱ δύο τῶν βασιλέων, ἡσυχίαν δʼ ἂν ἦγον οἱ στρατηγοῦντες αὐτοῖς, ὁ Βιάνωρ, ὁ Σίμων, ὁ Ἀθηνόδωρος, φοβούμενοι τὴν διὰ τοῦ ψηφίσματος συκοφαντίαν, ὁ δὲ ταύτης τῆς ἐξουσίας ἀπολαύσας καὶ πᾶσαν ὑφʼ αὑτῷ λαβὼν τὴν ἀρχὴν ἰσχυρὸς ἂν ἐχθρὸς ὑπῆρχεν ὑμῖν.
为了尽可能轻易地达成这一目的,他从诸位那里谋取了这样一项法令;若该法令获得批准——若非由于我们以及这场公诉——那两位国王本会公然遭受侵害,而为他们效力的将领比亚诺尔、西蒙、雅典诺多罗斯因惧怕该法令带来的诬告陷害而只得保持沉默,而他坐享这一特权并将全部统治权置于自己掌控之下,本会成为诸位的强敌。
ἔχει δʼ ὁρμητήριον παρὰ πάντα τὸν χρόνον αὑτῷ τετηρημένον τὴν Καρδιανῶν πόλιν, ἣν ἐν ἁπάσαις μὲν ταῖς συνθήκαις ἐξαίρετον αὑτῷ γέγραφεν, τὸ τελευταῖον δὲ καὶ φανερῶς αὐτὴν ἀφείλετο παρʼ ὑμῶν. καίτοι τοῖς ἀπηλλαγμένοις μὲν τοῦ περὶ ἡμῶν τι φρονεῖν ἄδικον, μετὰ πάσης δʼ ἀληθείας ἁπλῶς εὐνοεῖν ἡμῖν ᾑρημένοις τί προσῆκεν αὑτοῖς ὁρμητήριον καταλείπειν χρήσιμον τοῦ πρὸς ἡμᾶς πολέμου;
此外,他在整个时期内始终为自己保留着卡尔迪亚人的城邦作为出击基地,在所有条约中都将该城写入作为归属他自身的特例,最后甚至公然将它从诸位手中夺走。然而,对于那些已经放弃对我们怀有不轨之心、并全心全意选择真诚对我们抱有善意的人来说,为自己保留一个可用于对我们作战的出击基地,又有什么正当理由呢?
ἴστε γὰρ δήπου τοῦτο, οἱ μὲν ἀφιγμένοι σαφῶς, οἱ δʼ ἄλλοι τούτων ἀκούοντες, ὅτι τῆς Καρδιανῶν πόλεως ἐχούσης ὡς ἔχει, εἰ γενήσεται τὰ πρὸς τοὺς Θρᾷκας εὐτρεπῆ τῷ Κερσοβλέπτῃ, παρʼ ἡμέραν ἔξεστιν αὐτῷ βαδίζειν ἐπὶ Χερρόνησον ἀσφαλῶς. ὥσπερ γὰρ Χαλκὶς τῷ τόπῳ τῆς Εὐβοίας πρὸς τῆς Βοιωτίας κεῖται, οὕτω Χερρονήσου κεῖται πρὸς τῆς Θρᾴκης ἡ Καρδιανῶν πόλις. ἣν ὃν ἔχει τόπον ὅστις οἶδεν ὑμῶν,3 οὐδʼ ἐκεῖνʼ ἀγνοεῖ, τίνος εἵνεκα καιροῦ περιπεποίηται καὶ διεσπούδασται μὴ λαβεῖν ὑμᾶς.
因为诸位无疑清楚这一点——去过当地的人十分明白,其余的人听他们讲述后也知道——只要卡尔迪亚城邦保持现状,一旦凯尔索布莱普特斯在色雷斯人那里的事务处理就绪,他随时都可以安全进犯赫尔松尼苏斯。正如在地理位置上优卑亚的沙尔基斯紧临维奥蒂亚一样,赫尔松尼苏斯的卡尔迪亚城邦也是紧临色雷斯。在诸位当中,凡知道该城所处位置的人,也绝不会不知道他是为了等待何种良机才保全此城并竭力阻止诸位获取它的。
ὃν οὐ συμπαρασκευάσαι καθʼ ὑμῶν αὐτῶν ὀφείλετε, ἀλλὰ κωλῦσαι καθʼ ὅσον δυνατὸν καὶ σκοπεῖν ὅπως μὴ γενήσεται, ἐπεὶ ὅτι γʼ οὐδʼ ἂν ὁντινοῦν καιρὸν παρείη, δεδήλωκεν. Φιλίππου γὰρ εἰς Μαρώνειαν ἐλθόντος ἔπεμψεν πρὸς αὐτὸν Ἀπολλωνίδην, πίστεις δοὺς ἐκείνῳ καὶ Παμμένει· καὶ εἰ μὴ κρατῶν τῆς χώρας Ἀμάδοκος ἀπεῖπε Φιλίππῳ μὴ ἐπιβαίνειν,4 οὐδὲν ἂν ἦν ἐν μέσῳ πολεμεῖν ἡμᾶς πρὸς Καρδιανοὺς ἤδη καὶ Κερσοβλέπτην. καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, λαβὲ τὴν Χάρητος ἐπιστολήν. ΕΠΙΣΤΟΛΗ.
诸位绝不应当协助准备这一针对诸位自身的良机,而应尽可能予以阻止,并注意不让它发生;因为他已经表明,他绝不会放过任何机会。因为当腓力来到马罗尼亚时,他派遣阿波罗尼德斯前去见他,向腓力及帕姆梅内斯提供誓信;若非掌管该地的阿马多科斯禁止腓力入境,就没有任何阻碍能妨碍我们立刻与卡尔迪亚人及凯尔索布莱普特斯交战。为了证明我说的是真话,请取来沙雷斯的信件。 [信件]
- 179οὐδὲν μὴ δυνηθῇ πρότερον λῦσαι, πρὶν ἂν ἐκβάλῃ τούτους
在间接引语的 ὅτι 引导的从句中保留了表示强烈否定预测的 οὐ μή + 虚拟式结构(οὐδὲν μὴ δυνηθῇ),反映了直接引语中“在驱逐他们之前决不可能废除”的确定判断。πρὶν ἄν + 虚拟式则遵循否定主句后接时间从句的标准规则。
- 180ἐξ οὗ κυρωθέντος ἄν, εἰ μὴ διʼ ἡμᾶς καὶ ταύτην τὴν γραφήν
介词与关系代词短语 ἐξ οὗ 搭配分词 κυρωθέντος 承担了条件成分的功能(“如果该法令获得批准”),紧随其后的小词 ἄν 则越过插入的反事实排除条件 εἰ μὴ διʼ ἡμᾶς(“若非由于我们”)提前修饰首个主句动词 ἠδίκηντο,并与后文带 ἄν 的过去直陈式(ἡσυχίαν ἂν ἦγον, ἰσχυρὸς ἂν ἐχθρὸς ὑπῆρχεν)共同构成并列的反事实结果句。
- 182ἣν ὃν ἔχει τόπον ὅστις οἶδεν ὑμῶν
一种压缩的关系代词与间接疑问从句结构:指代卡尔迪亚城的关系代词 ἣν 被置于间接疑问句 ὃν ἔχει τόπον(“它占据怎样的位置”)之前,整体作为主语关系从句 ὅστις οἶδεν ὑμῶν(“诸位中凡知道……的人”)的宾语。
- 183ἀπεῖπε Φιλίππῳ μὴ ἐπιβαίνειν
表示阻止或禁止的动词 ἀπεῖπε(ἀπαγορεύω 的不定过去式)后接带有冗余否定词 μή 的不定式补足语;意为“禁止腓力入境”,此处并非负负得正的双重否定。
